2025 |
2025 |
Τῇ Κυριακῇ | Τῌ Ϛʹ ΙΟΥΛΙΟΥ |
On Sunday | July 6 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Κυριακῇ Τετάρτῃ |
Fourth Sunday |
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Romans. |
Ρωμ 6:18 – 23 |
Rom. 6:18 – 23 |
Ἀδελφοί, ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. ὅτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος. νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. |
Brethren, having been set free from sin, you have become slaves of righteousness. I am speaking in human terms, because of the weakness of your flesh. For just as you once yielded your members to impurity and to greater and greater iniquity, so now yield your members to righteousness for sanctification. When you were slaves of sin, you were free in regard to righteousness. But then what return did you get from the things of which you are now ashamed? The end of those things is death. But now that you have been set free from sin and have become slaves of God, the return you get is sanctification and its end, eternal life. For the wages of sin is death, but the free gift of God is eternal life in Christ Jesus our Lord. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Κυριακῇ Τετάρτῃ τοῦ Ματθαίου |
Fourth Sunday of Matthew |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
Μτ 8:5 – 13 |
Mt. 8:5 – 13 |
Τῷ καιρῷ ἐκείνῳ, εἰσελθόντι τῷ Ἰησοῦ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ. ἀκούσας δὲ ὁ Ἰησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. καὶ εἶπεν ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ. |
At that time, as Jesus entered Capernaum, a centurion came forward to him, beseeching him and saying, “Lord, my servant is lying paralyzed at home, in terrible distress.” And he said to him, “I will come and heal him.” But the centurion answered him, “Lord, I am not worthy to have you come under my roof; but only say the word, and my servant will be healed. For I am a man under authority, with soldiers under me; and I say to one, ‘Go,’ and he goes, and to another, ‘Come,’ and he comes, and to my slave, ‘Do this,’ and he does it.” When Jesus heard him, he marveled, and said to those who followed him, “Truly, I say to you, not even in Israel have I found such faith. I tell you, many will come from east and west and sit at table with Abraham, Isaac, and Jacob in the kingdom of heaven, while the sons of the kingdom will be thrown into the outer darkness; there men will weep and gnash their teeth.” And to the centurion Jesus said, “Go; be it done for you as you have believed.” And the servant was healed at that very moment. [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Ϛʹ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σισώη τοῦ μεγάλου |
On July 6 we commemorate our devout Father Sisoes the Great. |
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἀθλήσεως τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου, καὶ Ῥήξου Βικαρίου καὶ ἄλλων πλείστων παθόντων ἐν Καμπανίᾳ. |
On this day we also commemorate the contest of the holy Martyr Lucia the Virgin, Rex the Vicar, and many others who suffered in Campania. |
Οἱ Ἅγιοι εἰκοσιτέσσερες Μάρτυρες, οἱ τῇ Λουκίᾳ καὶ τῷ Ῥήξῳ μαρτυρήσαντες, ξίφει τελειοῦνται. |
On this day the 24 martyrs who witnessed with Lucia and Rex died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀστίου (ἢ Ἀστείου), Ἐπισκόπου Δυῤῥαχίου. |
On this day we also commemorate the holy Hieromartyr Astius, Bishop of Dyrrhachium. |
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀρχίππου, Φιλήμονος καὶ Ὀνησίμου. |
On this day we also commemorate the holy Martyrs Archippus, Philemon, and Onesimus. |
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀπολλωνίου, Ἀλεξανδρίωνος καὶ Ἐπιμάχου. |
On this day we also commemorate the holy Martyrs Apollonius, Alexandrion, and Epimachus. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |