Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Ὡρολόγιον |
Horologion |
Ἀπολυτίκια τῆς Ὅλης Ἑβδομάδος |
Apolytikia for Weekdays |
Ὀκτώηχος - Ἦχος δʹ. |
Octoechos - Mode 4. |
Τῇ Παρασκευῇ Πρωΐ |
On Friday Morning |
__________ |
__________ |
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἀντίφωνον Αʹ. Ἦχος βʹ. |
Antiphon 1. Mode 2. |
Στίχ. αʹ. Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε. |
Verse 1: It is good to give thanks to the Lord and to sing to Your name, O Most High. [SAAS] |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Στίχ. βʹ. Τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου, καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
Verse 2: To proclaim Your mercy in the morning and Your truth at night. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Στίχ. γʹ. Ὅτι εὐθὺς Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἀδικία ἐν αὐτῷ. |
Verse 3: The Lord my God is upright, and there is no wrongdoing in Him. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
|
|
Ἀντίφωνον Βʹ. Ἦχος βʹ. |
Antiphon 2. Mode 2. |
Στίχ. αʹ. Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο, ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. |
Verse 1: The Lord reigns; He clothed Himself with majesty; the Lord clothed and girded Himself with power. [SAAS] |
ἤ· |
or: |
Στίχ. αʹ. Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν. |
Verse 1: Come, let us greatly rejoice in the Lord; let us shout aloud to God our savior. [SAAS] |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia. |
Στίχ. βʹ. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. |
Verse 2: And He established the world, which shall not be moved. |
ἤ· |
or: |
Στίχ. βʹ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ, ὅτι Θεὸς μέγας, Κύριος καὶ Βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. |
Verse 2: Let us come before His face with thanksgiving, and let us shout aloud to Him with psalms. For the Lord is a great God, a great King over all the earth. |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia. |
Στίχ. γʹ. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα, Κύριε, εἰς μακρότητα ἡμερῶν. |
Verse 3: Holiness is proper to Your house, O Lord, unto length of days. |
ἤ· |
or: |
Στίχ. γʹ. Ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς, καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν· ὅτι αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν, καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν. |
Verse 3: For in His hand are the ends of the earth, and the heights of the mountains are His. For the sea is His, and He made it, and His hands formed the dry land. |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
|
|
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. |
Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us. |
|
|
Ἀντίφωνον Γʹ. |
Antiphon 3. |
Ἀπολυτίκιον τῆς Ἡμέρας. |
Apolytikion for the Day. |
Τοῦ Σταυροῦ. |
For the Cross. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. [SD] |
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia. |
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Ἀπολυτίκιον τῆς Ἡμέρας. |
Apolytikion for the Day. |
Τοῦ Σταυροῦ. |
For the Cross. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. [SD] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
Κοντάκιον τῆς Ἡμέρας. Τοῦ Σταυροῦ. |
Kontakion for the Day. For the Cross. |
Ἦχος δʹ. Αὐτόμελον. |
Mode 4. Automelon. |
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. |
You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible. [SD] |
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 98. |
Prokeimenon. Grave Mode. Psalm 98. |
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ, |
Exalt the Lord our God and worship at His holy mountain. [SAAS] |
Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί. |
Verse: The Lord reigns; let the peoples be angry. [SAAS] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Παρασκευῇ τῆς Ϛʹ Ἑβδομάδος |
Friday of the 6th Week |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
Αʹ Κορ 4:5 – 8 |
1 Cor. 4:5 – 8 |
Ἀδελφοί, μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν, καὶ τότε ὁ ἔπαινος γενήσεται ἑκάστῳ ἀπὸ τοῦ Θεοῦ. Ταῦτα δέ, ἀδελφοί, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι᾿ ὑμᾶς, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. τίς γάρ σε διακρίνει; τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἤδη κεκορεσμένοι ἐστέ, ἤδη ἐπλουτήσατε, χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. |
Brethren, do not pronounce judgment before the time, before the Lord comes, who will bring to light the things now hidden in darkness and will disclose the purposes of the heart. Then every man will receive his commendation from God. I have applied all this to myself and Apollos for your benefit, brethren, that you may learn by us not to go beyond what is written, that none of you may be puffed up in favor of one against another. For who sees anything different in you? What have you that you did not receive? If then you received it, why do you boast as if it were not a gift? Already you are filled! Already you have become rich! Without us you have become kings! And would that you did reign, so that we might share the rule with you! [RSV] |
|
|
Ἀλληλούϊα. Ἦχος πλ. βʹ. Ψαλμὸς 73. |
Alleluia. Mode pl. 2. Psalm 73. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπʼ ἀρχῆς. |
Verse 1: Remember Your congregation You acquired from the beginning. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. |
Verse 2: God is our King before the ages; He worked salvation in the midst of the earth. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Παρασκευῇ τῆς Ϛʹ Ἑβδομάδος τοῦ Ματθαίου |
Friday of the 6th Week of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
Μτ 13:44 – 54 |
Mt. 13:44 – 54 |
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πάντα ὅσα ἔχει πωλεῖ καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν πέπρακε πάντα ὅσα εἶχε καὶ ἠγόρασεν αὐτόν. Πάλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ· ἥν, ὅτε ἐπληρώθη, ἀναβιβάσαντες αὐτὴν ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες συνέλεξαν τὰ καλὰ εἰς ἀγγεῖα, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον. οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· συνήκατε ταῦτα πάντα; λέγουσιν αὐτῷ, ναί, Κύριε. ὁ δὲ εἶπεν αὐτοῖς· διὰ τοῦτο πᾶς γραμματεὺς μαθητευθεὶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά. Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας μετῆρεν ἐκεῖθεν, καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. |
The Lord said this parable, “The kingdom of heaven is like treasure hidden in a field, which a man found and covered up; then in his joy he goes and sells all that he has and buys that field. Again, the kingdom of heaven is like a merchant in search of fine pearls, who, on finding one pearl of great value, went and sold all that he had and bought it. Again, the kingdom of heaven is like a net which was thrown into the sea and gathered fish of every kind; when it was full, men drew it ashore and sat down and sorted the good into vessels but threw away the bad. So it will be at the close of the age. The angels will come out and separate the evil from the righteous, and throw them into the furnace of fire; there men will weep and gnash their teeth.” Jesus said to them, “Have you understood all this?” They said to him, “Yes.” And he said to them, “Therefore every scribe who has been trained for the kingdom of heaven is like a householder who brings out of his treasure what is new and what is old.” And when Jesus had finished these parables, he went away from there, and coming to his own country he taught them in their synagogue. [RSV] |
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
Κοινωνικόν. Ψαλμὸς 73. |
Communion Hymn. Psalm 73. |
Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός. Ἀλληλούϊα. |
You worked salvation in the midst of the earth, O Christ our God. Alleluia. [SAAS] |
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἦχος βʹ. |
Mode 2. |
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι Τετάρτη ἢ Παρασκευή. |
It is a Wednesday or Friday. |