Βιβλία - Πηγαί |
Books - Sources |
Τριῴδιον |
Triodion |
Ἦχος βαρύς. Τῇ Τετάρτῃ Πρωΐ |
Grave Mode. On Wednesday Morning |
Τῇ Τετάρτῃ Εʹ Ἑβδομάδος Πρωΐ |
On Wednesday of the Fifth Week Morning |
Μηναῖον - Τῌ Βʹ ΑΠΡΙΛΙΟΥ |
Menaion - April 2 |
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Τίτου |
Memory of our Devout Father Titus |
__________ |
__________ |
|
|
ΟΡΘΡΟΣ |
MATINS |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος βαρύς. |
Grave Mode. |
Στίχ. αʹ. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. |
Verse 1: My spirit rises early in the morning to You, O God, for Your commands are a light upon the earth. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. |
Verse 2: Learn righteousness, you who dwell on the earth. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. γʹ. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. |
Verse 3: Jealousy will seize an untaught people; and now fire will devour the adversaries. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. δʹ. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. |
Verse 4: Bring more evils on them, O Lord, bring more evils on them, on the glorious of the earth. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ὕμνοι Τριαδικοί |
Triadic Hymns |
Ἦχος βαρύς. |
Grave Mode. |
Ὁ ὑψίστῃ δυνάμει χερουβικῶς ἀνυμνούμενος, καὶ θεϊκῇ δόξῃ ἀγγελικῶς προσκυνούμενος, πρόσδεξαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς, ἀναξίως τολμῶντας κραυγάζειν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. |
O Lord, in Your highest power You are extolled by the cherubim, and in Your divine glory You are worshiped by the angels. Accept us sinners also, who dare unworthily to cry to You: Holy, holy, holy are You, our God! By the power of Your Cross save us. [SD] |
Δόξα. |
Glory. |
Ὡς ὕπνον τὸν ὄκνον, ἀποθεμένη ψυχή, διόρθωσιν πρὸς ἔγερσιν, δεῖξον τῷ Κριτῇ, καὶ ἐν φόβῳ βόησον· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Πρεσβείαις τῶν ἁγίων σῶσον ἡμᾶς. |
O my soul, cast off laziness as if it were sleep, and show the Judge that you have woken and are mending your ways, and with fear cry aloud: Holy, holy, holy are You, our God! By the intercessions of the Saints save us. [SD] |
Καὶ νῦν. |
Both now. |
Τῇ ἀπροσίτῳ Θεότητι, τῇ ἐν Μονάδι Τριάδι, τῶν Σεραφεὶμ τὸν Τρισάγιον ἀναπέμποντες αἶνον, μετὰ φόβου βοήσωμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
To the unapproachable Godhead, the Trinity in Unity, let us send up the Thrice-Holy Hymn of the Seraphim; and with fear cry aloud: Holy, holy, holy are You, our God! Through the Theotokos have mercy on us. [SD] |
Ἐὰν ὁ Μέγας Κανὼν ψάλλεται τῇ Τετάρτῃ εἰς τὸ Ἀπόδειπνον, ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 19. Καὶ εὐθύς, ἄνευ μικρᾶς Συναπτῆς· |
If the Great Canon is on Wednesday at Compline, the appointed Kathisma of the Psalter is Kathisma 19. There is no litany, but immediately the following: |
Ἐὰν ὅμως ὁ Μέγας Κανὼν ψάλλεται τῇ Πέμπτῃ εἰς τὸν Ὄρθρον, ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 20. Καὶ εὐθύς, ἄνευ μικρᾶς Συναπτῆς· |
If, however, the Great Canon is on Thursday at Matins, the appointed Kathisma of the Psalter is Kathisma 20. There is no litany, but immediately the following: |
ΧΟΡΟΣ |
