2025 |
2025 |
Τῇ Τρίτῃ | Τῌ ΚΒʹ ΑΠΡΙΛΙΟΥ |
On Tuesday | April 22 |
|
|
__________ |
__________ |
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Τρίτῃ τῆς Διακαινησίμου |
Tuesday of Renewal Week |
Πράξεων τῶν Ἀποστόλων τὸ ἀνάγνωσμα. |
The reading is from the Acts of the Apostles. |
Πραξ 2:14 – 21 |
Acts 2:14 – 21 |
Ἐν ταῖς ἡμέραις ἐκείναις, σταθεὶς ὁ Πέτρος σὺν τοῖς ἕνδεκα ἐπῆρε τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς· ἄνδρες Ἰουδαῖοι καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ ἅπαντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου. οὐ γάρ, ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν· ἔστι γὰρ ὥρα τρίτη τῆς ἡμέρας· ἀλλὰ τοῦτό ἐστι τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ· καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις, λέγει ὁ Θεός, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται· καί γε ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τὰς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ προφητεύσουσι. καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. καὶ ἔσται πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου σωθήσεται. |
In those days, Peter, standing with the eleven,lifted up his voice and addressed them, “Men of Judea and all who dwell in Jerusalem, let this be known to you, and give ear to my words. For these men are not drunk, as you suppose, since it is only the third hour of the day; but this is what was spoken by the prophet Joel: ‘And in the last days it shall be, God declares, that I will pour out my Spirit upon all flesh, and your sons and your daughters shall prophesy, and your young men shall see visions, and your old men shall dream dreams; even upon my menservants and my maid servants in those days I will pour out my Spirit; and they shall prophesy. And I will show wonders in the heaven above and signs on the earth beneath, blood, and fire, and vapor of smoke; the sun shall be turned into darkness and the moon into blood, before the day of the Lord comes, the great and manifest day. And it shall be that whoever calls on the name of the Lord shall be saved.’” [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Τρίτῃ τῆς Διακαινησίμου |
Tuesday of Renewal Week |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 24:12 – 35 |
Lk. 24:12 – 35 |
Τῷ καιρῷ ἐκείνῳ, ὁ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον, καὶ παρακύψας βλέπει τὰ ὀθόνια κείμενα μόνα, καὶ ἀπῆλθε πρὸς ἑαυτόν, θαυμάζων τὸ γεγονός. Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἱερουσαλήμ, ᾗ ὄνομα Ἐμμαούς. καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ αὐτὸς ὁ Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς· οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. εἶπε δὲ πρὸς αὐτούς· τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες καί ἐστε σκυθρωποί; ἀποκριθεὶς δὲ ὁ εἷς, ᾧ ὄνομα Κλεόπας, εἶπε πρὸς αὐτόν· σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς· ποῖα; οἱ δὲ εἶπον αὐτῷ· τὰ περὶ Ἰησοῦ τοῦ Ναζωραίου, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ Θεοῦ καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρῖμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον ἀφ᾿ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς γενόμεναι ὄρθριαι ἐπὶ τὸ μνημεῖον, καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. καὶ ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτω καθὼς καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. καὶ αὐτὸς εἶπε πρὸς αὐτούς· ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται! οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν Χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν διηρμήνευεν αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ἑαυτοῦ. Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς προσεποιεῖτο πορρωτέρω πορεύεσθαι· καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· μεῖνον μεθ᾿ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶ καὶ κέκλικεν ἡ ἡμέρα. καὶ εἰσῆλθε τοῦ μεῖναι σὺν αὐτοῖς. καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετ᾿ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησε, καὶ κλάσας ἐπεδίδου αὐτοῖς. αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοί, καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπ᾿ αὐτῶν. καὶ εἶπον πρὸς ἀλλήλους· οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ἐν ἡμῖν, ὡς ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ καὶ ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; Καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἱερουσαλήμ, καὶ εὗρον συνηθροισμένους τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας ὅτι ἠγέρθη ὁ Κύριος ὄντως καὶ ὤφθη Σίμωνι. καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου. |
At that time, Peter rose and ran to the tomb; stooping and looking in, he saw the linen cloths by themselves; and he went home wondering at what had happened. And behold, two of them were going to a village named Emmaus, about seven miles from Jerusalem, and talking with each other about all these things that had happened. While they were talking and discussing together, Jesus himself drew near and went with them. But their eyes were kept from recognizing him. And he said to them, “What is this conversation which you are holding with each other as you walk, looking sad?” Then one of them, named Cleopas, answered him, “Are you the only visitor to Jerusalem who does not know the things that have happened there in these days?” And he said to them, “What things?” And they said to him, “Concerning Jesus of Nazareth, who was a prophet mighty in deed and word before God and all the people, and how our chief priests and rulers delivered him up to be condemned to death, and crucified him. But we had hoped that he was the one to redeem Israel. Yes, and besides all this, it is now the third