2025

2025

Τῇ Πέμπτῃ | Τῌ ΚΒʹ ΜΑΪΟΥ

On Thursday | May 22

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Πέμτῃ τῆς Εʹ Ἑβδομάδος

Thursday of the 5th Week

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πραξ 14:20 – 28; 15:1 – 4

Acts 14:20 – 28; 15:1 – 4

Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθεν ὁ Παῦλος σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην. Εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανοὺς ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ᾿ ἐκκλησίαν καὶ προσευξάμενοι μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκασι. καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς Παμφυλίαν, καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν, κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ᾿ αὐτῶν, καὶ ὅτι ἤνοιξε τοῖς ἔθνεσι θύραν πίστεως. διέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σωθῆναι. γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν, καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. παραγενόμενοι δὲ εἰς Ἱερουσαλὴμ ἀπεδέχθησαν ὑπὸ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ᾿ αὐτῶν

In those days, Paul went on with Barnabas to Derbe. When they had preached the gospel to that city and had made many disciples, they returned to Lystra and to Iconion and to Antioch, strengthening the souls of the disciples, exhorting them to continue in the faith, and saying that through many tribulations we must enter the kingdom of God. And when they had appointed elders for them in every church, with prayer and fasting they committed them to the Lord in whom they believed. Then they passed through Pisidia, and came to Pamphylia. And when they had spoken the word in Perga, they went down to Attalia; and from there they sailed to Antioch, where they had been commended to the grace of God for the work which they had fulfilled. And when they arrived, they gathered the church together and declared all that God had done with them, and how he had opened a door of faith to the Gentiles. And they remained no little time with the disciples. But some men came down from Judea and were teaching the brethren, “Unless you are circumcised according to the custom of Moses, you cannot be saved.” And when Paul and Barnabas had no small dissension and debate with them, Paul and Barnabas and some of the others were appointed to go up to Jerusalem to the apostles and the elders about this question. So, being sent on their way by the church, they passed through both Phoenicia and Samaria, reporting the conversion of the Gentiles, and they gave great joy to all the brethren. And when they came to Jerusalem, they were welcomed by the church and the apostles and the elders, and they declared all that God had done with them. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Πέμπτῃ τῆς Εʹ Ἑβδομάδος

Thursday of the 5th Week

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω 9:39 – 10:9

Jn. 9:39 – 10:9

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· εἰς κρῖμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. καὶ ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ ὄντες μετ᾽ αὐτοῦ, καὶ εἶπον αὐτῷ· μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν· ἡ οὖν ἁμαρτία ὑμῶν μένει. Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾽ ὄνομα καὶ ἐξάγει αὐτά. καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾽ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾽ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. ἐγώ εἰμι ἡ θύρα· δι᾽ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

The Lord said to the Jews who came to him, “For judgment I came into this world, that those who do not see may see, and that those who see may become blind.” Some of the Pharisees near him heard this, and they said to him, “Are we also blind?” Jesus said to them, “If you were blind, you would have no guilt; but now that you say, ‘We see,’ your guilt remains. Truly, truly, I say to you, he who does not enter the sheepfold by the door but climbs in by another way, that man is a thief and a robber; but he who enters by the door is the shepherd of the sheep. To him the gatekeeper opens; the sheep hear his voice, and he calls his own sheep by name and leads them out. When he has brought out all his own, he goes before them, and the sheep follow him, for they know his voice. A stranger they will not follow, but they will flee from him, for they do not know the voice of strangers.” This figure Jesus used with them, but they did not understand what he was saying to them. So Jesus again said to them, “Truly, truly, I say to you, I am the door of the sheep. All who came before me are thieves and robbers; but the sheep did not heed them. I am the door; if any one enters by me, he will be saved, and will go in and out and find pasture.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΒʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου.

On May 22 we commemorate the holy Martyr Basiliskos, nephew of Saint Theodore the Tyro.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας καὶ Οἰκομενικῆς Δευτέρας Συνόδου, τῆς συγκροτηθείσης ἐν ἔτει τπαʹ (381), τῆς καθελούσης τὸν Μακεδόνιον, λέγοντα μὴ εἶναι Θεὸν τὸ Πνεῦμα τὸ Ἅγιον.

On this day we also commemorate the holy Second Ecumenical Synod, which convened in the year 381, and which deposed Macedonius who said that the Holy Spirit was not God.

Ὁ Ἅγιος Μάρτυς Μάρκελλος, μόλυβδον κοχλάζοντα ποτισθείς, τελειοῦται.

The holy Martyr Marcellus died when he was made to swallow molten lead.

Ὁ Ἅγιος Μάρτυς Κόδρος, ὑπὸ ἵππων συρόμενος, τελειοῦται.

The holy Martyr Codrus died when he was dragged by horses.

Ὁ Ἅγιος Ἰωάννης ὁ Βλαδίμηρος, ὁ βασιλεὺς καὶ θαυματουργός, ξίφει τελειοῦται.

Saint John Vladimir, the king and wonder-worker, died by the sword.

Ὁ Ἅγιος νέος Ἱερομάρτυρυς Ζαχαρίας, ὁ Προυσαεύς, ἀγχόνῃ τελειοῦται.

The new holy Hieromartyr Zacharias of Prusa died by hanging.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.