2025 |
2025 |
Τῇ Πέμπτῃ | Τῌ Ιʹ ΑΠΡΙΛΙΟΥ |
On Thursday | April 10 |
|
|
__________ |
__________ |
Η ΠΡΟΦΗΤΕΙΑ |
THE PROPHECY |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Προκείμενον. Ἦχος δʹ. |
Prokeimenon. Mode 4. |
Ψαλμὸς ΡΙΖʹ (117). |
Psalm 117 (118). |
Αὕτη ἡ πύλη τοῦ Κυρίου· δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ. |
This is the gate of the Lord; the righteous shall go in through it. |
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός. |
Give thanks to the Lord, for He is good. [SAAS] |
Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα. |
The reading is from the Prophecy of Isaiah. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σοφία. Πρόσχωμεν. |
Wisdom. Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ησ ΞΕʹ, 8 – 16 |
Is 65:8 – 16 |
Οὕτω λέγει Κύριος· Ὃν τρόπον εὑρεθήσεται ἡ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία ἐστὶν ἐν αὐτῷ, οὕτω ποιήσω, ἕνεκεν τοῦ δουλεύοντός μοι· τούτου ἕνεκεν, οὐ μὴ ἀπολέσω πάντας, καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα, καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. Καὶ ἔσονται ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων, καὶ φάραγξ, Ἀχὼρ εἰς ἀνάπαυσιν βουκολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. Ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με, καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῷ δαιμονίῳ τράπεζαν, καὶ πληροῦντες τῇ τύχῃ κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν, πάντες ἐν σφαγῇ πεσεῖσθε, ὅτι ἐκάλεσα ὑμᾶς, καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα, καὶ παρηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου, καὶ ἃ οὐκ ἐβουλόμην, ἐξελέξασθε. Διὰ τοῦτο τάδε λέγει Κύριος· Ἰδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε, ἰδοὺ οἱ δουλεύοντές μοι πίονται, ὑμεῖς δὲ διψήσετε, ἰδοὺ οἱ δουλεύοντές με εὐφρανθήσονται, ὑμεῖς δὲ αἰσχυνθήσεσθε, ἰδοὺ οἱ δουλεύοντές μοι ἀγαλλιάσονται ἐν εὐφροσύνῃ, ὑμεῖς δὲ κεκράξεσθε διὰ τὸν πόνον τῆς καρδίας ὑμῶν, καὶ ἀπὸ συντριβῆς πνεύματος ὑμῶν ὀλολύξετε. Καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δὲ ἀνελεῖ Κύριος, τοῖς δὲ δουλεύουσί μοι, κληθήσεται ὄνομα καινόν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς· εὐλογήσουσι γὰρ τὸν Θεὸν τὸν ἀληθινόν. |
Thus says the Lord: “As the grape shall be found in a cluster, and they shall say, ‘Do not destroy it, for there is a blessing from the Lord in it,’ so shall I do for the sake of him who serves Me. For his sake I will not destroy them all. I will bring forth the seed of Jacob and the seed of Judah, and they shall inherit My holy mountain. My elect shall inherit it, and My servants shall dwell there. There shall be in the forest a fold of flocks, and the valley of Achor shall be for the resting place of herds for My people who sought Me. But you are those who forsook Me, and forget My holy mountain, and prepare a table for the devil, and fill a drink-offering to Fortune. I will deliver you to the sword, and all of you shall fall in the slaughter; because I called you, but you did not obey; I spoke, but you refused to listen. You did evil in My sight, and did not choose the things I willed.” Therefore, thus says the Lord: “Behold, My servants shall eat, but you shall hunger. Behold, My servants shall drink, but you shall thirst. Behold, My servants shall be glad, but you shall be ashamed. Behold, My servants shall rejoice exceedingly in gladness, but you shall cry out because of the pain in your heart; and you shall wail from the crushing of your spirit. For you shall leave your name as an example of excess to My elect, and the Lord shall destroy you. But those who serve Him shall be called by a new name, which shall be blessed upon the earth. For they shall bless the true God. [SAAS] |
