2025 |
2025 |
Τῷ Σαββάτῳ | Τῌ ΚϚʹ ΑΠΡΙΛΙΟΥ |
On Saturday | April 26 |
|
|
__________ |
__________ |
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῷ Σαββάτῳ τῆς Διακαινησίμου |
Saturday of Renewal Week |
Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα. |
The reading is from the Acts of the Apostles. |
Πραξ 3:11 – 16 |
Acts 3:11 – 16 |
Ἐν ταῖς ἡμέραις ἐκείναις, κρατοῦντος τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι. ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν· ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι᾿ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν. |
In those days, while the healed lame man clung to Peter and John, all the people ran together to them in the portico called Solomon’s, astounded. And when Peter saw it he addressed the people, “Men of Israel, why do you wonder at this, or why do you stare at us, as though by our own power or piety we had made him walk? The God of Abraham and of Isaac and of Jacob, the God of our fathers, glorified his servant Jesus, whom you delivered up and denied in the presence of Pilate, when he had decided to release him. But you denied the Holy and Righteous One, and asked for a murderer to be granted to you, and killed the Author of life, whom God raised from the dead. To this we are witnesses. And his name, by faith in his name, has made this man strong whom you see and know; and the faith which is through him has given the man this perfect health in the presence of you all.” [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῷ Σαββάτῳ τῆς Διακαινησίμου |
Saturday of Renewal Week |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
Ιω 3:22 – 33 |
Jn. 3:22 – 33 |
Τῷ καιρῷ ἐκείνῳ ἦλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν, καὶ ἐκεῖ διέτριβε μετ᾽ αὐτῶν καὶ ἐβάπτιζεν. ἦν δὲ καὶ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ, καὶ παρεγίνοντο καὶ ἐβαπτίζοντο· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης. Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ. καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ· ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν· οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον· οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾽ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ· ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ἐπάνω πάντων ἐστί, καὶ ὃ ἑώρακε καὶ ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. |
At that time, Jesus and his disciples went into the land of Judea; there He remained with them and baptized. John also was baptizing at Aenon near Salim, because there was much water there; and people came and were baptized. For John had not yet been put in prison. Now a discussion arose between John’s disciples and a Jew over purifying. And they came to John, and said to him, “Rabbi, he who was with you beyond the Jordan, to whom you bore witness, here he is, baptizing, and all are going to him.” John answered, “No one can receive anything except what is given him from heaven. You yourselves bear me witness, that I said, I am not the Christ, but I have been sent before him. He who has the bride is the bridegroom, who stands and hears him, rejoices greatly at the bridegroom’s voice; therefore this joy of mine is now full. He must increase, but I must decrease. He who comes from above is above all; he who is of the earth belongs to the earth, and of the earth he speaks; he who comes from heaven is above all. He bears witness to what he has seen and heard, yet no one receives his testimony; he who receives his testimony sets his seal to this, that God is true.” [RSV] |
|
|
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚϚʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας. |
On April 26 we commemorate the holy Hieromartyr Vasilevs, Bishop of Amasia. |
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γλαφύρα ἐν εἰρήνῃ τελειοῦται. |
On this day Saint Glaphyra died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Ἰοῦστα ἐν εἰρήνῃ τελειοῦται. |
On this day devout St. Justa died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νέστωρ, τοὺς γονεῖς καταλιπὼν καὶ μονάσας, ἐν εἰρήνῃ τελειοῦται. |
On this day devout St. Nestor, who left his parents and became a monk, died in peace. |
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your saints, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |
Εἶναι Πάσχα καὶ Διακαινήσιμος Ἑβδομάδα. |
It is Pascha and Bright Week. |