day since this happened. Moreover, some women of our company amazed us. They were at the tomb early in the morning and did not find his body; and they came back saying that they had even seen a vision of angels, who said that he was alive. Some of those who were with us went to the tomb, and found it just as the women had said; but him they did not see.” And he said to them, “O foolish men, and slow of heart to believe all that the prophets have spoken! Was it not necessary that the Christ should suffer these things and enter into his glory?” And beginning with Moses and all the prophets, he interpreted to them in all the scriptures the things concerning himself. So they drew near to the village to which they were going. He appeared to be going further, but they constrained him, saying, “Stay with us, for it is toward evening and the day is now far spent.” So he went in to stay with them. When he was at table with them, he took the bread and blessed, and broke it, and gave it to them. And their eyes were opened and they recognized him; and he vanished out of their sight. They said to each other, “Did not our hearts burn within us while he talked to us on the road, while he opened to us the scriptures?” And they rose that same hour and returned to Jerusalem; and they found the eleven gathered together and those who were with them, who said, “The Lord has risen indeed, and has appeared to Simon!” Then they told what had happened on the road, and how he was known to them in the breaking of the bread. [RSV] |
__________ |
__________ |
Τῶν Ἁγίων Ῥαφαήλ, Νικολάου, καὶ Εἰρήνης. |
For Sts. Raphael, Nicholas and Irene. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τοῦ Μάρτυρος. |
For the Martyr. |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
Ιω 15:17 – 16:2 |
Jn. 15:17 – 16:2 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. |
The Lord said to his disciples, “This I command you, to love one another. If the world hates you, know that it has hated me before it hated you. If you were of the world, the world would love its own; but because you are not of the world, but I chose you out of the world, therefore the world hates you. Remember the word that I said to you, ‘A servant is not greater than his master.’ If they persecuted me, they will persecute you; if they kept my word, they will keep yours also. But all this they will do to you on my account, because they do not know him who sent me. If I had not come and spoken to them, they would not have sin; but now they have no excuse for their sin. He who hates me hates my Father also. If I had not done among them the works which no one else did, they would not have sin; but now they have seen and hated both me and my Father. It is to fulfill the word that is written in their law, ‘They hated me without a cause.’ But when the Comforter comes, whom I shall send to you from the Father, even the Spirit of truth, who proceeds from the Father, he will bear witness to me; and you also are witnesses, because you have been with me from the beginning. I have said all this to you to keep you from falling away. They will put you out of the synagogues; indeed, the hour is coming when whoever kills you will think he is offering service to God.” [RSV] |
|
|
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΒʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Συκεώτου, Ἐπισκόπου Ἀναστασιοπόλεως. |
On April 22 we commemorate our devout father Theodore Sykeotis, Bishop of Anastasiopolis. |
Τῇ αὐτῇ ἡμερᾳ, ὁ Ἅγιος Μάρτυς Νέαρχος πυρὶ τελειοῦται. |
On this day the holy Martyr Nearchos died by fire. |
Τῇ αὐτῇ ἡμερᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ναθαναήλ, ὅς ἐστι Σίμων ὁ ζηλωτής· ἤτοι ἡ ἀνάμνησις τῆς πρὸς Χριστὸν αὐτοῦ γνωρίσεως. |
On this day we also commemorate the holy Apostle Nathanael, who is also Simon the Zealot. This is the commemoration of when he met Christ. |
Τῇ Τρίτῃ τῆς Διακαινησίμου, μνήμην ἐπιτελοῦμεν τῶν Ἁγίων ἐνδόξων, νεοφανῶν καὶ θαυματουργῶν Ὁσιομαρτυρων Ῥαφαὴλ καὶ Νικολάου καὶ τῆς Ἁγίας Παρθενομάρτυρος Εἰρήνης καὶ τῶν σὺν αὐτοῖς μαρτυρησάντων ἐν ἔτει 1463, τῇ 9ῃ Ἀπριλίου, ἐν ᾗ συνέπεσεν ἡ παροῦσα ἡμέρα, ἐν τῇ ἀρχαίᾳ Μονῇ τῶν Καρυῶν, τῇ οὔσῃ παρὰ τῇ Θερμῇ ἐν τῇ νήσῳ Λέσβῳ, ἐν ἔτει δὲ 1959 θαυμαστῶς ἡμῖν φανερωθέντων. |
On Tuesday of Bright and Renewal Week, we celebrate the memory of the holy, glorious, newly-appearing and wonder-working devout monastic Martyrs, Raphael and Nicholas, and the holy virgin Martyr Irene, and the others who along with them endured martyrdom, on April 9, 1463, which that year was Bright Tuesday, in the ancient Monastery of Karyes, which is located near Thermi on the Greek island of Lesbos. These saints were miraculously revealed to us in the year 1959. |
Εἰς τοὺς Ἁγίους Ῥαφαὴλ καὶ Νικόλαον. |
For Sts. Raphael and Nicholas. |
Ὡς φῶς ἡμῖν ὤφθησαν Ραφαὴλ μέγα |
Raphael and Nicholas, erstwhile hidden, |
Ὁμοῦ καὶ Νικόλαος οἱ κεκρυμμένοι. |
as a light that is great have appeared to us lately. |
Εἰς τὴν Ἁγίαν Εἰρήνην. |
For St. Irene. |
Εἰρήνη ἀθλήσασα σὺν τοῖς τοκεῦσι |
Irene, who was martyred along with her parents, |
Ἡμῖν ἤδη ἔγνωσται θαύμασι ξένοις. |
was lately made known to us through marvelous wonders. |
Εἰς τὴν Ἁγίαν Εἰρήνην. |
For St. Irene. |
Εἰρήνη ἀθλήσασα σὺν τοῖς τοκεῦσι |
Irene, who was martyred along with her parents, |
Ἡμῖν ἤδη ἔγνωσται θαύμασι ξένοις. |
was lately made known to us through marvelous wonders. |
Ταῖς τῶν σῶν Ἁγίων Μαρτύρων πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων σου τῶν Ἁγίων, ἐλέησον καὶ σῶσον ἡμάς. Ἀμήν. |
By the intercessions of Your holy Martyrs and of all Your Saints, O Christ our God, have mercy on us and save us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |
Εἶναι Πάσχα καὶ Διακαινήσιμος Ἑβδομάδα. |
It is Pascha and Bright Week. |