Προκείμενον. Ἦχος δʹ. |
Prokeimenon. Mode 4. |
Ψαλμὸς ΡΙΗʹ (118). |
Psalm 118 (119) |
Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου. |
I ran on the path of Your commandments, when You enlarged my heart. |
Νομοθέτησόν με, Κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου. |
Give me as law, O Lord, the way of Your ordinances. [SAAS] |
Τὰ Ἀναγνώσματα τοῦ Ἑσπερινοῦ |
The Readings from Vespers |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Προκείμενον. Ἦχος πλ. βʹ. |
Prokeimenon. Mode pl. 2. |
Ψαλμὸς ΡΙΘʹ (119). |
Psalm 119 (120). |
Πρὸς Κύριον ἐν τῷ θλίβεσθαί με, ἐκέκραξα. |
To the Lord in my affliction I cried out. |
Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων. |
O Lord, deliver my soul from unjust lips. [SAAS] |
Γενέσεως τὸ ἀνάγνωσμα. |
The reading is from the book of Genesis. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σοφία. Πρόσχωμεν. |
Wisdom. Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Γεν ΜϚʹ 1 – 7 |
Gn 46:1 – 7 |
Ἀπάρας Ἰσραήλ, αὐτὸς καὶ πάντα τὰ αὐτοῦ, ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ἔθυσε θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσραήλ. Εἶπε δὲ ὁ Θεὸς Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός, εἰπών· Ἰακώβ, Ἰακώβ. Ὁ δὲ εἶπε· Τί ἐστιν; Ὁ δὲ λέγει αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου, μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον· εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ, καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον, καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλμούς σου. Ἀνέστη δὲ Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἀνέλαβον οἱ υἱοὶ Ἰσραὴλ τὸν πατέρα αὐτῶν, καὶ τὴν ἀποσκευήν, καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας, ἃς ἀπέστειλεν Ἰωσὴφ ἆραι αὐτόν. Καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν, ἣν ἐκτήσαντο ἐν γῇ Χαναάν, εἰσῆλθον εἰς Αἴγυπτον, Ἰακώβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ, οἱ υἱοί, καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετʹ αὐτοῦ, αἱ θυγατέρες αὐτοῦ, καὶ αἱ θυγατέρες τῶν θυγατέρων αὐτοῦ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς Αἴγυπτον. |
Now Israel took his journey with all he had, and came to the Well of Oath, and offered a sacrifice to the God of his father Isaac. Then God spoke to Israel in a vision of the night, and said, “Jacob, Jacob!” So he said, “Here I am.” So God said to him, “I am the God of your fathers; do not fear to go down to Egypt, for I will make of you a great nation there. I will go down with you to Egypt, and I will also surely bring you up again, and Joseph will put his hand on your eyes.” Then Jacob arose from the Well of Oath, and the sons of Israel carried their father Jacob, their baggage, and their wives in the carts Pharaoh had sent to carry him. So they took their livestock and their goods which they had acquired in the land of Canaan and went to Egypt, Jacob and all his seed with him. His sons and his sons’ sons, his daughters and his sons’ daughters, and all his seed he brought with him to Egypt. [SAAS] |
