2025 |
2025 |
Τῇ Κυριακῇ | Τῌ ΙΕʹ ΙΟΥΝΙΟΥ |
On Sunday | June 15 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Κυριακῇ Πρώτῃ, τῶν Ἁγίων Πάντων |
First Sunday, of All Saints |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
Εβρ 11:33 – 40; 12:1 – 2 |
Heb. 11:33 – 40; 12:1 – 2 |
Ἀδελφοί, οἱ ἅγιοι πάντες διὰ πίστεως κατηγωνίσαντο βασιλείας, εἰργάσαντο δικαιοσύνην, ἐπέτυχον ἐπαγγελιῶν, ἔφραξαν στόματα λεόντων, ἔσβεσαν δύναμιν πυρός, ἔφυγον στόματα μαχαίρας, ἐνεδυναμώθησαν ἀπὸ ἀσθενείας, ἐγενήθησαν ἰσχυροὶ ἐν πολέμῳ, παρεμβολὰς ἔκλιναν ἀλλοτρίων· ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν· ἄλλοι δὲ ἐτυμπανίσθησαν, οὐ προσδεξάμενοι τὴν ἀπολύτρωσιν, ἵνα κρείττονος ἀναστάσεως τύχωσιν· ἕτεροι δὲ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἔτι δὲ δεσμῶν καὶ φυλακῆς· ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Καὶ οὗτοι πάντες μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν, τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τοιγαροῦν καὶ ἡμεῖς, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν. |
Brethren, all the saints through faith conquered kingdoms, enforced justice, received promises, stopped the mouths of lions, quenched raging fire, escaped the edge of the sword, won strength out of weakness, became mighty in war, put foreign armies to flight. Women received their dead by resurrection. Some were tortured, refusing to accept release, that they might rise again to a better life. Others suffered mocking and scourging, and even chains and imprisonment. They were stoned, they were sawn in two, they were tempted, they were killed with the sword; they went about in skins of sheep and goats, destitute, afflicted, ill-treated — of whom the world was not worthy — wandering over deserts and mountains and in dens and caves of the earth. And all these, though well attested by their faith, did not receive what was promised, since God had foreseen something better for us, that apart from us they should not be made perfect. Therefore, since we are surrounded by so great a cloud of witnesses, let us also lay aside every weight, and sin that easily distracts, and let us run with perseverance the race that is set before us, looking to Jesus the pioneer and perfecter of faith. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Κυριακῇ Πρώτῃ, τῶν Ἁγίων Πάντων |
First Sunday, of All Saints |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
Μτ 10:32 – 33, 37 – 38, 19:27 – 30 |
Mt. 10:32 – 33; 37 – 38; 19:27 – 30 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι. |
The Lord said to his disciples, “Every one who acknowledges me before men, I also will acknowledge before my Father who is in heaven; but whoever denies me before men, I also will deny him before my Father who is in heaven. He who loves father or mother more than me is not worthy of me; and he who loves son or daughter more than me is not worthy of me; and he who does not take his cross and follow me is not worthy of me.” Peter said in reply, “Lo, we have left everything and followed you. What then shall we have?” Jesus said to them, “Truly, I say to you, in the new world, when the Son of man shall sit on his glorious throne, you who have followed me will also sit on twelve thrones, judging the twelve tribes of Israel. And every one who has left houses or brothers or sisters or father or mother or children or lands, for my name’s sake, will receive a hundredfold, and inherit eternal life. But many that are first will be last, and the last first.” [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΕʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Προφήτου Ἀμώς. |
On June 15 we commemorate the Holy Prophet Amos. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Δουλᾶ. |
On this day we also commemorate the holy Martyr Doulas. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Νερσῆ. |
On this day we also commemorate the Holy Martyr Nerses. |
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, πέραν ἐν τοῖς Μαρανακίου. |
On this day we commemorate the appearance of our Most-Holy Lady the Theotokos in Maranakios. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἱερωνύμου καὶ Αὐγουστίνου ἐπισκόπου Ἱππῶνος. |
On this day we also commemorate our devout Fathers Hieronymos (Jerome) and Bishop Augustine of Hippo. |
Τοῦ Πεντηκοσταρίου. |
From the Pentecostarion. |
Τῇ σήμερον ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἀπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ, Εὐρώπῃ, καὶ Ἀμερικῇ, Βοῤῥᾷ τε καὶ Νότῳ, Ἁγίων πάντων Ἑορτὴν ἑορτάζομεν. |
On this day, the Sunday after Pentecost, we celebrate the feast of All Saints, who are from every part of the world, those in Asia, Africa, Europe and America, from the North and from the South. |
Στίχοι |
Verses |
Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους. |
I sing praises to all the Friends of my Lord. |
Εἶ τις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω. |
If one is so destined, to their number be added. |
Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπʼ αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν. |
By the intercessions of Your immaculate Mother and all Your Saints from every age, O Christ our God, have mercy on us and save us, as our only good and benevolent Lord. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |