Βιβλία - Πηγαί |
Books - Sources |
Πεντηκοστάριον |
Pentecostarion |
Δευτέρα τῆς Δʹ Ἑβδομάδος |
Monday of the Fourth Week |
Μηναῖον - Τῌ ΙΒʹ ΜΑΪΟΥ |
Menaion - May 12 |
Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως |
Memory of our Fathers among the Saints, Epiphanios Bishop of Cyprus, and Germanus Archbishop of Constantinople |
__________ |
__________ |
|
|
ΟΡΘΡΟΣ |
MATINS |
Ἀρχὴ τοῦ Ὄρθρου |
Matins Ordinary |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is our God always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA] |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA] |
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. [GOA] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. |
You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible. |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, Ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον Ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη. |
O awesome and unshamable Protection, O good and praiseworthy Theotokos, do not despise our petitions; make firm the community of the Orthodox; save those whom you have called to rule; grant them victory from heaven, for you gave birth to God and are truly blessed. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
Again we pray for pious and Orthodox Christians. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἐλπιδοφόρου. |
Again we pray for our Archbishop Elpidophoros. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. |
Amen. In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Glory to the holy and consubstantial and life-creating and undivided Trinity always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (3) |
Glory to God in the highest, and on earth peace, good will among men. (3) |
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δίς) |
O Lord, You shall open my lips, and my mouth will declare Your praise. (2) |
Ψαλμὸς Γʹ (3). |
Psalm 3. |
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπʼ ἐμέ. Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. |
O Lord, why do those who afflict me multiply? Many are those who rise up against me. Many are those who say to my soul, “There is no salvation for him in his God.” But You, O Lord, are my protector, my glory and the One who lifts up my head. I cried to the Lord with my voice, and He heard me from His holy hill. I lay down and slept; I awoke, for the Lord will help me. I will not be afraid of ten thousands of people who set themselves against me all around. Arise, O Lord, and save me, O my God, for You struck all those who were foolishly at enmity with me; You broke the teeth of sinners. Salvation is of the Lord, and Your blessing is upon Your people. |
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. |
I lay down and slept; I awoke, for the Lord will help me. [SAAS] |
Ψαλμὸς ΛΖʹ (37). |
Psalm 37 (38). |
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπʼ ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπʼ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετʼ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξεναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπʼ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. |
O Lord, do not rebuke me in Your wrath, nor chasten me in Your anger. For Your arrows are fixed in me, and Your hand rests on me; there is no healing in my flesh because of Your wrath; there is no peace in my bones because of my sins. For my transgressions rise up over my head; like a heavy burden they are heavy on me. My wounds grow foul and fester because of my folly. I suffer misery, and I am utterly bowed down; I go all the day long with a sad face. For my loins are filled with mockeries, and there is no healing in my flesh. I am afflicted and greatly humbled; I roar because of the groaning of my heart. O Lord, all my desire is before You, and my groaning is not hidden from You. My heart is troubled; my strength fails me, and the light of my eyes, even this is not with me. My friends and neighbors draw near and stand against me, and my near of kin stand far off; and those who seek my soul use violence, and those who seek evil for me speak folly; and they meditate on deceit all the day long. But I like a deaf man do not hear, and I am like a mute who does not open his mouth. I am like a man who does not hear, and who has no reproofs in his mouth. For in You, O Lord, I hope; You will hear, O Lord my God. For I said, “Let not my enemies rejoice over me, for when my foot was shaken, they boasted against me.” For I am ready for wounds, and my pain is continually with me. For I will declare my transgression, and I will be anxious about my sin. But my enemies live, and are become stronger than I; and those who hate me unjustly are multiplied; those who repaid me evil for good slandered me, because I pursue righteousness; and they threw away my love as though it were a stinking corpse. Do not forsake me, O Lord; O my God, do not depart from me; give heed to help me, O Lord of my salvation. |
Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. |
Do not forsake me, O Lord; O my God, do not depart from me. Give heed to help me, O Lord of my salvation. [SAAS] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. |
(χῦμα) |
(intoned) |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. Our hope, O Lord, glory to You. |
ΤΑ ΕΙΡΗΝΙΚΑ |
THE LITANY OF PEACE |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
In peace let us pray to the Lord. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (μεθ’ ἑκάστην δέησιν) |
Lord, have mercy. (after each petition) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν. |
For the peace from above and for the salvation of our souls, let us pray to the Lord. |
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν. |
For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord. |
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν. |
For pious and Orthodox Christians, let us pray to the Lord. |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἐλπιδοφόρου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν. |
For our Archbishop Elpidophoros, for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord. |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν. |
For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord. |
Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. |
For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord. |
Ὑπὲρ τῆς Ἱερᾶς Σχολῆς ταύτης, τοῦ προέδρου, τῶν κοσμητόρων, τῶν διδασκόντων, διδασκομένων, εὐφόρων, εὐεργετῶν, καὶ ἀποφοίτων αὐτῆς, τοῦ Κυρίου δεηθῶμεν. |
For this sacred school, its president, deans, faculty, staff, and students; the trustees, benefactors, and alumni, let us pray to the Lord. |
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν. |
For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord. |
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν. |
For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord. |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος γʹ. |
Mode 3. |
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
Ἦχος γʹ. |
Mode 3. |
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
Let the heavens be glad. Let the earth rejoice exceedingly. For the Lord has shown strength with his arm. He trampled death by death. He became the first-born of the dead. Out of the belly of Hades, He has rescued us, and to the world He has granted the great mercy. [GOASD] |
Δόξα. Τῶν Ἁγίων. |
Glory. For the Saints. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης. |
Mode 1. As a citizen of the desert. |
Τοὺς διττοὺς ὑποφήτας τῆς ἀνάρχου θεότητος, τῶν θεοτυπώτων δογμάτων, τοὺς πανσόφους ἐκφάντορας, σὺν τῷ Ἐπιφανίῳ τῷ κλεινῷ, ὑμνήσωμεν τὸν θεῖον Γερμανόν· ὡς λαμπροὶ γὰρ τῶν ἀῤῥήτων μυσταγωγοί, πυρσεύουσι τοὺς κράζοντας· Δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ βεβαιοῦντι διʼ ὑμῶν, πίστιν τὴν Ὀρθόδοξον. |
Let us sing the praises of those two renowned and erudite * divine theologians of the beginningless Divinity, * Saints Epiphanios and Germanos, * those preachers of the dogmas revealed by God. * These illustrious teachers of ineffable truths * illumine those who say to them, * “Glory to Him who put a crown on you! * Glory to Him who magnified you! * Glory to Him who confirmed the Orthodox Faith through you!” [SD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἦχος αʹ. Τοῦ λίθου σφραγισθέντος. |
Mode 1. The stone having been sealed. |
|
Τοῦ λίθου σφραγισθέντος. |
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. |
When Gabriel had said to you, “Rejoice!” blessed Virgin, * and you had voiced your assent, the Lord of all became incarnate * in you, who became the holy Ark, * as righteous King David said of old. * You carried your Creator, and thus your womb was wider than the heavens. * Glory to Him who dwelt inside of you! * Glory to Him who came forth from You! * Glory to Him who through your childbirth has set us free! [GOASD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Κοντάκιον. |
Kontakion. |
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Mode 4. You who were lifted. |
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Ἱεραρχῶν τὴν θαυμαστὴν ξυνωρίδα, ἀνευφημήσωμεν πιστοὶ κατὰ χρέος, σὺν Γερμανῷ τὸν θεῖον Ἐπιφάνιον· οὗτοι γὰρ κατέφλεξαν, τῶν ἀθέων τὰς γλώσσας, δόγματα σοφώτατα, διαθέμενοι πᾶσι, τοῖς ὀρθοδόξως μέλπουσιν ἀεί, τῆς εὐσεβείας τὸ μέγα μυστήριον. |
Come, O believers, let us now do our duty * and sing the praises of that wonderful duo, our fathers Gemanos and Epiphanios. * These two holy firebrands burned the tongues of the godless, * by explaining for us all * the most wise divine doctrines. * Now we as Orthodox ever extol * the great mystery of true and correct belief. [SD] |
Ὁ Οἶκος. |
Oikos. |
Ὡς ἱερέων καλλονήν, καὶ δόξαν ὀρθοδόξων, δυάδα τὴν ἁγίαν τιμήσωμεν ἀξίως· οὗτοι γὰρ ὤφθησαν ἡμῖν πύργοι ἀσφαλείας, κατʼ ἐχθρῶν τῶν ὁρατῶν καὶ ἀοράτων πάντοτε, τῆς πίστεως στῦλοι ἀκλόνητοι, καὶ τῆς Ἐκκλησίας θεῖος κόσμος, ὃν φοροῦσα ὀρθοτομεῖ, εὐθύμως βοῶσα· Εὐφράνθη ἐν ἐμοὶ τὸ πνεῦμά μου ὄντως, τὴν στολήν μου ὥσπερ πρὶν ἀπολαβούσῃ, ἣν αἱρετικοὶ διέῤῥηξαν, μὴ ὑμνοῦντες τῆς εὐσεβείας τὸ μέγα μυστήριον. |
These two holy men were the finest of priests, the glory of the Orthodox. Let us worthily honor them. They were like security towers ever protecting us from seen and unseen foes. They were like unshakable pillars of the faith. They are the divine adornment of the Church, by which she teaches what is correct, and she happily cries out: “My spirit has rejoiced in me, truly, as I again don my garment, which the heretics had torn, by not extolling the great mystery of true and correct belief.” [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΒʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου, Ἐπισκόπου Κωνσταντίας τῆς Κύπρου. |
On May 12 we commemorate our Father among the Saints Epiphanios, Bishop of Constantia in Cyprus. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γερμανοῦ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. |
On this day we also commemorate our Father among the Saints Germanus, Archbishop of Constantinople. |
Ὁ ὅσιος πατὴρ ἡμῶν Θεόδωρος ὁ ἐν Κυθήροις, ἐν εἰρήνῃ τελειοῦται (919-948). |
Our devout Father Theodore of Kythera (919-948) reposed in peace . |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης Βλάχος, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας, ἀγχόνῃ τελειοῦται. |
On this day the holy Neo-martyr John Vlachos, who witnessed in Constantinople, died by hanging. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. Ἦχος αʹ. |
Ode viii. Heirmos. Mode 1. |
|
Ἐν καμίνῳ Παῖδες. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Ἐν καμίνῳ Παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. |
Three young men of Israel were thrown * into the blazing furnace, * as if they were being smelted. * Shining brighter than pure gold with beauty of piety, * they sang, “Bless the Lord, all you works; to the Lord sing a hymn * and exalt Him beyond measure unto all the ages.” [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ θʹ. |
Ode ix. |
Μεγαλυνάριον. Ἦχος αʹ. |
The Magnificat. Mode 1. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Ὁ Εἱρμός. Ἦχος αʹ. |
Heirmos. Mode 1. |
|
Τύπον τῆς ἁγνῆς. |
Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθʼ ἡμῶν τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν. |
Burning, yet remaining unconsumed, * the bush revealed a type of your virgin childbirth. * And now we entreat that you extinguish the wild fire * of temptations, for it is engulfing us, * all-holy Theotokos, * and we will magnify you ceaselessly. [SD] |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἐξαποστειλάριον. |
Exaposteilarion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε. |
Mode 2. O Women, hearken. |
|
Γυναῖκες ἀκουτίσθητε. |
Δεῦτε πιστοὶ τιμήσωμεν, τὴν θείαν καὶ πανίερον, Ἱεραρχῶν ξυνωρίδα, ἐν ὑμνῳδίαις ᾀσμάτων· τὸν θεῖον Ἐπιφάνιον, καὶ Γερμανὸν τοὺς λύσαντας, αἱρέσεων σκοτόμαιναν, καὶ εὐσεβείας ἀκτῖσι, φωτίσαντας πᾶσαν κτίσιν. |
Come, O believers, let us sing * our sacred hymns in honor of * the two divine and all-sacred * holy Hierarchs and fathers. * The godly Epiphanios and St. Germanus put an end * to the darkness of heresies, * and they illumined the whole world * with rays of the true, correct Faith. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
Δοξολογία (διαβαστά) |
Doxology (read) |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Παράσχου, Κύριε. |
Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀπόστιχα. Τοῦ Παραλύτου. |
Aposticha. For the Paralytic. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Ἦχος γʹ. Μεγάλη τοῦ Σταυροῦ σου. |
Mode 3. The power of Your holy Cross. |
|
|
Σημείων καὶ τεράτων βλέποντες τὴν δύναμιν, οἱ φθόνῳ παρειμένοι, καὶ δυνατοὶ κακίᾳ, οὐκ ἐπίστευον, ὡς σὺ Θεοῦ Υἱὸς ὑπάρχεις καὶ τοῦ παντὸς πρύτανις, ὁ καὶ Παράλυτον ὑγιῆ δείξας λόγῳ. |
Beholding signs and wonders being done, the Pharisees, * whom jealousy had mastered * and wickedness commanded, * even then did not believe that You are Lord and Master * of all, and the Son of God, * who by Your word alone * had cured the Paralytic. [SD] |
Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. |
Verse: O Lord, I will sing of Your mercies forever. [SAAS] |
Ἰδόντες οἱ Σαββάτων φύλακες Παράλυτον, σφιγχθέντα ἐν Σαββάτῳ, τὴν ψυχὴν ἐχαυνοῦντο, καί, οὐκ ἔξεστιν, ἐν τῷ Σαββάτῳ θεραπεύειν, καὶ βεβηλοῦν τὸ Σάββατον, τάχα ὡς νόμιμοι, Γραμματεῖς ἐπεβόων. |
When they who kept the Sabbath saw the Paralytic cured * on the day of the Sabbath, * their souls became conceited; * and they shouted, “It is not permitted on the Sabbath * to heal, for this would desecrate the Sabbath.” So the Scribes * said, as if they were lawful. [SD] |
Στίχ. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται. |
Verse: For You said, “Mercy shall be built up forever.” [SAAS] |
Σαββάτων αὐτουργὸν μὴ γνόντες σε καὶ Κύριον, οἱ Σάββατα τηροῦντες, τοῦ Παραλύτου σφίγξιν, διεγόγγυζον, τὴν ἐν Σαββάτῳ γενομένην. Ὡς οὐ καλόν, λέγοντες, αἵρειν τὸν κράββατον, ἐν ἡμέρᾳ Σαββάτου. |
The Scribes who kept the Sabbath failed to know that You were Lord * and Maker of the Sabbaths. * They grumbled that the healing * of the Paralytic was performed on the Sabbath. * They said that it was not right for one to carry his bed * on the day of the Sabbath. [SD] |
Δόξα. Τοῦ Ἁγ. Γερμανοῦ. |
Glory. For St. Germanus. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Τῇ μελέτῃ τῶν θείων Γραφῶν σεαυτὸν παρασχόμενος, καὶ ταῖς ἐκεῖθεν ἀκτῖσι τὸν νοῦν καταυγασθείς, τῆς ἱερωτάτης Ἱεραρχίας σκεῦος καθαρόν, καὶ φωτὸς ἔμπλεων ἀνεδείχθης, Γερμανὲ πατὴρ ἡμῶν. Ὅθεν καὶ ταῖς σοφαῖς σου διδασκαλίαις, τὸ τοῦ Χριστοῦ ποίμνιον, εἰς νομὰς ζωηφόρους ὁδηγήσας, καὶ γραφικαῖς ἀποδείξεσι, τὴν τῶν Εἰκονομάχων αἵρεσιν στηλιτεύσας, τῆς Ὀρθοδόξου Πίστεως πρόμαχος ἐγένου, καὶ φυλακαῖς καὶ θλίψεσι προσεπάλαισας· καὶ νῦν παριστάμενος Χριστῷ, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