Προκείμενον. Ἦχος πλ. δʹ. |
Prokeimenon. Mode pl. 4. |
Ψαλμὸς ΡΚʹ (120). |
Psalm 120 (121). |
Κύριος φυλάξαι σε ἀπὸ παντὸς κακοῦ, φυλάξοι τὴν ψυχήν σου ὁ Κύριος. |
The Lord shall keep you from all evil; the Lord shall keep your soul. |
Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη. |
I lifted my eyes to the mountains. [SAAS] |
Παροιμιῶν τὸ ἀνάγνωσμα. |
The reading is from the Proverbs of Solomon. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σοφία. Πρόσχωμεν. |
Wisdom. Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πρμ ΚΓʹ, 15 – ΚΔʹ, 5 |
Pr 23:15 – 24:5 |
Υἱέ, ἐὰν σοφὴ γένηταί σου ἡ καρδία, εὐφρανεῖς καὶ τὴν ἐμὴν καρδίαν, καὶ ἐνδιατρίψει λόγοις τὰ σὰ χείλη πρὸς τὰ ἐμὰ χείλη, ἐὰν ὀρθὰ ὦσι. Μὴ ζηλούτω ἡ καρδία σου ἁμαρτωλούς, ἀλλὰ ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν· ἐὰν γὰρ τηρήσῃς αὐτά, ἔσται σοι ἔκγονα, ἡ δὲ ἐλπίς σου οὐκ ἀποστήσεται. Ἄκουε, υἱέ, καὶ σοφὸς γίνου, καὶ κατεύθυνε ἐννοίας σῆς καρδίας. Μὴ ἴσθι οἰνοπότης, μηδὲ ἐκτείνου συμβουλαῖς, κρεῶν τε ἀγορασμοῖς· πᾶς γὰρ μέθυσος καὶ πορνοκόπος πτωχεύσει, καὶ ἐνδύσεται διεῤῥηγμένα καὶ ῥακώδη πᾶς ὑπνώδης. Ἄκουε, υἱὲ πατρὸς τοῦ γεννήσαντός σε, καὶ μὴ καταφρόνει ὅτι γεγήρακέ σου ἡ μήτηρ. Ἀλήθειαν κτῆσαι καὶ μὴ ἀπώσῃ σοφίαν καὶ παιδείαν καὶ σύνεσιν. Καλῶς ἐκτρέφει πατὴρ δίκαιος, ἐπὶ δὲ υἱῷ σοφῷ εὐφραίνεται ἡ ψυχὴ αὐτοῦ. Εὐφραινέσθω ὁ πατὴρ καὶ ἡ μήτηρ ἐπὶ σοί, καὶ χαιρέτω ἡ τεκοῦσά σε. Δός μοι, υἱέ, σὴν καρδίαν· οἱ δὲ σοὶ ὀφθαλμοὶ ἐμᾶς ὁδοὺς τηρείτωσαν. Πίθος γὰρ τετριμμένος ἐστὶν ἀλλότριος οἶκος, καὶ φρέαρ στενὸν ἀλλότριον· οὗτος γὰρ συντόμως ἀπολεῖται, καὶ πᾶς παράνομος ἀναλωθήσεται. Τίνι οὐαί; τίνι θόρυβος; τίνι κρίσεις; τίνι ἀηδίαι καὶ λέσχαι; τίνι συντρίμματα διακενῆς; τίνος πελιδνοὶ οἱ ὀφθαλμοί; οὐ τῶν ἐγχρονιζόντων ἐν οἴνοις; οὐ τῶν ἰχνευόντων ποῦ πότοι γίνονται; μὴ μεθύσκεσθε οἴνῳ, ἀλλὰ ὁμιλεῖτε ἀνθρώποις δικαίοις, καὶ ὁμιλεῖτε ἐν περιπάτοις· ἐὰν γὰρ εἰς τὰς φιάλας καὶ τὰ ποτήρια δῷς τοὺς ὀφθαλμούς σου, ὕστερον περιπατήσεις γυμνότερος ὑπέρου· τὸ δὲ ἔσχατον, ὥσπερ ὑπὸ ὄφεως πεπληγὼς ἐκτείνεται, καὶ ὥσπερ ὑπὸ κεράστου διαχεῖται αὐτοῦ ὁ ἰός. Οἱ ὀφθαλμοί σου ὅταν ἴδωσιν ἀλλοτρίαν, τὸ στόμα σου τότε λαλήσει σκολιά, καὶ κατακείσῃ ὥσπερ ἐν καρδίᾳ θαλάσσης, καὶ ὥσπερ κυβερνήτης ἐν πολλῷ κλύδωνι. Ἐρεῖς δέ· Ἔτυπτόν με, καὶ οὐκ ἐπόνεσα, καὶ ἐνέπαιξάν μοι· ἐγὼ δὲ οὐκ ᾔδειν, πότε ὄρθρος ἔσται, ἵνα ἐλθὼν ζητήσω μεθʹ ὧν συνελεύσομαι. Υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας, μηδὲ ἐπιθυμήσῃς εἶναι μέτʹ αὐτῶν· ψευδῆ γὰρ μελετᾷ ἡ καρδία αὐτῶν, καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ. Μετὰ σοφίας οἰκοδομεῖται οἶκος, καὶ μετὰ συνέσεως ἀνορθοῦται. Μετὰ αἰσθήσεως, ἐμπίπλανται τὰ ταμιεῖα ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ. Κρείσσων σοφὸς ἰσχυροῦ, καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου. |
My son, if your heart becomes wise, you will also gladden my heart; and your lips shall spend time with the words on my lips, if they be upright. Do not let your heart envy sinners, but be in fear of the Lord the whole day long. For if you keep these words, you shall have offspring, and your hope will not depart from you. Hear, my son, and become wise, and direct aright the thoughts of your heart. Do not be a wine-bibber, neither provide contributions of meats or goods at drinking parties. For every drunkard and fornicator shall become impoverished, and