2025 |
2025 |
Τῷ Σαββάτῳ | Τῌ Θʹ ΑΥΓΟΥΣΤΟΥ |
On Saturday | August 9 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῷ Σαββάτῳ τῆς Θʹ Ἑβδομάδος |
Saturday of the 9th Week |
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Romans. |
Ρωμ 14:6 – 9 |
Rom. 14:6 – 9 |
Ἀδελφοί, ὁ φρονῶν τὴν ἡμέραν Κυρίῳ φρονεῖ, καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν Κυρίῳ οὐ φρονεῖ. καὶ ὁ ἐσθίων Κυρίῳ ἐσθίει· εὐχαριστεῖ γὰρ τῷ Θεῷ· καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ Θεῷ. οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῆ καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει· ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν. ἐάν τε οὖν ζῶμεν ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν. εἰς τοῦτο γὰρ Χριστὸς καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. |
Brethren, he who observes the day, observes it in honor of the Lord. He also who eats, eats in honor of the Lord, since he gives thanks to God; while he who abstains, abstains in honor of the Lord, and gives thanks to God. None of us lives to himself, and none of us dies to himself. If we live, we live to the Lord, and if we die, we die to the Lord; so then, whether we live or whether we die, we are the Lord’s. For to this end Christ died and lived again, that he might be Lord both of the dead and of the living. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῷ Σαββάτῳ τῆς Θʹ Ἑβδομάδος τοῦ Ματθαίου |
Saturday of the 9th Week of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
Μτ 15:32 – 39 |
Mt. 15:32 – 39 |
Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ εἶπε· σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσι· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπον· ἑπτά, καὶ ὀλίγα ἰχθύδια. καὶ ἐκέλευσε τοῖς ὄχλοις ἀναπεσεῖν ἐπὶ τὴν γῆν. καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας, εὐχαριστήσας ἔκλασε καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων ἑπτὰ σπυρίδας πλήρεις· οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ πλοῖον καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά. |
At that time, Jesus called his disciples to him and said, “I have compassion on the crowd, because they have been with me now three days, and have nothing to eat; and I am unwilling to send them away hungry, lest they faint on the way.” And the disciples said to him, “Where are we to get bread enough in the desert to feed so great a crowd?” And Jesus said to them, “How many loaves have you?” They said, “Seven, and a few small fish.” And commanding the crowd to sit down on the ground, he took the seven loaves and the fish, and having given thanks he broke them and gave them to the disciples, and the disciples gave them to the crowds. And they all ate and were satisfied; and they took up seven baskets full of the broken pieces left over. Those who ate were four thousand men, besides women and children. And sending away the crowds, he got into the boat and went to the region of Magdala. [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Ἀποστόλου. |
For the Apostle. |
Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα. |
The reading is from the Acts of the Apostles. |
Πραξ 1:12 – 17, 1:21 – 26 |
Acts 1:12 – 17, 1:21 – 26 |
Ἐν ταῖς ἡμεραῖς ἐκείναις, ὑπέστρεψαν οἱ ἀπόστολοι εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλήμ, σαββάτου ἔχον ὁδόν. καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῷον οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει σὺν γυναιξὶ καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσιν· ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ταύτην ἣν προεῖπε τὸ Πνεῦμα τὸ Ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν, ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ᾿ ἡμᾶς ὁ Κύριος Ἰησοῦς, ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ᾿ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων. Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν, καὶ προσευξάμενοι εἶπον· σὺ Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα, λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων. |
In those days, the apostles returned to Jerusalem from the mount called Olivet, which is near Jerusalem, a sabbath day’s journey away; and when they had entered, they went up to the upper room, where they were staying, Peter and John and James and Andrew, Philip and Thomas, Bartholomew and Matthew, James the son of Alphaeus and Simon the Zealot and Judas the son of James. All these with one accord devoted themselves to prayer, together with the women and Mary the mother of Jesus, and with his brothers. In those days Peter stood up among the brethren (the company of persons was in all about a hundred and twenty), and said, “Brethren, the scripture had to be fulfilled, which the Holy Spirit spoke beforehand by the mouth of David, concerning Judas who was guide to those who arrested Jesus. For he was numbered among us, and was allotted his share in this ministry. So one of the men who have accompanied us during all the time that the Lord Jesus went in and out among us, beginning from the baptism of John until the day when he was taken up from us-one of these men must become with us a witness to his resurrection.” And they put forward two, Joseph called Barsabbas, who was surnamed Justus, and Matthias. And they prayed and said, “Lord, who know the hearts of all men, show which one of these two you have chosen to take the place in this ministry and apostleship from which Judas turned aside, to go to his own place.” And they cast lots for them, and the lot fell on Matthias; and he was enrolled with the eleven apostles. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τοῦ Ἀποστόλου. |
For the Apostle. |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 10:16 – 21 |
Lk. 10:16 – 21 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. |
The Lord said to his disciples, “He who hears you hears me, and he who rejects you rejects me, and he who rejects me rejects him who sent me.” The seventy returned with joy, saying, “Lord, even the demons are subject to us in your name!” And he said to them, “I saw Satan fall like lightning from heaven. Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy; and nothing shall hurt you. Nevertheless do not rejoice in this, that the spirits are subject to you; but rejoice that your names are written in heaven.” In that same hour he rejoiced in the spirit and said, “I thank you, Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding and revealed them to babes; yes, Father, for so it was well-pleasing before you.” [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Θʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου Ἀποστόλυ Ματθίου. |
On August 9 we commemorate the holy Apostle Matthias. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων δέκα Μαρτύρων, τῶν διὰ τὴν ἁγίαν Εἰκόνα τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ τὴν ἐν τῇ Χαλκῇ πύλῃ ἀθλησάντων, Ἰουλιανοῦ, Μαρκιανοῦ. Ἰωάννου, Ἰακώβου, Ἀλεξίου, Δημητρίου, Φωτίου, Πέτρου, Λεοντίου, καὶ Μαρίας τῆς Πατρικίας. |
On this day we also commemorate the holy 10 Martyrs who contested for the holy Icon of our Savior Jesus Christ at the Brass Gate: Julian, Marcian, John, Jacob, Alexios, Demetrios, Photios, Peter, Leo, and Maria the Patrician. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἀθλήσεως τοῦ ἁγίου Μάρτυρος Ἀντωνίνου (ἢ Ἀντωνίου). |
On this day we also commemorate the contest of the holy Martyr Antoninus (or Anthony.) |
Ὁ Ὅσιος πατὴρ ἡμῶν Ψόης, εὐχόμενος, τελειοῦται. |
Our devout father Psoes reposed in prayer. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς εὐρέσεως τῆς ἀχειροποιήτου καὶ σεβασμίας Εἰκόνος τῶν Καμουλιανῶν, ἥτις εὕρεσις συνεγράφη παρὰ τοῦ ἐν Ἁγίος Γρηγορίου Ἐισκόπου Νύσσης. |
On this day we also commemorate the finding of the venerable Icon of Koumoulianon, not made by hands; this event was recorded by St. Gregory Bishop of Nyssa. |
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις οἴνου καὶ ἐλαίου. |
Wine: Wine and oil are allowed. Refrain from meat, fish, dairy, and eggs. |
Εἶναι ἡ νηστεία τοῦ Δεκαπενταυγούτου. |
It is the Dormition fast. |