Βιβλία - Πηγαί |
Books - Sources |
Πεντηκοστάριον |
Pentecostarion |
Τρίτη τῆς Εʹ Ἑβδομάδος |
Tuesday of the Fifth Week |
Μηναῖον - Τῌ Κʹ ΜΑΪΟΥ |
Menaion - May 20 |
Μνήμη τοῦ Ἁγ. Θαλλελαίου. |
Memory of St. Thalleleus |
__________ |
__________ |
|
|
ΟΡΘΡΟΣ |
MATINS |
Ἀρχὴ τοῦ Ὄρθρου |
Matins Ordinary |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is our God always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA] |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA] |
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. |
You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible. |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, Ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον Ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη. |
O awesome and unshamable Protection, O good and praiseworthy Theotokos, do not despise our petitions; make firm the community of the Orthodox; save those whom you have called to rule; grant them victory from heaven, for you gave birth to God and are truly blessed. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
Again we pray for pious and Orthodox Christians. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἐλπιδοφόρου. |
Again we pray for our Archbishop Elpidophoros. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. |
Amen. In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Glory to the holy and consubstantial and life-creating and undivided Trinity always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (3) |
Glory to God in the highest, and on earth peace, good will among men. (3) |
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δίς) |
O Lord, You shall open my lips, and my mouth will declare Your praise. (2) |
Ψαλμὸς ΞΒʹ (62). |
Psalm 62 (63). |
Ὁ Θεὸς ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ. Οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι τοῦ ἰδεῖν τὴν δύναμίν σου καὶ τὴν δόξαν σου. Ὅτι κρεῖσσον τὸ ἔλεός σου ὑπὲρ ζωάς· τὰ χείλη μου ἐπαινέσουσί σε. Οὕτως εὐλογήσω σε ἐν τῇ ζωῇ μου, καὶ ἐν τῷ ὀνόματί σου ἀρῶ τὰς χεῖράς μου. Ὡς ἐκ στέατος καὶ πιότητος ἐμπλησθείη ἡ ψυχή μου, καὶ χείλη ἀγαλλιάσεως αἰνέσει τὸ στόμα μου. Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Αὐτοὶ δὲ εἰς μάτην ἐζήτησαν τὴν ψυχήν μου, εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται. Ὁ δὲ βασιλεὺς εὐφρανθήσεται ἐπὶ τῷ Θεῷ, ἐπαινεθήσεται πᾶς ὁ ὀμνύων ἐν αὐτῷ, ὅτι ἐνεφράγη στόμα λαλούντων ἄδικα. |
O God, my God, I rise early to be with You; my soul thirsts for You. How often my flesh thirsts for You in a desolate, impassable, and waterless land. So in the holy place I appear before You, to see Your power and Your glory. Because Your mercy is better than life, my lips shall praise You. Thus I will bless You in my life; I will lift up my hands in Your name. May my soul be filled, as if with marrow and fatness, and my mouth shall sing praise to You with lips filled with rejoicing. If I remembered You on my bed, I meditated on You at daybreak; for You are my helper, and in the shelter of Your wings I will greatly rejoice. My soul follows close behind You; Your right hand takes hold of me. But they seek for my soul in vain; they shall go into the lowest parts of the earth. They shall be given over to the edge of the sword; they shall be a portion for foxes. But the king shall be glad in God; all who swear by Him shall be praised, for the mouth that speaks unrighteous things is stopped. |
Ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ· ὅτι ἐγενήθης βοηθός μου, καὶ ἐν τῇ σκέπῃ τῶν πτερύγων σου ἀγαλλιάσομαι. Ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου, ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. |
I meditated on You at daybreak. For You are my helper, and in the shelter of Your wings I will greatly rejoice. My soul follows close behind You; Your right hand takes hold of me. [SAAS] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. |
(χῦμα) |
(intoned) |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. Our hope, O Lord, glory to You. |
ΤΑ ΕΙΡΗΝΙΚΑ |
