2025

2025

Τῇ Τρίτῃ | Τῌ ΚΖʹ ΜΑΪΟΥ

On Tuesday | May 27

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Τρίτῃ τῆς Ϛʹ Ἑβδομάδος

Tuesday of the 6th Week

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πραξ 17:19 – 28

Acts 17:19 – 28

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐπιλαβόμενοι οἱ Ἀθηναῖοι τοῦ Παύλου ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες· δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι τί ἂν θέλοι ταῦτα εἶναι. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη· ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, ἀγνώστῳ Θεῷ. ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν κατὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Κύριον, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθ᾿ ὑμᾶς ποιητῶν εἰρήκασι· τοῦ γὰρ καὶ γένος ἐσμέν.

In those days, the Athenians took hold of Paul and brought him to the Areopagus, saying, “May we know what this new teaching is which you present? For you bring some strange things to our ears; we wish to know therefore what these things mean.” Now all the Athenians and the foreigners who lived there spent their time in nothing except telling or hearing something new. So Paul, standing in the middle of the Areopagus, said: “Men of Athens, I perceive that in every way you are very religious. For as I passed along, and observed the objects of your worship, I found also an altar with this inscription, ‘To an unknown god.’ What therefore you worship as unknown, this I proclaim to you. The God who made the world and everything in it, being Lord of heaven and earth, does not live in shrines made by man, nor is he served by human hands, as though he needed anything, since he himself gives to all men life and breath and everything. And from one blood he made every nation of men to live on all the face of the earth, having determined allotted periods and the boundaries of their habitation, that they should seek the Lord, in the hope that they might feel after him and find him. Yet he is not far from each one of us, for ‘In him we live and move and have our being.’” [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Τρίτῃ τῆς Ϛʹ Ἑβδομάδος

Tuesday of the 6th Week

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω 12:19 – 36

Jn. 12:19 – 36

Τῷ καιρῷ ἐκείνῳ συμβούλιον ἔποίησαν οἱ Φαρισαῖοι κατὰ τοῦ Ἰησοῦ καὶ εἶπον πρὸς ἑαυτούς· θεωρεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδέν; ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ἀπῆλθεν. Ἦσαν δέ τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν. ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσι τῷ Ἰησοῦ· ὁ δὲ Ἰησοῦς ἀπεκρίνατο αὐτοῖς λέγων· ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ. Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσον με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διά τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγε βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· ἄγγελος αὐτῷ λελάληκεν. ἀπεκρίθη ὁ Ἰησοῦς καὶ εἶπεν· οὐ δι᾽ ἐμὲ αὕτη ἡ φωνὴ γέγονεν, ἀλλὰ δι᾽ ὑμᾶς. νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· κἀγὼ ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. τοῦτο δὲ ἔλεγε σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνήσκειν. ἀπεκρίθη αὐτῷ ὁ ὄχλος· ἡμεῖς ἠκούσαμεν ἐκ τοῦ νόμου ὅτι ὁ Χριστὸς μένει εἰς τὸν αἰῶνα, καὶ πῶς σὺ λέγεις, δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου; τίς ἐστιν οὗτος ὁ υἱὸς τοῦ ἀνθρώπου; εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς· ἔτι μικρὸν χρόνον τὸ φῶς μεθ᾽ ὑμῶν ἐστι· περιπατεῖτε ἕως τὸ φῶς ἔχετε, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ· καὶ ὁ περιπατῶν ἐν τῇ σκοτίᾳ οὐκ οἶδε ποῦ ὑπάγει. ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε.

At that time, the Pharisees took counsel against Jesus and said to one another, “You see that you can do nothing; look, the world has gone after him.” Now among those who went up to worship at the feast were some Greeks. So these came to Philip, who was from Bethsaida in Galilee, and said to him, “Sir, we wish to see Jesus.” Philip went and told Andrew; Andrew went with Philip and they told Jesus. And Jesus answered them, “The hour has come for the Son of man to be glorified. Truly, truly, I say to you, unless a grain of wheat falls into the earth and dies, it remains alone; but if it dies, it bears much fruit. He who loves his life loses it, and he who hates his life in this world will keep it for eternal life. If any one serves me, he must follow me; and where I am, there shall my servant be also; if any one serves me, the Father will honor him. Now is my soul troubled. And what shall I say? ‘Father, save me from this hour?’ No, for this purpose I have come to this hour. Father, glorify your name.” Then a voice came from heaven, “I have glorified it, and I will glorify it again.” The crowd standing by heard it and said that it had thundered. Others said, “An angel has spoken to him.” Jesus answered, “This voice has come for your sake, not for mine. Now is the judgment of this world, now shall the ruler of this world be cast out; and I, when I am lifted up from the earth, will draw all men to myself.” He said this to show by what death he was to die. The crowd answered him, “We have heard from the law that the Christ remains for ever. How can you say that the Son of man must be lifted up? Who is this Son of man?” Jesus said to them, “The light is with you for a little longer. Walk while you have the light, lest the darkness overtake you; he who walks in the darkness does not know where he goes. While you have the light, believe in the light, that you may become sons of light.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΖʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου ἱερομάρτυρος Ἑλλαδίου.

On May 27 we commemorate the holy Hieromartyr Helladius.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ Ἁγίου Ἱερομάρτυρος Θεράποντος.

On this day we also commemorate the holy Hieromartyr Therapon.

Ὁ Ἅγιος Μάρτυς Εὐσεβιώτης πυρὶ τελειοῦται.

The holy Martyr Efsebiotes died by fire.

Ὁ Ἅγιος Μάρτυς Ἀλύπιος, λίθῳ τὴν κεφαλὴν συντριβείς, τελειοῦται.

The holy Martyr Alypios died when his head was crushed by a stone.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ῥώσου τοῦ νέου Ὁμολογητοῦ (1730).

On this day we also commemorate our devout and God-bearing father John the Russian the new Confessor.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἑλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.