O father Germanus, you devoted yourself to the study of holy Scripture, and by its rays your mind was illumined. Thus filled with light, you became a pure vessel of the most sacred episcopacy. Then, you led the flock of Christ into life-giving pastures, with your wise teachings. With proofs from the Scriptures, you exposed the heresy of the iconoclasts. You became a defender of the Orthodox Faith, and you endured imprisonment and afflictions. Now, as you stand near Christ, intercede on behalf of our souls. [SD] |
Καὶ νῦν. Τοῦ Παραλύτου. |
Both now. For the Paralytic. |
Τοῦ Πεντηκοσταρίου - - - |
From Pentecostarion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Ἄταφος νεκρὸς ὑπάρχων ὁ Παράλυτος, ἰδών σε ἐβόησεν· Ἐλέησόν με Κύριε, ὅτι ἡ κλίνη μου τύμβος μοι ἐγένετο. Τί μοι κέρδος ζωῆς; οὐ χρῄζω τῆς Προβατικῆς κολυμβήθρας· οὐ γὰρ ἐστί μοι τίς ὁ ἐμβάλλων με, ταραττομένων τῶν ὑδάτων· ἀλλὰ σοὶ τῇ πηγῇ προσέρχομαι τῶν ἰαμάτων, ἵνα κᾀγὼ μετὰ πάντων κράζω· Παντοδύναμε Κύριε, δόξα σοι. |
The Paralytic was like a dead man who had not been buried. When he saw You he cried aloud, “Have mercy on me, O Lord; for my bed has become a tomb for me. What gain is there for me to live? I have no use for the Sheep Pool, since I have no one who will put me in when the waters are troubled. But I come to You, the source of cures, so that with everyone else I too may cry out, ‘O almighty Lord, glory to You.’” [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
Ἦχος γʹ. |
Mode 3. |
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
Let the heavens be glad. Let the earth rejoice exceedingly. For the Lord has shown strength with his arm. He trampled death by death. He became the first-born of the dead. Out of the belly of Hades, He has rescued us, and to the world He has granted the great mercy. [GOASD] |
Δόξα. Τῶν Ἁγίων. |
Glory. For the Saints. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης. |
Mode 1. As a citizen of the desert. |
Τοὺς διττοὺς ὑποφήτας τῆς ἀνάρχου θεότητος, τῶν θεοτυπώτων δογμάτων, τοὺς πανσόφους ἐκφάντορας, σὺν τῷ Ἐπιφανίῳ τῷ κλεινῷ, ὑμνήσωμεν τὸν θεῖον Γερμανόν· ὡς λαμπροὶ γὰρ τῶν ἀῤῥήτων μυσταγωγοί, πυρσεύουσι τοὺς κράζοντας· Δόξα τῷ στεφανώσαντι ὑμᾶς, δόξα τῷ μεγαλύναντι, δόξα τῷ βεβαιοῦντι διʼ ὑμῶν, πίστιν τὴν Ὀρθόδοξον. |
Let us sing the praises of those two renowned and erudite * divine theologians of the beginningless Divinity, * Saints Epiphanios and Germanos, * those preachers of the dogmas revealed by God. * These illustrious teachers of ineffable truths * illumine those who say to them, * “Glory to Him who put a crown on you! * Glory to Him who magnified you! * Glory to Him who confirmed the Orthodox Faith through you!” [SD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἦχος αʹ. Τοῦ λίθου σφραγισθέντος. |
Mode 1. The stone having been sealed. |
|
Τοῦ λίθου σφραγισθέντος. |
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου. |
When Gabriel had said to you, “Rejoice!” blessed Virgin, * and you had voiced your assent, the Lord of all became incarnate * in you, who became the holy Ark, * as righteous King David said of old. * You carried your Creator, and thus your womb was wider than the heavens. * Glory to Him who dwelt inside of you! * Glory to Him who came forth from You! * Glory to Him who through your childbirth has set us free! [GOASD] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Δευτέρᾳ τῆς Δʹ Ἑβδομάδος |
Monday of the 4th Week |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 103. |
Prokeimenon. Mode 4. Psalm 103. |
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. |
He makes His angels spirits and His ministers a flame of fire. [SAAS] |
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. |
Verse: Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly. [SAAS] |
ΙΕΡΕΥΣ: Σοφία. |
PRIEST: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα. |
The reading is from the Acts of the Apostles. |
ΙΕΡΕΥΣ: Πρόσχωμεν. |
PRIEST: Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πραξ 10:1 – 16 |
Acts 10:1 – 16 |
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀνήρ τις ἐν Καισαρείᾳ ὀνόματι Κορνήλιος, ἑκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν τε ἐλεημοσύνας πολλὰς τῷ λαῷ καὶ δεόμενος τοῦ Θεοῦ διὰ παντός, εἶδεν ἐν ὁράματι φανερῶς ὡσεὶ ὥραν ἐνάτην τῆς ἡμέρας ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν καὶ εἰπόντα αὐτῷ· Κορνήλιε. ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε· τί ἐστι, κύριε; εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν οἰκία παρὰ θάλασσαν. ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ καὶ στρατιώτην εὐσεβῆ τῶν προσκαρτερούντων αὐτῷ, καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς εἰς τὴν Ἰόππην. Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων ἐκείνων καὶ τῇ πόλει ἐγγιζόντων ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι περὶ ὥραν ἕκτην. ἐγένετο δὲ πρόσπεινος καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ ἐκείνων ἐπέπεσεν ἐπ᾿ αὐτὸν ἔκστασις, καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον καὶ καταβαῖνον ἐπ᾿ αὐτὸν σκεῦός τι ὡς ὀθόνην μεγάλην, τέσσαρσιν ἀρχαῖς δεδεμένον καὶ καθιέμενον ἐπὶ τῆς γῆς, ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα τῆς γῆς καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ ἐγένετο φωνὴ πρὸς αὐτόν· ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε. ὁ δὲ Πέτρος εἶπε· μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ἢ ἀκάθαρτον. καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτόν· ἃ ὁ Θεὸς ἐκαθάρισε σὺ μὴ κοίνου. τοῦτο δὲ ἐγένετο ἐπὶ τρίς, καὶ πάλιν ἀνελήφθη τὸ σκεῦος εἰς τὸν οὐρανόν. |
In those days, at Caesarea there was a man named Cornelius, a centurion of what was known as the Italian Cohort, a devout man who feared God with all his household, gave alms liberally to the people, and prayed constantly to God. About the ninth hour of the day he saw clearly in a vision an angel of God coming in and saying to him, “Cornelius.” And he stared at him in terror, and said, “What is it, Lord?” And he said to him, “Your prayers and your alms have ascended as a memorial before God. And now send men to Joppa, and bring one Simon who is called Peter; he is lodging with Simon, a tanner, whose house is by the seaside.” When the angel who spoke to him had departed, he called two of his servants and a devout soldier from among those that waited on him, and having related everything to them, he sent them to Joppa. The next day, as they were on their journey and coming near the city, Peter went up on the housetop to pray, about the sixth hour. And he became hungry and desired something to eat; but while they were preparing it, he fell into a trance and saw the heaven opened, and something descending, like a great sheet, let down by four corners upon the earth. In it were all kinds of animals and reptiles and birds of the air. And there came a voice to him, “Rise, Peter; kill and eat.” But Peter said, “No, Lord; for I have never eaten anything that is common or unclean.” And the voice came to him again a second time, “What God has cleansed, you must not call common.” This happened three times, and the thing was taken up at once to heaven. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Peace be with you the reader. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Δευτέρᾳ τῆς Δʹ Ἑβδομάδος |
Monday of the 4th Week |
ΙΕΡΕΥΣ |
PRIEST |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Arise. Let us hear the holy Gospel. |
Εἰρήνη πᾶσι. |
Peace be with all. |
ΧΟΡΟΣ |
CHOIR |
Καὶ τῷ πνεύματί σου. |
And with your spirit. |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
Πρόσχωμεν. |
Let us be attentive. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
Ιω 6:56 – 69 |
Jn. 6:56 – 69 |
Εἶπεν ὁ Κύριος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. καθὼς ἀπέστειλέ με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσεται δι᾽ ἐμέ. οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, οὐ καθὼς ἔφαγον οἱ πατέρες ὑμῶν τὸ μάννα καὶ ἀπέθανον· ὁ τρώγων τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα. Ταῦτα εἶπεν ἐν συναγωγῇ διδάσκων ἐν Καπερναούμ. Πολλοὶ οὖν ἀκούσαντες ἐκ τῶν μαθητῶν αὐτοῦ εἶπον· σκληρός ἐστιν οὗτος ὁ λόγος· τίς δύναται αὐτοῦ ἀκούειν; εἰδὼς δὲ ὁ Ἰησοῦς ἐν ἑαυτῷ ὅτι γογγύζουσι περὶ τούτου οἱ μαθηταὶ αὐτοῦ, εἶπεν αὐτοῖς· τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, πνεῦμά ἐστι καὶ ζωή ἐστιν. ἀλλ᾽ εἰσὶν ἐξ ὑμῶν τινες οἳ οὐ πιστεύουσιν. ᾔδει γὰρ ἐξ ἀρχῆς ὁ Ἰησοῦς τίνες εἰσὶν οἱ μὴ πιστεύοντες καὶ τίς ἐστιν ὁ παραδώσων αὐτόν. καὶ ἔλεγε· διὰ τοῦτο εἴρηκα ὑμῖν ὅτι οὐδεὶς δύναται ἐλθεῖν πρός με, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ πατρός μου. Ἐκ τούτου πολλοὶ ἀπῆλθον ἐκ τῶν μαθητῶν αὐτοῦ εἰς τὰ ὀπίσω καὶ οὐκέτι μετ᾽ αὐτοῦ περιεπάτουν. εἶπεν οὖν ὁ Ἰησοῦς τοῖς δώδεκα· μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; ἀπεκρίθη οὖν αὐτῷ Σίμων Πέτρος· Κύριε, πρὸς τίνα ἀπελευσόμεθα; ῥήματα ζωῆς αἰωνίου ἔχεις· καὶ ἡμεῖς πεπιστεύκαμεν καὶ ἐγνώκαμεν ὅτι σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. |
The Lord said to the Jews who had believed in him, “He who eats my flesh and drinks my blood abides in me, and I in him. As the living Father sent me, and I live because of the Father, so he who eats me will live because of me. This is the bread which came down from heaven, not such as the fathers ate and died; he who eats this bread will live forever.” This he said in the synagogue, as he taught at Capernaum. Many of his disciples, when they heard it, said, “This is a hard saying; who can listen to it?” But Jesus, knowing in himself that his disciples murmured at it, said to them, “Do you take offense at this? Then what if you were to see the Son of man ascending where he was before? It is the spirit that gives life, the flesh is of no avail; the words that I have spoken to you are spirit and life. But there are some of you that do not believe.” For Jesus knew from the first who those were that did not believe, and who it was that would betray him. And he said, “This is why I told you that no one can come to me unless it is granted him by the Father.” After this many of his disciples drew back and no longer went about with him. Jesus said to the twelve, “Do you also wish to go away?” Simon Peter answered him, “Lord, to whom shall we go? You have the words of eternal life; and we have believed, and have come to know, that you are the Christ, the Son of the living God.” [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΙΕΡΕΥΣ: Σοφία. |
PRIEST: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον. |
READER: Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ Ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ Ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, τῇ ἱερᾷ ἡμῶν Σχολῇ καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, this sacred School, and this city, to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου, Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, our Fathers among the Saints, Epiphanios Bishop of Cyprus, and Germanos Archbishop of Constantinople, whose memory we observe, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Κατὰ τὸ Παρτριαρχικὸν Ἡμερολόγιον: |
According to the Patriarchal Hemerologion: |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ἤ· |
or: |
Σύμφωνα μέ τὴν κρατοῦσαν συνήθειαν: |
According to common practice: |
ΙΕΡΕΥΣ |
PRIEST |
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. |
Christ is risen from the dead, by death trampling down upon death, and to those in the tombs He has granted life. |
ΛΑΟΣ |
PEOPLE |
Ἀληθῶς ἀνέστη ὁ Κύριος. |
Truly the Lord is risen! |
|
|