THE LITANY OF PEACE |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
In peace let us pray to the Lord. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (μεθ’ ἑκάστην δέησιν) |
Lord, have mercy. (after each petition) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν. |
For the peace from above and for the salvation of our souls, let us pray to the Lord. |
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν. |
For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord. |
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν. |
For pious and Orthodox Christians, let us pray to the Lord. |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἐλπιδοφόρου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν. |
For our Archbishop Elpidophoros, for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord. |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν. |
For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord. |
Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. |
For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord. |
Ὑπὲρ τῆς Ἱερᾶς Σχολῆς ταύτης, τοῦ προέδρου, τῶν κοσμητόρων, τῶν διδασκόντων, διδασκομένων, εὐφόρων, εὐεργετῶν, καὶ ἀποφοίτων αὐτῆς, τοῦ Κυρίου δεηθῶμεν. |
For this sacred school, its president, deans, faculty, staff, and students; the trustees, benefactors, and alumni, let us pray to the Lord. |
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν. |
For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord. |
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν. |
For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord. |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα· ὅτι πᾶσι Σωτὴρ ἐβόησας· Ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα σοι. |
O Lord, midway through the feast, give drink to my thirsty soul from the living waters of right belief. You, O Savior, proclaimed to everyone, “Let whoever is thirsty come to Me and drink.” You are the fountain of life, O Christ our God. Glory to You! [SD] |
Δόξα. Τοῦ Μάρτυρος. |
Glory. For the Martyr. |
Ἦχος δʹ. |
Mode 4. |
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν· ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Your Martyr, O Lord, was worthily awarded by You * the crown of incorruption, in that he contested for You our immortal God. * Since he possessed Your power, he defeated the tyrants, * dashing the demons’ powerless displays of defiance. * O Christ God, at his fervent entreaties, save our souls. [SD] |
Καὶ νῦν. |
Both now. |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα· ὅτι πᾶσι Σωτὴρ ἐβόησας· Ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα σοι. |
O Lord, midway through the feast, give drink to my thirsty soul from the living waters of right belief. You, O Savior, proclaimed to everyone, “Let whoever is thirsty come to Me and drink.” You are the fountain of life, O Christ our God. Glory to You! [SD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Κοντάκιον. |
Kontakion. |
Ἦχος γʹ. Ἡ Παρθένος σήμερον. |
Mode 3. N/M (On this day.) |
|
|
Τῶν Μαρτύρων σύναθλος, ἀναδειχθεὶς καὶ ὁπλίτης, στρατιώτης ἄριστος, τοῦ Βασιλέως τῆς δόξης, γέγονας διὰ βασάνων καὶ τιμωρίας, ἔπαρσιν εἰδωλολατρῶν καταπατήσας· διὰ τοῦτο τὴν σεπτήν σου, ὑμνοῦμεν μνήμην σοφὲ Θαλλέλαιε. |
In your struggles you equaled the greatest of the martyrs ⁄ as a perfect soldier at the service of the King of glory! ⁄ By the sufferings and tortures you endured, ⁄ you brought low the insolence of the worshippers of idols. ⁄⁄ Therefore we praise your blessed memory, Thallaleus the physician! [OCA] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Κʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου. |
On May 20 we commemorate the holy Martyr Thalleleos. |
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀσκλᾶ, ὅστις, ἐν ποταμῷ ῥιφείς, τελειοῦται. |
We also commemorate the holy Martyr Asclas who died when he was cast into a river. |
Οἱ τρεῖς ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Νικήτας, Ἰωάννης καὶ Ἰωσήφ, οἱ κτίτορες τῆς ἐν Χίῳ ἱερᾶς καὶ βασιλικῆς Νέας Μονῆς, ἐν εἰρήνῃ τελειοῦνται. |