every sluggard shall clothe himself with tattered and ragged garments. Hear, my son, your father who begot you, and do not despise your mother because she has grown old. A righteous father rears his child well, and his soul rejoices in a wise son. Let your father and mother be glad in you, and let her who bore you rejoice. My son, give me your heart, and let your eyes observe my ways; for a house of prostitution is a pierced vessel and a strange and empty well; for he shall perish suddenly, and every lawless man shall be destroyed. Who has woe? Who has tumult? Who has condemnation? Who has unpleasantness and gossip? Who has afflictions with no purpose? Whose eyes are pale? Is it not those who linger long with wines? Is it not those who hunt for the whereabouts of drinking parties? Do not be drunk with wine, but keep company with righteous men, and keep company in public walks; for if you set your eyes to the bowls and cups, afterward you will walk about more naked than ground meat. And at last, he stretches himself out as one bitten by a serpent, and the venom spreads through him as one bitten by a horned serpent. When your eyes behold a strange woman, then your mouth will speak twisted things; and you will lie down as in the heart of the sea and as a pilot in a great storm; and you will say, “They beat me, but I did not suffer, and they mocked me, but I knew it not; when will it be morning, that I may go seek those with whom I may company?” My son, do not envy evil men, neither desire to be with them; for their heart ponders a lie, and their lips speak of sufferings. A house is built with wisdom, and it is built up with understanding. Storehouses are filled with perception from all honorable and good riches. It is better to be a wise man of strength and a man having discernment, than to be a man who has a large estate. [SAAS] |
|
|
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Ιʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Πομπηίου, καὶ ἐτέρων τριάκοντα ἕξ· ἔτι δὲ καὶ τῶν περὶ τὸν μακάριον Ζήνωνα καὶ Ἀλέξανδρον καὶ Θεόδωρον. |
On April 10, we commemorate the holy martyrs Terence, Africanos, Maximos, Pompey, and another thirty-six; and also those with the blessed Zeno and Alexander and Theodore. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Προφήτιδος Ὀλδᾶς. |
On this day we also commemorate the holy Prophetess Olda. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰακώβου Πρεσβυτέρου καὶ Ἀζᾶ Διακόνου. |
On this day we also commemorate the holy martyrs Iakovos the priest and Azas the deacon. |
Ὁ Ἅγιος Νεομάρτυς Δῆμος ὁ ἐν Σμύρνῃ μαρτυρήσας κατὰ τὸ ἔτος ᾳψξγʹ (1763), ξίφει τελειοῦται. |
The holy new martyr Demos, who witnessed in Smyrna in the year 1763, died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Γρηγρορίου τοῦ Εʹ, τοῦ νέου ἱερομάρτυρος, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ Οἰκουμενικοῦ Πατριάρχου, τοῦ δι’ἀγχόνης μαρτρήσαντος ἐν αὐτῇ κατὰ τὸ ἔτος ᾳωκαʹ (1821). |
On this day we also commemorate our father among the saints Gregory V, the new hieromartyr, Archbishop of Constantinople and Ecumenical Patriach, who witnessed by hanging in that city in the year 1821. |
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
By the intercessions of Your Saints, O Christ God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι Μ. Τεσσαρακοστή. |
It is a weekday in Lent. |