2025

2025

Τῇ Παρασκευῇ | Τῌ ΚΕʹ ΑΠΡΙΛΙΟΥ

On Friday | April 25

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Παρασκευῇ τῆς Διακαινησίμου

Friday of Renewal Week

Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα.

The reading is from the Acts of the Apostles.

Πραξ 3:1 – 8

Acts 3:1 – 8

Ἐν ταῖς ἡμέραις ἐκείναις, Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην. καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾿ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν· ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην. ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπε· βλέψον εἰς ἡμᾶς. ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾿ αὐτῶν λαβεῖν. εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει. καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά, καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.

In those days, Peter and John were going up to the temple at the hour of prayer, the ninth hour. And a man lame from birth was being carried, whom they laid daily at the gate of the temple which is called Beautiful to ask alms of those who entered the temple. Seeing Peter and John about to go into the temple, he asked for alms. And Peter directed his gaze at him, with John, and said, “Look at us.” And he fixed his attention upon them, expecting to receive something from them. But Peter said, “I have no silver and gold, but I give you what I have; in the name of Jesus Christ of Nazareth, walk.” And he took him by the right hand and raised him up; and immediately his feet and ankles were made strong. And leaping up he stood and walked and entered the temple with them, walking and leaping and praising God. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Παρασκευῇ τῆς Διακαινησίμου

Friday of Renewal Week

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω 2:12 – 22

Jn. 2:12 – 22

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς εἰς Καπερναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ ἔμειναν οὐ πολλὰς ἡμέρας. Καὶ ἐγγὺς ἦν τὸ πάσχα τῶν Ἰουδαίων, καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. καὶ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους. καὶ ποιήσας φραγέλλιον ἐκ σχοινίων πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν ἐξέχεε τὸ κέρμα καὶ τὰς τραπέζας ἀνέστρεψε, καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν εἶπεν· ἄρατε ταῦτα ἐντεῦθεν· μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου. ἐμνήσθησαν δὲ οἱ μαθηταὶ αὐτοῦ ὅτι γεγραμμένον ἐστίν, ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. ἀπεκρίθησαν οὖν οἱ Ἰουδαῖοι καὶ εἶπον αὐτῷ· τί σημεῖον δεικνύεις ἡμῖν ὅτι ταῦτα ποιεῖς; ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. εἶπον οὖν οἱ Ἰουδαῖοι· τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν; ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ. ὅτε οὖν ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο ἔλεγε, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ᾧ εἶπεν ὁ Ἰησοῦς.

At that time, Jesus came to Capernaum with his mother and his brothers and his disciples; and there they stayed for a few days. The Passover of the Jews was at hand, and Jesus went up to Jerusalem. In the temple he found those who were selling oxen and sheep and pigeons, and the money-changers at their business. And making a whip of cords, he drove them all, with the sheep and oxen, out of the temple; and he poured out the coins of the money-changers and overturned their tables. And he told those who sold the pigeons, “Take these things away; you shall not make my Father’s house a house of trade.” His disciples remembered that it was written, “Zeal for your house will consume me.” The Jews then said to him, “What sign have you to show us for doing this?” Jesus answered them, “Destroy this temple, and in three days I will raise it up.” The Jews then said, “It has taken forty-six years to build this temple, and will you raise it up in three days?” But he spoke of the temple of his body. When therefore he was raised from the dead, his disciples remembered that he had said this; and they believed the scripture and the word which Jesus had spoken. [RSV]

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Μνήμη τοῦ Ἁγίου Εὐαγγελιστοῦ Μάρκου.

Memory of St. Mark the Evangelist

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Εὐαγγελιστοῦ.

For the Evangelist.

Καθολικῆς Αʹ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα.

The reading is from Peter’s First Universal Letter.

Αʹ Πε 5:6 – 14

1 Pet. 5:6 – 14

Ἀδελφοί, ταπεινώθητε ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ. πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν, νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ. ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ ὀλίγον παθόντας, αὐτὸς καταρτίσει ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ, εἰς ἣν ἑστήκατε. Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μᾶρκος ὁ υἱός μου. ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης. Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.

Brethren, humble yourselves under the mighty hand of God, that in due time he may exalt you. Cast all your anxieties on him, for he cares about you. Be sober, be watchful. Your adversary the devil prowls around like a roaring lion, seeking some one to devour. Resist him, first in your faith, knowing that the same experience of suffering is required of your brotherhood throughout the world. And after you have suffered a little while, the God of all grace, who has called you to his eternal glory in Christ Jesus, will himself restore, establish, strengthen, and settle you. To him be the glory and dominion for ever and ever. Amen. By Silvanus, a faithful brother as I regard him, I have written briefly to you, exhorting and declaring that this is the true grace of God; stand fast in it. She who is in Babylon, who is likewise chosen, sends you greetings; and so does my son Mark. Greet one another with the kiss of love. Peace to all of you that are in Christ Jesus. Amen. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Εὐαγγελιστοῦ.

For the Evangelist.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 10:16 – 21

Lk. 10:16 – 21

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

The Lord said to his disciples, “He who hears you hears me, and he who rejects you rejects me, and he who rejects me rejects him who sent me.” The seventy returned with joy, saying, “Lord, even the demons are subject to us in your name!” And he said to them, “I saw Satan fall like lightning from heaven. Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy; and nothing shall hurt you. Nevertheless do not rejoice in this, that the spirits are subject to you; but rejoice that your names are written in heaven.” In that same hour he rejoiced in the spirit and said, “I thank you, Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding and revealed them to babes; yes, Father, for so it was well-pleasing before you.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΕʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου.

On April 25 we commemorate the holy Apostle and Evangelist Mark.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεπτοῦ Ἀποστολείου τοῦ Ἁγίου καὶ πανεφήμιου Κορυφαίου τῶν Ἀποστόλων.

On this day we commemorate the consecration of the august shrine of the holy and all-lauded preeminent Apostle Peter.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μακεδονίου, Πατριάρχου Κων/πόλεως.

On this day we also commemorate our father among the saints Macedonios, Patriarch of Constantinople.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Νίκης.

On this day we also commemorate the holy woman Martyr Nike.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων ὀκτὼ Ὁσιομαρτύρων καὶ Ἀναχωρητῶν.

On this day we also commemorate the holy eight monastic Martyrs who were hermits.

Τοῦ Πεντηκοσταρίου.

From the Pentecostarion.

Τῇ Παρασκευῇ τῆς Διακαινησίμου, ἑορτάζομεν τὰ ἐγκαίνια τοῦ ναοῦ τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν καὶ θεομήτορος, τῆς Ζωηφόρου Πηγῆς, ἔτι δὲ καὶ μνείαν ποιούμεθα τῶν ἐν τούτῳ τελεσθέντων ὑπερφυῶν θαυμάτων παρὰ τῆς Θεομήτορος.

On Friday of Bright (i.e. Renewal) Week, we celebrate the dedication of the church of our most-holy Lady Theotokos, namely the church of the Life-bearing Fount. We also remember the ineffable miracles that were performed in it by the Mother of God.

Verses

Μάννα Σιλωάμ, καὶ Στοὰν Σολομῶντος

Everyone sees in your Fount, O Maiden,

Πηγὴν Κόρη σὴν ἐμφανῶς πᾶς τις βλέπει.

Manna, Siloam, and Porch of Solomon.

Ταῖς τῆς σῆς Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Mother, O Christ God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι Πάσχα καὶ Διακαινήσιμος Ἑβδομάδα.

It is Pascha and Bright Week.