Our three devout and God-bearing Fathers Niketas, John, and Joseph, Founders of the sacred and royal New Monastery (that is, Nea Moni) on Chios, reposed in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνακομιδὴ καὶ μετακομιδὴ τοῦ λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ. |
On this day was the removal and transfer of the relic of our Father among the Saints Nicholas, bishop of Myra in Lycia, the wonder-worker. |
Ὁ Ὅσιος Πατὴρ ἡμῶν Θαλάσσιος ὲν εἰρήνῃ τελειοῦται. |
Our devout Father Thalassios reposed in peace |
Ὁ Ὅσιος Μᾶρκος ὁ ἐρημίτης ἐν εἰρήνῃ τελειοῦται. |
Devout Saint Mark the Hermit reposed in peace. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. Ἦχος δʹ. |
Ode viii. Heirmos. Mode 4. |
|
Ἐν φλογὶ πυρός. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Ἐν φλογὶ πυρὸς παρίστανται, σοὶ Χερουβείμ, Σεραφεὶμ Κύριε, καὶ πᾶσα κτίσις ὕμνον ᾄδει σοι τερπνόν. Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, Χριστὸν τὸν μόνον Δημιουργόν, εἰς πάντας τοὺς αἰῶνας. |
In a fiery flame attending You are Cherubim and sublime Seraphim; * and all creation sings to You a joyous hymn, * “Sing hymns to Christ our only God and our Creator; * bless Him and exalt Him beyond measure unto all the ages.” [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ θʹ. |
Ode ix. |
Μεγαλυνάριον. Ἦχος δʹ. |
The Magnificat. Mode 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Ὁ Εἱρμός. Ἦχος δʹ. |
Heirmos (not metered). Mode 4. |
|
Παρθενομάρτυς πολύαθλος. |
Παρθένος μάρτυς πολύαθλος, Παρθένον Μητέρα πολυύμνητον, σήμερον ἐν τῷ αὐτῆς νυμφώνι, ἐπιδημοῦσαν ξεναγεῖ· νυμφοστόλοι πάντες χορεύσωμεν πάτρια, εὐσεβῶς τὴν Βασιλίδα μεγαλύνοντες. |
Today the highly extolled Virgin Mother has come to be hosted in the chamber of the virgin Martyr who won many contests. Let us the bridal party all celebrate in chorus as is our custom, and let us reverently magnify the Queen. [SD] |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἐξαποστειλάριον. Τῆς Ἑορτῆς. |
Exaposteilarion. For the Feast. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Mode 3. Having embellished heaven. |
|
|
Ὁ τὸν κρατῆρα ἔχων, τῶν ἀκενώτων δωρεῶν, δός μοι ἀρύσασθαι ὕδωρ, εἰς ἄφεσιν ἁμαρτιῶν, ὅτι συνέχομαι δίψῃ, εὔσπλαγχνε μόνε οἰκτίρμον. |
O Lord, You have the chalice * that never empties of Your gifts. * Please let me draw from Your water, * unto forgiveness of my sins, * for I am very thirsty, * only merciful compassionate Savior. [GOASD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
Δοξολογία (διαβαστά) |
Doxology (read) |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Παράσχου, Κύριε. |
Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀπόστιχα. Τῆς Μεσοπεντηκοστῆς. |
Aposticha. For Mid-Pentecost. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Ἦχος βʹ. Οἶκος τοῦ Ἐφραθᾶ. |
Mode 2. O House of Ephratha. |
|
|
Τέλος ὢν καὶ ἀρχή, μεσότης τε ἐν μέσῳ, τῆς Ἑορτῆς ἐπέστης, τῷ ἱερῷ Χριστέ μου, πηγάζων μοι τὴν ἄφεσιν. |
You, the beginning, end, * and middle, Christ, who pour out * to me and all forgiveness, * went up into the temple, about the middle of the feast. [SD] |
Στίχ. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπʼ ἀρχῆς. |
Verse: Remember Your congregation You acquired from the beginning. [SAAS] |
Ἤκουσεν ἡ Σιών, τῆς Ἀναστάσεώς σου, τὸ θεῖον κράτος Λόγε, καὶ χαίρει σὺν τοῖς τέκνοις, ὑμνοῦσά σε τὸν εὔσπλαγχνον. |
Logos, Zion has heard * about Your resurrection * and Your divine dominion. * Rejoicing with her children, * she praises You as merciful. [SD] |
Στίχ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. |
Verse: God is our King before the ages; He worked salvation in the midst of the earth. [SAAS] |
Σέλας τὸ ἐκ Πατρός, ἐξέλαμψας ὁ Λόγος· ἀλλʼ ἐπʼ ἐσχάτων χρόνων, ἐφάνης ὡς βροτός μοι, πταισμάτων νέμων ἄφεσιν. |
Logos, as Light from Light * You shone forth from the Father. * In latter times appearing * as mortal man, You grant me * forgiveness of offenses all. [SD] |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Μεσούσης τῆς ἑορτῆς τοῦ Πάσχα, ἐν τῷ ναῷ ἀνῆλθες, τοῦ ἱεροῦ ὁ Σωτὴρ ἡμῶν, καὶ στὰς ἐν μέσῳ τοῦ ὄχλου, ἐδίδασκες αὐτοὺς παῤῥησίᾳ, καὶ ἔλεγες· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, ὁ ἐμοὶ ἀκολουθῶν, οὐ μὴ περιπατήσει ἐν τῇ σκοτίᾳ, ἀλλʼ ἕξει τὸ φῶς τῆς ἀθανάτου ζωῆς. |
On this mid-Paschal holiday, we remember that You, our Savior, went up to the Temple; You stood in the midst of the crowd, and You taught them publicly and said, “I am the light of the world. Whoever follows Me will not walk in the darkness, but will have the light of immortal life.” [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀπολυτίκιον. Τοῦ Μάρτυρος. |
Apolytikion. For the Martyr. |
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. Come quickly. |
Ὁ Μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν· ἔθραυσε καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. |
Your Martyr, O Lord, was worthily awarded by You * the crown of incorruption, in that he contested for You our immortal God. * Since he possessed Your power, he defeated the tyrants, * dashing the demons’ powerless displays of defiance. * O Christ God, at his fervent entreaties, save our souls. [SD] |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα· ὅτι πᾶσι Σωτὴρ ἐβόησας· Ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω. Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεός, δόξα σοι. |
O Lord, midway through the feast, give drink to my thirsty soul from the living waters of right belief. You, O Savior, proclaimed to everyone, “Let whoever is thirsty come to Me and drink.” You are the fountain of life, O Christ our God. Glory to You! [SD] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Τρίτῃ τῆς Εʹ Ἑβδομάδος |
Tuesday of the 5th Week |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 63. |
Prokeimenon. Grave Mode. Psalm 63. |
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ καὶ ἐλπιεῖ ἐπʼ αὐτόν. |
The righteous man shall be glad in the Lord, and shall hope in Him. [SAAS] |
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ. |
Verse: Hear my voice, O God, in my supplication. [SAAS] |
ΙΕΡΕΥΣ: Σοφία. |
PRIEST: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα. |
The reading is from the Acts of the Apostles. |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πραξ 12:25; 13:1 – 12 |
Acts 12:25; 13:1 – 12 |
Ἐν ταῖς ἡμέραις ἐκείναις, Βαρνάβας καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μᾶρκον. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος. λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ Ἅγιον· ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν. Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον, καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα Βαριησοῦς, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ· ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος — οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ — ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος Ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου. |
In those days, Barnabas and Saul returned from Jerusalem when they had fulfilled their mission, bringing with them John whose other name was Mark. Now in the Church at Antioch there were prophets and teachers, Barnabas, Simeon who was called Niger, Lucius of Cyrene, Manaen a member of the court of Herod the tetrarch, and Saul. While they were worshiping the Lord and fasting, the Holy Spirit said, “Set apart for me Barnabas and Saul for the work to which I have called them.” Then after fasting and praying they laid their hands on them and sent them off. So, being sent out by the Holy Spirit, they went down to Seleucia; and from there they sailed to Cyprus. When they arrived at Salamis, they proclaimed the word of God in the synagogues of the Jews. And they had John to assist them. When they had gone through the whole island as far as Paphos, they came upon a certain magician, a Jewish false prophet, named Bar-Jesus. He was with the proconsul, Sergius Paulus, a man of intelligence, who summoned Barnabas and Saul and sought to hear the word of God. But Elymas the magician (for that is the meaning of his name) withstood them, seeking to turn away the proconsul from the faith. But Saul, who is also called Paul, filled with the Holy Spirit, looked intently at him and said, “You son of the devil, you enemy of all righteousness, full of all deceit and villainy, will you not stop making crooked the straight paths of the Lord? And now, behold, the hand of the Lord is upon you, and you shall be blind and unable to see the sun for a time.” Immediately mist and darkness fell upon him and he went about seeking people to lead him by the hand. Then the proconsul believed, when he saw what had occurred, for he was astonished at the teaching of the Lord. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Peace be with you the reader. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Τρίτῃ τῆς Εʹ Ἑβδομάδος |
Tuesday of the 5th Week |
ΙΕΡΕΥΣ |
PRIEST |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Arise. Let us hear the holy Gospel. |
Εἰρήνη πᾶσι. |
Peace be with all. |
ΧΟΡΟΣ |
CHOIR |
Καὶ τῷ πνεύματί σου. |
And with your spirit. |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
Πρόσχωμεν. |
Let us be attentive. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
Ιω 8:51 – 59 |
Jn. 8:51 – 59 |
Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐάν τις τὸν λόγον τὸν ἐμὸν τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι· νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανε καὶ οἱ προφῆται, καὶ σὺ λέγεις, ἐάν τις τὸν λόγον μου τηρήσῃ, οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα; μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανε; καὶ οἱ προφῆται ἀπέθανον· τίνα σεαυτὸν σὺ ποιεῖς; ἀπεκρίθη Ἰησοῦς· ἐὰν ἐγὼ δοξάζω ἐμαυτόν, ἡ δόξα μου οὐδέν ἐστιν· ἔστιν ὁ πατήρ μου ὁ δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ὑμῶν ἐστι, καὶ οὐκ ἐγνώκατε αὐτόν· ἐγὼ δὲ οἶδα αὐτόν. καὶ ἐὰν εἴπω ὅτι οὐκ οἶδα αὐτόν, ἔσομαι ὅμοιος ὑμῶν ψεύστης· ἀλλ᾽ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε καὶ ἐχάρη. εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας; εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι. ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽ αὐτόν. Ἰησοῦς δὲ ἐκρύβη, καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ διελθὼν διὰ μέσου αὐτῶν, καὶ παρῆγεν οὕτως. |
The Lord said to the Jews who came to him, “Truly, truly, I say to you, if any one keeps my word, he will never see death.” The Jews said to him, “Now we know that you have a demon. Abraham died, as did the prophets; and you say, ‘If any one keeps my word, he will never taste death.’ Are you greater than our father Abraham, who died? And the prophets died! Who do you claim to be?” Jesus answered, “If I glorify myself, my glory is nothing; it is my Father who glorifies me, of whom you say that he is your God. But you have not known him; I know him. If I said, I do not know him, I should be a liar like you; but I do know him and I keep his word. Your father Abraham rejoiced that he was to see my day; and he saw it and was glad.” The Jews then said to him, “You are not yet fifty years old, and have you seen Abraham?” Jesus said to them, “Truly, truly, I say to you, before Abraham was, I am.” So they took up stones to throw at him; but Jesus hid himself, and went out of the temple. [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΙΕΡΕΥΣ: Σοφία. |
PRIEST: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον. |
READER: Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ Ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ Ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, τῇ ἱερᾷ ἡμῶν Σχολῇ καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, this sacred School, and this city, to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Κατὰ τὸ Παρτριαρχικὸν Ἡμερολόγιον: |
According to the Patriarchal Hemerologion: |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ἤ· |
or: |
Σύμφωνα μέ τὴν κρατοῦσαν συνήθειαν: |
According to common practice: |
ΙΕΡΕΥΣ |
PRIEST |
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. |
ΛΑΟΣ |
PEOPLE |
Ἀληθῶς ἀνέστη ὁ Κύριος. |
Truly the Lord is risen! |
|
|