Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Ὀκτώηχος - Ἦχος πλ. βʹ. |
Octoechos - Mode pl. 2. |
Τῇ Κυριακῇ Πρωΐ |
On Sunday Morning |
Μηναῖον - Τῌ ΚΖʹ ΙΟΥΛΙΟΥ |
Menaion - July 27 |
Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Παντελεήμονος |
Memory of the Holy Great-martyr Panteleimon |
__________ |
__________ |
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. |
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here. |
Ψαλμὸς 102. |
Psalm 102. |
Ψαλμὸς 145. |
Psalm 145. |
|
|
Οἱ Μακαρισμοί. |
The Beatitudes. |
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
Blessed are those who mourn, for they shall be comforted. |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. |
Blessed are the meek, for they shall inherit the earth. |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. |
Ἀναστάσιμα. |
Resurrectional. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
Blessed are the merciful, for they shall obtain mercy. [RSV] |
Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος. |
Like the robber I entreat You, O my Savior, * when You come in Your kingdom, remember me, * O Lord, and save me, O only benevolent God. [SD] |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. |
Blessed are the pure in heart, for they shall see God. [RSV] |
Διὰ ξύλου, τὸν Ἀδὰμ ἀπατηθέντα, διὰ ξύλου Σταυροῦ πάλιν ἔσωσας, Λῃστὴν βοῶντα· Μνήσθητί μου, Κύριε, ἐν τῇ βασιλείᾳ σου. |
Through a tree was Adam tricked, but You saved him * through a tree, and You saved the robber as well * who cried to You, Lord: In Your kingdom remember me. [SD] |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. |
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV] |
ᾍδου πύλας, καὶ μοχλοὺς συντρίψας Ζωοδότα, νεκροὺς ἀνέστησας ἅπαντας, Σωτὴρ βοῶντας· Δόξα τῇ ἐγέρσει σου. |
After smashing Hades’ bars and gates, O Savior, * as the Giver of life You raised all the dead, * who shouted: Glory to Your resurrection, O Lord. [SD] |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV] |
Θεοτοκίον. |
Theotokion. |
Ἡ ἀῤῥήτως, ἐπʼ ἐσχάτων συλλαβοῦσα, καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον, Παρθένε σῷζε, τοὺς σὲ μεγαλύνοντας. |
In the latter days, ineffably conceiving, * you gave birth to the Lord who created you. * O Virgin, save us who magnify you in song. [SD] |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ᾨδὴ Ϛʹ. Ἦχος βʹ. Ἐν ἀβύσσῳ πταισμάτων. |
Ode vi. Mode 2. Like a deep sea, my sins. |
|
Ἐν ἀβύσσῳ πταισμάτων. |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV] |
Ἰνδαλμάτων τῆς πλάνης κατέπτυσας, καὶ κορυφουμένην ἀπάτην κατήργησας, θαυματουργῶν ἐξαίσια, καὶ τελῶν τὰς ἰάσεις θεόσοφε. |
You disparaged the rites of idolatry * and exposed its fraud, terminating it, * O Panteleimon wise in God, * working marvelous healings and miracles. [GOASD] |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
Rejoice and be glad, for your reward is great in heaven. [RSV] |
Στεφανίτης ἐδείχθης πανάριστος· σὺ διὰ πυρὸς γὰρ διῆλθες καὶ ὕδατος· καὶ ἐν τροχῷ τεινόμενος, παραδόξως ἀνεῖλες τοὺς ἄφρονας. |
You were crowned for your excellent victory, * for you passed through fire and water, like David said. * When mindless men had stretched you out * on the wheel, you defeated them wondrously. [GOASD] |
Δόξα. |
Glory. |
Τῶν τυράννων τὸ θράσος κατέβαλες, τὰς δυσφορωτάτας αἰκίας τοῦ σώματος, τῇ τῆς ψυχῆς στεῤῥότητι, διαθλήσας θεόφρον ἐν χάριτι. |
By enduring unbearably harrowing * torture of your body, by grace and your steadfastness * of soul, O godly-minded Saint, * you defeated the tyrants’ audacity. [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ὁ κατέχων τὸν γῦρον τῆς γῆς ὡς Θεός, ἐν ταῖς σαῖς ἀγκάλαις Ἁγνὴ περιέχεται, περιγραφῇ τοῦ σώματος, ὁ τῇ θείᾳ μορφῇ ἀπερίγραπτος. |
In divinity, Christ is uncircumscribed, * and as God He holds in His hand the entire earth; * but in His body circumscribed, * He was held in your arms, holy Virgin pure. [GOASD] |
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. |
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
Ἀγγελικαὶ δυνάμεις ἐπὶ τὸ μνῆμα σου, καὶ οἱ φυλάσσοντες ἀπενεκρώθησαν· καὶ ἵστατο Μαρία ἐν τῷ τάφῳ, ζητοῦσα τὸ ἄχραντόν σου σῶμα. Ἐσκύλευσας τὸν ᾅδην, μὴ πειρασθεὶς ὑπʼ αὐτοῦ· ὑπήντησας τῇ Παρθένῳ, δωρούμενος τὴν ζωήν. Ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι. |
When the angelic powers appeared at Your tomb, the soldiers guarding it feared and became as dead. And standing by the sepulcher was Mary, who was seeking Your immaculate body. Unassailed by Hades, You divested it of spoils. Then You met the Virgin. You granted life. O Lord, risen from the dead, glory to You! [GOASD] |
Τοῦ Ἁγίου. |
For the Saint. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος γʹ. |
Mode 3. |
|
|
Ἀθλοφόρε ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν. |
Holy medaled Martyr and healer St. Panteleimon, make intercession to our merciful God, that He grant our souls remission of offenses. [SD] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
Κοντάκιον. |
Kontakion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος βαρύς. |
Grave Mode. |
Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα. |
Upon the mountain were You transfigured, and Your disciples beheld Your glory as far as they were able, O Christ our God; so that when they would see You crucified they might understand that Your Passion was deliberate, and declare to the world that in truth You are the Father’s radiance. [SD] |
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
Προκείμενον. Ἦχος πλ. βʹ. Ψαλμὸς 63. |
Prokeimenon. Mode pl. 2. Psalm 63. |
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ. |
The righteous man shall be glad in the Lord. [SAAS] |
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου. |
Verse: Hear my voice, O God. [SAAS] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Μάρτυρος. |
For the Martyr. |
Πρὸς Τιμόθεον Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to Timothy. |
Βʹ Τιμ 2:1 – 10 |
2 Tim. 2:1 – 10 |
Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. |
Timothy, my son, be strong in the grace that is in Christ Jesus, and what you have heard from me before many witnesses entrust to faithful men who will be able to teach others also. Share in suffering as a good soldier of Christ Jesus. No soldier on service gets entangled in civilian pursuits, since his aim is to satisfy the one who enlisted him. An athlete is not crowned unless he competes according to the rules. It is the hard-working farmer who ought to have the first share of the crops. Think over what I say, for the Lord will grant you understanding in everything. Remember Jesus Christ, risen from the dead, descended from David, as preached in my gospel, the gospel for which I am suffering and wearing fetters like a criminal. But the word of God is not fettered. Therefore I endure everything for the sake of the elect, that they also may obtain salvation in Christ Jesus with its eternal glory. [RSV] |
|
|
Ἀλληλούϊα. Ἦχος πλ. βʹ. Ψαλμὸς 90. |
Alleluia. Mode pl. 2. Psalm 90. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. |
Verse 1: He who dwells in the help of the Most High shall lodge in the shelter of the God of heaven. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Ἐρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ. |
Verse 2: He shall say to the Lord, “You are my protector.” |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Κυριακῇ Ἑβδόμῃ τοῦ Ματθαίου |
Seventh Sunday of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
Μτ 9:27 – 35 |
Mt. 9:27 – 35 |
Τῷ καιρῷ ἐκείνῳ παράγοντι τῷ Ἰησοῦ ἠκολούθησαν αὐτῷ δύο τυφλοὶ κράζοντες καὶ λέγοντες· ἐλέησον ἡμᾶς, υἱὲ Δαυΐδ. ἐλθόντι δὲ εἰς τὴν οἰκίαν προσῆλθον αὐτῷ οἱ τυφλοί, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; λέγουσιν αὐτῷ· ναί, Κύριε. τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν λέγων· κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί· καὶ ἐνεβριμήσατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· ὁρᾶτε μηδεὶς γινωσκέτω. οἱ δὲ ἐξελθόντες διεφήμισαν αὐτὸν ἐν ὅλῃ τῇ γῇ ἐκείνῃ. Αὐτῶν δὲ ἐξερχομένων ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν δαιμονιζόμενον· καὶ ἐκβληθέντος τοῦ δαιμονίου ἐλάλησεν ὁ κωφός, καὶ ἐθαύμασαν οἱ ὄχλοι λέγοντες ὅτι οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ. οἱ δὲ Φαρισαῖοι ἔλεγον· ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. Καὶ περιῆγεν ὁ Ἰησοῦς τὰς πόλεις πάσας καὶ τὰς κώμας διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. |
At that time, as Jesus went on, two blind men followed him, crying aloud, “Have mercy on us, Son of David.” When he entered the house, the blind men came to him; and Jesus said to them, “Do you believe that I am able to do this?” They said to him, “Yes, Lord.” Then he touched their eyes, saying, “According to your faith be it done to you.” And their eyes were opened. And Jesus sternly charged them, “See that no one knows it.” But they went away and spread his fame through all that district. As they were going away, behold, a dumb demoniac was brought to him. And when the demon had been cast out, the dumb man spoke; and the crowds marveled, saying, “Never was anything like this seen in Israel.” But the Pharisees said, “He casts out demons by the prince of demons.” And Jesus went about all the cities and villages, teaching in their synagogues and preaching the gospel of the kingdom, and healing every disease and every infirmity among the people. [RSV] |
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
Κοινωνικόν. Ψαλμὸς 148. |
Communion Hymn. Psalm 148. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. |
Praise the Lord from the heavens. Alleluia. [SAAS] |
καὶ τὸ ἑξῆς· |
and the following: |
Κοινωνικόν. Ψαλμὸς 111. |
Communion Hymn. Psalm 111/112. |
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. |
The righteous will be remembered for ever. Alleluia. [RSV] |
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἦχος βʹ. |
Mode 2. |
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος, οὗ καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy and glorious Great-martyr and Healer Panteleimon, whose memory we celebrate; and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |