Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Πεντηκοστάριον |
Pentecostarion |
Πέμπτη τῆς Ζʹ Ἑβδομάδος |
Thursday of the Seventh Week |
__________ |
__________ |
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. |
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here. |
Ψαλμὸς 102. |
Psalm 102. |
Ψαλμὸς 145. |
Psalm 145. |
|
|
Οἱ Μακαρισμοί. |
The Beatitudes. |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV] |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
Blessed are those who mourn, for they shall be comforted. [RSV] |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. |
Blessed are the meek, for they shall inherit the earth. [RSV] |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV] |
Κανὼν Αʹ τῆς Ἑορτῆς. |
Canon 1 of the Feast. |
ᾨδὴ γʹ. Ἦχος πλ. αʹ. Δυνάμει τοῦ Σταυροῦ σου. |
Ode iii. Mode pl. 1. O Christ, I pray. |
|
Δυνάμει τοῦ Σταυροῦ σου. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
Blessed are the merciful, for they shall obtain mercy. [RSV] |
Ἀνῆλθες Ζωοδότα Χριστέ, πρὸς τὸν Πατέρα καὶ ἀνύψωσας, ἡμῶν τὸ γένος φιλάνθρωπε, τῇ ἀφάτῳ εὐσπλαγχνίᾳ σου. |
Ascending to Your Father, O Christ, * You have exalted our humanity, * in Your ineffable love for us * and compassion, O Giver of life. [GOASD] |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. |
Blessed are the pure in heart, for they shall see God. [RSV] |
Αἱ τάξεις τῶν Ἀγγέλων Σωτήρ, βροτείαν φύσιν θεασάμεναι, συνανιοῦσάν σοι, ἀπαύστως, ἐκπληττόμεναι ἀνύμνουν σε. |
The orders of the Angels beheld * our human nature going up with You; * and they struck with astonishment, * and extolled You as the Savior of all. [GOASD] |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. |
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV] |
Ἐξίσταντο Ἀγγέλων χοροί, Χριστὲ ὁρῶντες μετὰ σώματος, ἀναληφθέντα, καὶ ἀνύμνουν, τὴν ἁγίαν σου Ἀνάληψιν. |
Angelic hosts, O Christ, were amazed, * as they beheld You being taken up * with Your body into the heavens; * and they praised Your Ascension, O Lord. [GOASD] |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV] |
Θεοτοκίον. |
Theotokion. |
Ἱκέτευε ἀπαύστως Ἁγνή, τὸν προελθόντα ἐκ λαγόνων σου, ῥυσθῆναι πλάνης Διαβόλου, τοὺς ὑμνοῦντάς σε Μητέρα Θεοῦ. |
O Maiden pure, unceasingly pray * to Christ, who came forth from your virgin womb, * that those who praise you as Mother of God * be delivered from the Devil’s deceit. [GOASD] |
Κανὼν Αʹ τῆς Ἑορτῆς. |
Canon 1 of the Feast. |
ᾨδὴ Ϛʹ. Ἦχος πλ. αʹ. Ἐκύκλωσέ με ἄβυσσος. |
Ode vi. Mode pl. 1. The deep abyss. |
|
Ἐκύκλωσέ με ἄβυσσος. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV] |
Ἐσκίρτησαν Ἀπόστολοι, ὁρῶντες μετάρσιον σήμερον, τὸν Κτίστην αἰρόμενον ἐλπίδι τοῦ Πνεύματος, καὶ φόβῳ ἔκραζον· Δόξα τῇ ἀνόδῳ σου. |
The host of the Apostles watched as Christ the Creator was taken up, * exultant with hope about the Spirit He promised them. * They sang with fear and love, “Glory to Your ascent, O Lord!” [GOASD] |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
Rejoice and be glad, for your reward is great in heaven. [RSV] |
Ἐπέστησαν οἱ Ἄγγελοι, βοῶντες Χριστέ, τοῖς Μαθηταῖς σου· Ὃν τρόπον κατείδετε, Χριστὸν ἀνερχόμενον, σαρκὶ ἐλεύσεται, δίκαιος πάντων Κριτής. |
O Christ, Your angel messengers appeared to Your Disciples and said to them, * “This Jesus, who was taken up will come in the same way * as you saw him go, in the flesh as the just Judge of all.” [GOASD] |
Δόξα. |
Glory. |
Ὡς εἶδόν σε Σωτὴρ ἡμῶν, Δυνάμεις αἱ οὐράνιαι, εἰς ὕψος αἰρόμενον σύσσωμον, ἐκραύγαζον λέγουσαι· Μεγάλη Δέσποτα ἡ φιλανθρωπία σου. |
O Savior, when the Powers of the heavens witnessed Your bodily * ascent into heaven, they were awestruck and cried aloud, * “O Master, great indeed is Your love for humanity!” [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Βάτον σε ἀκατάφλεκτον, καὶ ὄρος καὶ κλίμακα ἔμψυχον, καὶ πύλην οὐράνιον, ἀξίως δοξάζομεν, Μαρία ἔνδοξε, ὀρθοδόξων καύχημα. |
We glorify you worthily, O glorious Mary, and call you gate * of heaven, and mountain, ladder, bush that was not consumed; * and for the Orthodox, Lady, you are pride and joy. [GOASD] |
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφʼ ἡμῶν εἰς τοὺς οὐρανούς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, who were taken up in glory to heaven from us. We sing to You, Alleluia. [GOA] |
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Ἦχος δʹ. |
Mode 4. |
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Λυτρωτὴς τοῦ κόσμου. |
You ascended in glory, O Christ our God, after You filled the Disciples with joy, by promising to send them the Holy Spirit, and You blessed them and established their faith, that You are the Son of God, the Redeemer of the world. [SD] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
Κοντάκιον τῆς Ἑορτῆς. |
Kontakion of the Feast. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Ἦχος πλ. βʹ. Αὐτόμελον. |
Mode pl. 2. Automelon. |
|
Τὴν ὑπὲρ ἡμῶν. |
Τὴν ὑπὲρ ἡμῶν πληρώσας οἰκονομίαν, καὶ τὰ ἐπὶ γῆς ἑνώσας τοῖς οὐρανίοις, ἀνελήφθης ἐν δόξῃ, Χριστε ὁ Θεὸς ἡμῶν, οὐδαμόθεν χωριζόμενος, ἀλλὰ μένων ἀδιάστατος, καὶ βοῶν τοῖς ἀγαπῶσί σε· Ἐγώ εἰμι μεθʼ ὑμῶν, καὶ οὐδεὶς καθʼ ὑμῶν. |
When You had fulfilled the dispensation for our sake, * and united things on earth with the things in heaven, * You were taken up thither in glory, O Christ our God, * going not away from any place, * but continuing inseparable, * and to them that love You crying out: * “I am with you, and there is, therefore, none against you.” [SD] |
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
Προκείμενον. Ἦχος πλ. δʹ. Ψαλμὸς 18. |
Prokeimenon. Mode pl. 4. Psalm 18. |
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. |
Their proclamation went forth into all the earth, and their words to the ends of the world. [SAAS] |
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. |
Verse: The heavens declare the glory of God; the firmament shows the creation of His hands. [SAAS] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Πέμτῃ τῆς Ζʹ Ἑβδομάδος |
Thursday of the 7th Week |
Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα. |
The reading is from the Acts of the Apostles. |
Πραξ 25:13 – 19 |
Acts 25:13 – 19 |
Ἐν ταῖς ἡμέραις ἐκείναις, Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασόμενοι τὸν Φῆστον. ὡς δὲ πλείους ἡμέρας διέτριβον ἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· ἀνήρ τίς ἐστι καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος, περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων αἰτούμενοι κατ᾿ αὐτοῦ δίκην· πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ἄνθρωπον εἰς ἀπώλειαν πρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος. συνελθόντων οὖν αὐτῶν ἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα· περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ἐπέφερον ὧν ὑπενόουν ἐγώ, ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν. |
In those days, Agrippa the king and Bernice arrived at Caesarea to welcome Festus. And as they stayed there many days, Festus laid Paul’s case before the king, saying, “There is a man left prisoner by Felix; and when I was at Jerusalem, the chief priests and the elders of the Jews gave information about him, asking for sentence against him. I answered them that it was not the custom of the Romans to give up any one before the accused met the accusers face to face, and had opportunity to make his defense concerning the charge laid against him. When therefore they came together here, I made no delay, but on the next day took my seat on the tribunal and ordered the man to be brought in. When the accusers stood up, they brought no charge in his case of such evils as I supposed; but they had certain points of dispute with him about their own superstition and about one Jesus, who was dead, but whom Paul asserted to be alive.” [RSV] |
|
|
Ἀλληλούϊα. Ἦχος αʹ. Ψαλμὸς 88. |
Alleluia. Mode 1. Psalm 88. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριεν. |
Verse 1: The heavens shall confess Your wonders, O Lord. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων. |
Verse 2: God is glorified in the counsel of saints. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Πέμπτῃ τῆς Ζ ʹ Ἑβδομάδος |
Thursday of the 7th Week |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
Ιω 16:23 – 33 |
Jn. 16:23 – 33 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅσα ἂν αἰτήσητε τὸν πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. ἕως ἄρτι οὐκ ᾐτήσατε οὐδὲν ἐν τῷ ὀνόματί μου· αἰτεῖτε καὶ λήψεσθε, ἵνα ἡ χαρὰ ὑμῶν ᾖ πεπληρωμένη. Ταῦτα ἐν παροιμίαις λελάληκα ὑμῖν· ἀλλ᾽ ἔρχεται ὥρα ὅτε οὐκέτι ἐν παροιμίαις λαλήσω ὑμῖν, ἀλλὰ παρρησίᾳ περὶ τοῦ πατρὸς ἀναγγελῶ ὑμῖν. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν τῷ ὀνόματί μου αἰτήσεσθε· καὶ οὐ λέγω ὑμῖν ὅτι ἐγὼ ἐρωτήσω τὸν πατέρα περὶ ὑμῶν· αὐτὸς γὰρ ὁ πατὴρ φιλεῖ ὑμᾶς, ὅτι ὑμεῖς ἐμὲ πεφιλήκατε, καὶ πεπιστεύκατε ὅτι ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον. ἐξῆλθον παρὰ τοῦ πατρὸς καὶ ἐλήλυθα εἰς τὸν κόσμον· πάλιν ἀφίημι τὸν κόσμον καὶ πορεύομαι πρὸς τὸν πατέρα. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· ἴδε νῦν παρρησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδεμίαν λέγεις. νῦν οἴδαμεν ὅτι οἶδας πάντα καὶ οὐ χρείαν ἔχεις ἵνα τίς σε ἐρωτᾷ. ἐν τούτῳ πιστεύομεν ὅτι ἀπὸ Θεοῦ ἐξῆλθες. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· ἄρτι πιστεύετε· ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ πατὴρ μετ᾽ ἐμοῦ ἐστι. ταῦτα λελάληκα ὑμῖν ἵνα ἐν ἐμοὶ εἰρήνην ἔχητε. |
The Lord said to his disciples, “Truly, truly, I say to you, if you ask anything of the Father in my name, he will give it to you. Hitherto you have asked nothing in my name; ask, and you will receive, that your joy may be full. I have said this to you in figures; the hour is coming when I shall no longer speak to you in figures but tell you plainly of the Father. In that day you will ask in my name; and I do not say to you that I shall pray the Father for you; for the Father himself loves you, because you have loved me and have believed that I came from God. I came from the Father and have come into the world; again, I am leaving the world and going to the Father.” His disciples said, “Ah, now you are speaking plainly, not in any figure! Now we know that you know all things, and need none to question you; by this we believe that you came from God.” Jesus answered them, “Do you now believe? The hour is coming, indeed it has come, when you will be scattered, every man to his home, and will leave me alone; yet I am not alone, for the Father is with me. I have said this to you, that in me you may have peace.” [RSV] |
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
Κοινωνικόν. Ψαλμὸς 18. |
Communion Hymn. Psalm 18. |
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα. |
Their proclamation went forth into all the earth, and their words to the ends of the world. Alleluia. [SAAS] |
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἀντὶ τό· Εἴδομεν τὸ φῶς. |
Instead of “We have seen.” |
Ἦχος δʹ. |
Mode 4. |
Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος, βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Λυτρωτὴς τοῦ κόσμου. |
You ascended in glory, O Christ our God, after You filled the Disciples with joy, by promising to send them the Holy Spirit, and You blessed them and established their faith, that You are the Son of God, the Redeemer of the world. [SD] |
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἐν δόξῃ ἀναληφθεὶς ἀφʼ ἡμῶν εἰς τοὺς οὐρανούς, καὶ ἐν δεξιᾷ καθίσας τοῦ Θεοῦ καὶ Πατρός, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who ascended from us into heaven in glory, and sat at the right hand of God the Father, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |