2025

2025

Τῇ Παρασκευῇ | Τῌ ΚΓʹ ΜΑΪΟΥ

On Friday | May 23

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Παρασκευῇ τῆς Εʹ Ἑβδομάδος

Friday of the 5th Week

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πραξ 15:5 – 12

Acts 15:5 – 12

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξανέστησάν τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως. Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. Πολλῆς δὲ συζητήσεως γενομένης ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾿ ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ἡμῖν ἐξελέξατο διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι. καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον καθὼς καὶ ἡμῖν, καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. νῦν οὖν τί πειράζετε τὸν Θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ᾿ ὃν τρόπον κἀκεῖνοι. Ἐσίγησε δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ Θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσι δι᾿ αὐτῶν.

In those days, some believers who belonged to the sect of the Pharisees rose up, and said, “It is necessary to circumcise them, and to charge them to keep the law of Moses.” The apostles and the elders met together to consider this matter. And after there had been much debate, Peter rose and said to them, “Brethren, you know that in the early days God made choice among you, that by my mouth the Gentiles should hear the word of the gospel and believe. And God who knows the heart bore witness to them, giving them the Holy Spirit just as he did to us; and he made no distinction between us and them, but cleansed their hearts by faith. Now therefore why do you make trial of God by putting a yoke upon the neck of the disciples which neither our fathers nor we have been able to bear? But we believe that we shall be saved through the grace of the Lord Jesus, just as they will.” And all the assembly kept silence; and they listened to Barnabas and Paul as they related what signs and wonders God had done through them among the Gentiles. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Παρασκευῇ τῆς Εʹ Ἑβδομάδος

Friday of the 5th Week

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω 10:17 – 28

Jn. 10:17 – 28

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· διὰ τοῦτο ὁ πατήρ με ἀγαπᾷ, ὅτι ἐγὼ τίθημι τὴν ψυχήν μου, ἵνα πάλιν λάβω αὐτήν. οὐδεὶς αἴρει αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου. Σχίσμα οὖν πάλιν ἐγένετο ἐν τοῖς Ἰουδαίοις διὰ τοὺς λόγους τούτους. ἔλεγον δὲ πολλοὶ ἐξ αὐτῶν· δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; ἄλλοι ἔλεγον· ταῦτα τὰ ῥήματα οὐκ ἔστι δαιμονιζομένου· μὴ δαιμόνιον δύναται τυφλῶν ὀφθαλμοὺς ἀνοίγειν; Ἐγένετο δὲ τὰ ἐγκαίνια ἐν τοῖς Ἱεροσολύμοις, καὶ χειμὼν ἦν· καὶ περιεπάτει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ ἐν τῇ στοᾷ τοῦ Σολομῶντος. ἐκύκλωσαν οὖν αὐτὸν οἱ Ἰουδαῖοι καὶ ἔλεγον αὐτῷ· ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; εἰ σὺ εἶ ὁ Χριστός, εἰπὲ ἡμῖν παρρησίᾳ. ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· εἶπον ὑμῖν, καὶ οὐ πιστεύετε· τὰ ἔργα ἃ ἐγὼ ποιῶ ἐν τῷ ὀνόματι τοῦ πατρός μου, ταῦτα μαρτυρεῖ περὶ ἐμοῦ· ἀλλ᾽ ὑμεῖς οὐ πιστεύετε· οὐ γάρ ἐστε ἐκ τῶν προβάτων τῶν ἐμῶν, καθὼς εἶπον ὑμῖν. τὰ πρόβατα τὰ ἐμὰ τῆς φωνῆς μου ἀκούει, κἀγὼ γινώσκω αὐτά, καὶ ἀκολουθοῦσί μοι, κἀγὼ ζωὴν αἰώνιον δίδωμι αὐτοῖς.

The Lord said to the Jews who came to him, “For this reason the Father loves me, because I lay down my life, that I may take it again. No one takes it from me, but I lay it down of my own accord. I have power to lay it down, and I have power to take it again; this charge I have received from my Father.” There was again a division among the Jews because of these words. Many of them said, “He has a demon, and he is mad; why listen to him?” Others said, “These are not the sayings of one who has a demon. Can a demon open the eyes of the blind?” It was the feast of the Dedication at Jerusalem; it was winter, and Jesus was walking in the temple, in the portico of Solomon. So the Jews gathered round him and said to him, “How long will you keep us in suspense? If you are the Christ, tell us plainly.” Jesus answered them, “I told you, and you do not believe. The works that I do in my Father’s name, they bear witness to me; but you do not believe, because you do not belong to my sheep. My sheep hear my voice, and I know them, and they follow me; and I give them eternal life.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΓʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Συννάδων.

On May 23 we commemorate our devout Father Michael the Confessor, Bishop of Synnada.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας μυροφόρου Μαρίας τοῦ Κλωπᾶ, ἐν εἰρήνῃ τελειωθείσης.

On this day we also commemorate the holy Myrrh-bearer Mary the wife of Clopas, who reposed in peace.

Ὁ Ἅγιος Μάρτυς Σαλωνᾶς ὁ Ῥωμαῖος ξίφει τελειοῦται.

The holy Martyr Salonas of Rome died by the sword.

Ὁ Ἅγιος Μάρτυς Σέλευκος, πριονισθείς, τελειοῦται.

The holy Martyr Seleucus died when he was sawn in two.

Ταῖς αὐτῶν ἁγίας πρεσβείαις, Χριστὲ ὁ Θεός, ελέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις οἴνου καὶ ἐλαίου.

Wine: Wine and oil are allowed. Refrain from meat, fish, dairy, and eggs.