2025 |
2025 |
Τῇ Τετάρτῃ | Τῌ ΙΓʹ ΑΥΓΟΥΣΤΟΥ |
On Wednesday | August 13 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Τετάρτῃ τῆς Ιʹ Ἑβδομάδος |
Wednesday of the 10th Week |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
Αʹ Κορ 16:4 – 12 |
1 Cor. 16:4 – 12 |
Ἀδελφοί, ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι· πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι. οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν, ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέπῃ. ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς πεντηκοστῆς· θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί. Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ. |
Brethren, if it seems advisable that I should go also, they will accompany me. I will visit you after passing through Macedonia, for I intend to pass through Macedonia, and perhaps I will stay with you or even spend the winter, so that you may speed me on my journey, wherever I go. For I do not want to see you now just in passing; I hope to spend some time with you, if the Lord permits. But I will stay in Ephesus until Pentecost, for a wide door for effective work has opened to me, and there are many adversaries. When Timothy comes, see that you put him at ease among you, for he is doing the work of the Lord, as I am. So let no one despise him. Speed him on his way in peace, that he may return to me; for I am expecting him with the brethren. As for our brother Apollos, I strongly urge him to visit you with the other brethren, but it was not all his will to come now. He will come when he has the opportunity. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Τετάρτῃ τῆς Ιʹ Ἑβδομάδος τοῦ Ματθαίου |
Wednesday of the 10th Week of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
Μτ 21:28 – 32 |
Mt. 21:28 – 32 |
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθε. καὶ προσελθὼν τῷ δευτέρῳ εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθε. τίς ἐκ τῶν δύο ἐποίησε τὸ θέλημα τοῦ πατρός; λέγουσιν αὐτῷ· ὁ πρῶτος. λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. ἦλθε γὰρ πρὸς ὑμᾶς Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. |
The Lord said this parable, “A man had two sons; and he went to the first and said, ‘Son, go and work in the vineyard today.’ And he answered, ‘I will not’; but afterward he repented and went. And he went to the second and said the same; and he answered, ‘I go, sir,’ but did not go. Which of the two did the will of his father?” They said, “The first.” Jesus said to them, “Truly, I say to you, the tax collectors and the harlots go into the kingdom of God before you. For John came to you in the way of righteousness, and you did not believe him, but the tax collectors and the harlots believed him and even when you saw it, you did not afterward repent and believe him.” [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Ὁσίου. |
For the Devout Man. |
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Ephesians. |
Εφ 6:10 – 17 |
Eph. 6:10 – 17 |
Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. |
Brethren, be strong in the Lord and in the strength of his might. Put on the whole armor of God, that you may be able to stand against the wiles of the devil. For we are not contending against flesh and blood, but against the principalities, against the powers, against the world rulers of this present darkness, against the spiritual hosts of wickedness in the heavenly places. Therefore take the whole armor of God, that you may be able to withstand in the evil day, and having done all, to stand. Stand, therefore, having girded your loins with truth, and having put on the breastplate of righteousness, and having shod your feet with the equipment of the gospel of peace; with all of these, taking the shield of faith, with which you can quench all the flaming darts of the evil one. And take the helmet of salvation, and the sword of the Spirit, which is the word of God. [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΓʹ τοῦ αὐτου μηνὸς μνήμη τῆς μεταθέσεως τοῦ Λειψάνου τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ. |
On August 13 we commemorate the transfer of the relics of our devout Father St. Maximos the Confessor. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἀοιδίμου καὶ παμμακαρίστου βασιλίσσης καὶ κτητορίσσης τῆς σεβασμίας Μονῆς τοῦ Παντοκράτορος Σωτῆρος Χριστοῦ, Εἰρήνης, τῆς διὰ τοῦ ἁγίου καὶ ἀγγελικοῦ σχήματος μετονομασθείσης Ξένης Μοναχῆς. |
On this day we also commemorate the lauded and all-blessed empress Irene, the founder of the venerable Monastery of Christ the Almighty Savior, and who took the name Xenia when she became a Great Schema nun. |
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy and save us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι ἡ νηστεία τοῦ Δεκαπενταυγούτου. |
It is the Dormition fast. |