CHOIR |
Κάθισμα Αʹ. |
Kathisma I. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Σταυρώσιμα. |
For the Cross. |
Ἦχος βαρύς. |
Grave Mode. |
Ἡ Ἐκκλησία βοᾷ σοι Χριστὲ ὁ Θεός, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ προσκυνοῦσά σε· Νίκας τοῖς βασιλεῦσιν ἡμῶν, διὰ τῆς Θεοτόκου δωρούμενος, ἐλέησον ἡμᾶς. |
The Church worships You, O Christ God, and venerates the cedar, pine, and cypress. And she prays to You, “Grant success to our government, through the Theotokos, and have mercy on us.” [GOASD] |
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. |
Verse: Exalt the Lord our God, and worship at the footstool of His feet; for He is holy. [SAAS] |
Ὁ διʼ ἐμὲ ἀνασχόμενος, τῆς ἐν Σταυρῷ προσηλώσεως, δέξαι μου τὴν ἄγρυπνον αἴνεσιν, Χριστὲ ὁ Θεός, καὶ σῶσόν με ὡς φιλάνθρωπος. |
O Christ God, who for me endured being nailed to the Cross, accept my vigilant praise, and save me, in Your benevolence for humanity. [SD] |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν, Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν. |
Christ our God was crucified for us, and He brought down the dominion of death. O Virgin Theotokos, unceasingly entreat Him to save our souls. [SD] |
Ἐὰν ὁ Μέγας Κανὼν ψάλλεται τῇ Τετάρτῃ εἰς τὸ Ἀπόδειπνον, ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 20. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
If the Great Canon is on Wednesday at Compline, the appointed Kathisma of the Psalter is Kathisma 20. Then the short litany. |
Ἐὰν ὅμως ὁ Μέγας Κανὼν ψάλλεται τῇ Πέμπτῃ εἰς τὸν Ὄρθρον, ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 1. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
If, however, the Great Canon is on Thursday at Matins, the appointed Kathisma of the Psalter is Kathisma 1. Then the short litany. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κάθισμα Βʹ. Τοῦ Τριῳδίου. |
Kathisma II. From the Triodion. |
Ἦχος πλ. δʹ. Τὸ προσταχθέν. |
Mode pl. 4. N/M (When he perceived.) |
|
Τὸ προσταχθέν. |
Ξύλου γευσάμενος, Ἀδὰμ μὴ προσηκόντως, τῆς ἀκρασίας τοὺς καρποὺς πικρῶς ἐτρύγησεν, ὑψωθεὶς δὲ ἐν ξύλῳ τοῦτον ἐλυτρώσω, Οἰκτίρμον, τῆς καταδίκης τῆς χαλεπῆς· διό σοι ἀναβοῶμεν· Δίδου ἡμῖν, ἐγκρατεύεσθαι Δέσποτα, ἀπὸ καρποῦ φθοροποιοῦ, καὶ πράττειν σου τὸ θέλημα, ὅπως εὕρωμεν ἔλεος. |
Sinfully Adam ate from the tree, and reaped in bitterness the fruits of his greed; but Thou wast lifted on the Tree, O merciful Lord, and hast delivered him from his grievous condemnation. Therefore we raise our cry to Thee: Grant us, Master, to abstain from the fruit that brings corruption, and to do Thy will, that we may receive Thy mercy. [KW] |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
Ἦχος πλ. δʹ. Τὸ προσταχθέν. |
Mode pl. 4. N/M (When he perceived.) |
|
Τὸ προσταχθέν. |
Τὸν ἐξ αἱμάτων σου ἁγνῶν σωματωθέντα, καὶ ὑπὲρ ἔννοιαν ἐκ σοῦ Σεμνὴ τεχθέντα, ἐπὶ ξύλου κρεμάμενον μέσον τῶν κακούργων, ὁρῶσα, τὰ σπλάγχνα ἤλγεις, καὶ μητρικῶς, θρηνοῦσα, ἐβόας· Οἴμοι Τέκνον ἐμόν! τίς ἡ θεία καὶ ἄφατος, οἰκονομία σου διʹ ἧς, ἐζώωσας τὸ πλάσμα σου. Ἀνυμνῶ σου τὸ εὔσπλαγχνον. |
O holy Virgin, Christ took flesh from thy pure womb and was born from thee in ways beyond our understanding; seeing Him hang between two evildoers on the Cross, thy heart was filled with anguish, and with a mother’s grief thou hast cried out: ‘Woe is me, my Child! What is this divine and ineffable act of Thy loving providence, whereby Thou hast restored to life Thy creature? I sing the praises of Thy deep compassion.’ [KW] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 2. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 2. Then the short litany. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed is Your name, and glorified is Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κάθισμα Γʹ. Τοῦ Τριῳδίου. |
Kathisma III. From the Triodion. |
Ἦχος βʹ. Τὴν ἄχραντον Εἰκόνα σου. |
Mode 2. |
|
|
Τὸ ξύλον τὸ πανάγιον, ἀνυμνοῦντες τοῦ Σταυροῦ, τὴν ἄκραν ἀγαθότητα, προσκυνοῦμέν σου ἀεί, Χριστὲ ὁ Θεός· ἐν τούτῳ γὰρ κατῄσχυνας, τὰς δυνάμεις τοῦ ἐχθροῦ, καὶ ἔδωκας σημείωσιν, τοῖς πιστεύουσιν εἰς σέ· ὅθεν εὐχαρίστως βοῶμέν σοι· Πάντας ἀξίωσον, εὐθύμως εἰρηνεύοντας, ἀποπληρῶσαι τῆς Νηστείας τὸν χρόνον. |
Singing the praises of the most holy Wood of the Cross, we ever venerate Thy boundless love, O Christ our God. For through the Cross Thou hast put to shame the hosts of the enemy, and hast given a sign to those that set their trust in Thee. Therefore in thanksgiving we cry aloud to Thee: Grant that with good courage and in peace we may all complete the time of the Fast. [KW] |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
Ἦχος βʹ. Τὴν ἄχραντον Εἰκόνα σου. |
Mode 2. |
|
|
Τὸν ἄμωμον Ποιμένα σε, καθορῶσα ἡ Ἀμνάς, ἐν ξύλῳ ἀναρτώμενον, θρηνῳδοῦσα μητρικῶς, ἐβόα· θανάτω σε, Υἱὲ κατέκρινεν ὁ ἀχάριστος λαός, ἀνθʹ ὧν νεφέλην ἥπλωσας, εἰς διάβασιν αὐτῷ, οἴμοι ἀτεκνοῦμαι ἡ ἄνανδρος! ἀλλʹ ἐξανάστηθι καὶ λάμψον Ἥλιε, καὶ δοξασθήσομαι ἐν τοῖς υἱοῖς τῶν γηγενῶν. |
When the Ewe-Lamb saw the innocent Shepherd hanging on the Wood, with a mother’s grief she cried aloud: ‘O my Son, Thou hast spread out a cloud for Thy people as they journeyed through the wilderness, but with ingratitude they have condemned Thee to death. Woe is me! I have no husband, and now I have no Child. But, arise, O Sun, and let Thy light shine forth; and I shall be glorified among the children of mortal men.’ [KW] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save Your people and bless Your inheritance. Look upon Your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us Your rich mercies: |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν ἁγίων· |
through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasius, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalampus and Eleutherius, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Catherine, Kyriaki, Photini, Marina, Paraskevi and Irene; our venerable and God-bearing fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna; and all Your saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (ιβʹ) |
Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Through the mercy, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΧΟΡΟΣ |
CHOIR |
Κανὼν τοῦ Ὁσίου. |
Canon for the Devout Man. |
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode i. Mode pl. 4. Heirmos. |
|
Ὑγρὰν διοδεύσας. |
Στίχ. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. |
Verse: Let us sing to the Lord, for He is greatly glorified. |
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· Τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν. |
Of old when the Israelite had crossed * the watery passage as if over a tract of land, * fleeing from the misery of Egypt, * he cried: “To God our Redeemer, O let us sing.” [SD] |
Τροπάρια. |
Troparia. |
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Devout Saint of God, intercede for us. |
Ὅλον με τοῖς πάθεσι τῆς σαρκός, δεινῶς ἐμπαγέντα, καὶ φθαρέντα ταῖς ἡδοναῖς, θησαυρὸς ὑπάρχων ἀπαθείας, ταῖς σαῖς πρεσβείαις με Τίτε διάσωσον. |
O Titus, you are a treasury of dispassion. I am bogged down from head to toe with fleshly passions and corrupted by sensual pleasures; therefore, save me at your intercessions [RB] |
Στίχ. Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπʼ αἰῶνα, καὶ ἔτι. Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν. |
Verse: The Lord reigns forever and ever and ever. For Pharaoh’s horses went with his chariots and horsemen into the sea. [SAAS] |
Τῇ θείᾳ τοῦ Πνεύματος ἐκλογῇ, Θεῷ προσηνέχθης, ἐκ σπαργάνων τῶν μητρικῶν, καὶ τῆς ἀπειράνδρου Θεοτόκου, μύστης καὶ λάτρις ἐχρημάτισας. |
The Spirit divinely chose you, you were offered to God from the time you were swaddled as an infant, and you were initiated and became a servant of the Virgin Theotokos. [RB] |
Στίχ. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. |
Verse: But the children of Israel walked on dry ground in the midst of the sea. [SAAS] |
Ὡς τῆς ἐγκρατείας τὸν γλυκασμόν, θηλάσας ἀπώσω, τὴν πικρίαν τὴν τῶν παθῶν· ὅθεν ὑπὲρ μέλι καὶ κηρίον, ἡδύνεις Πάτερ τὰς ψυχὰς ἡμῶν. |
O Father, you were nourished with the sweetness of self-control, you rejected the bitterness of the passions, and thus you sweeten our souls more than honey and the honey-comb. [RB] |
Δόξα. |
Glory. |
Νέον ὡς τοῦ Παύλου σε φοιτητήν, Τίτον εὐφημοῦμεν· τῶν ἐκείνου γὰρ ζηλωτής, ἀγώνων ἐδείχθης θεομάκαρ, καὶ σὺν αὐτῷ τὸ στέφος εἴληφας. |
O Titus, we celebrate you as Paul’s new disciple; for you imitated his struggles. O blessed man of God, you have been crowned with him. [RB] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Λόγον τὸν ἀμήτορα ἐκ Πατρός, ἀπάτορα τοῦτον, ἐπʼ ἐσχάτων θεανδρικῶς, ἐκύησας μόνη Θεομῆτορ, ὡς ὑπερτέρα πάσης κτίσεως. |
O Mother of God, you are higher than all of creation, and so, in these last times you alone conceived without a father the Word, as both God and man, from the Father without a mother. [RB] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ὁσίου. |
Canon for the Devout Man. |
ᾨδὴ γʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode iii. Mode pl. 4. Heirmos. |
|
Σὺ εἶ τὸ στερέωμα. |
Στίχ. Ἅγιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. |
Verse: Holy are You, O Lord, and my spirit praises You. |
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου. |
Lord, You are the firm support * of those run to You faithfully. * You are the light * of those who are darkened. * And my spirit is praising You. [SD] |
Τροπάρια. |
Troparia. |
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Devout Saint of God, intercede for us. |
Μύρον ἁγιάσματος, ἐκ τῶν ἀσκητικῶν Ὅσιε, ἀρωμάτων, ὅλως συνετέθης, εἰς ὀσμὴν τοῦ Θεοῦ ἡμῶν. |
O righteous Father Titus, as myrrh of sanctification, you were infused completely with ascetic spices and became a sweet perfume unto our God [RB] |
Στίχ. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη ἐπʼ ἐχθρούς μου τὸ στόμα μου, εὐφράνθην ἐν σωτηρίῳ σου. |
Verse: My heart is strengthened in the Lord; my horn is exalted in my God. I smile at my enemies; I rejoice in Your salvation. [SAAS] |
Μύρον ἁγιάσματος, ἐκ τῶν ἀσκητικῶν Ὅσιε, ἀρωμάτων, ὅλως συνετέθης, εἰς ὀσμὴν τοῦ Θεοῦ ἡμῶν. |
O righteous Father Titus, as myrrh of sanctification, you were infused completely with ascetic spices and became a sweet perfume unto our God [RB] |
Στίχ. Ὅτι οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλήν σου. |
Verse: Because no one is holy like the Lord, no one is righteous like our God, no one is holy but You. [SAAS] |
Ὅπλον τὴν ἐγκράτειαν, καὶ θυρεὸν εὐχὴν Ὅσιε, ἔχων ἀεί, τὰς ἀρχὰς τοῦ σκότους, θριαμβεύσας κατῄσχυνας. |
O righteous one, abstinence was your weapon and prayer was your breastplate, and so you defeated the powers of darkness, putting them to shame. [RB] |
Στίχ. Μὴ καυχᾶσθε καὶ μὴ λαλεῖτε ὑψηλὰ εἰς ὑπεροχήν, μηδὲ ἐξελθέτω μεγαλοῤῥημοσύνη ἐκ τοῦ στόματος ὑμῶν. |
Verse: Do not boast nor speak of high things; let no arrogance come from your mouth. [SAAS] |
Νόμον τὸν τοῦ Πνεύματος, ἀντιτιθεὶς σοφῶς ἔσβεσας, τὸν τῆς σαρκός, νόμον καὶ νομίμως, τῷ Κυρίῳ δεδούλευκας. |
You wisely held back the law of the flesh with the law of the Spirit, and you served the Lord lawfully. [RB] |
Στίχ. Ὅτι Θεὸς γνώσεων Κύριος, καὶ Θεὸς ἑτοιμάζων ἐπιτηδεύματα αὐτοῦ. |
Verse: For the Lord is the God of knowledge; and God is preparing His actions. [SAAS] |
Θεοτοκίον. |
Theotokion. |
Ἵλεων γενέσθαι μοι, ἐκδυσωπῶ ἀεὶ Δέσποινα, ταῖς σαῖς εὐχαῖς, τὸν ἐκ σοῦ τεχθέντα, ἐν ἡμέρᾳ τῆς κρίσεως. |
O Lady, I entreat you that, at your prayers, He born of you may be merciful to me on the day of judgment. [RB] |
(διαβαστά) |
(read) |
Στίχοι Ἐνδιάμεσοι Τρίτης ᾨδῆς. |
Intermediate Verses of Ode Three. |
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν. |
He weakened the bow of mighty men, and those who are weak are girded with strength. [SAAS] |
Πλήρεις ἄρτων ἠλαττώθησαν, καὶ οἱ πεινῶντες παρῆκαν γῆν, ὅτι στεῖρα ἔτεκεν ἑπτά, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε. |
Those who were full of bread were made empty, and the hungry have forsaken the land. The barren woman has borne seven, and she who has many children has become feeble. |
Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει. |
The Lord kills and makes alive; He brings down to Hades and raises up. |
Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ. |
The Lord makes poor and rich; He brings low and lifts up. |
Ἀνιστᾷ ἀπὸ γῆς πένητα, καὶ ἀπὸ κοπρίας ἐγείρει πτωχόν, τοῦ καθίσαι αὐτὸν μετὰ δυναστῶν λαοῦ, καὶ θρόνον δόξης κατακληρονομῶν αὐτοῖς. |
He raises the poor from the earth. He lifts the needy from the dung heap, to set them among princely people and make them inherit a throne of glory. [SAAS] |
(ἐμμελῶς) |
(sung) |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
ᾨδὴ γʹ. Ἦχος πλ. δʹ. Οὐρανίας ἁψῖδος. |
Ode iii. Mode pl. 4. (NM) O Lord, Thou Builder |
|
Οὐρανίας ἁψῖδος. |
Στίχ. Διδοὺς εὐχὴν τῷ εὐχομένῳ, καὶ εὐλόγησεν ἔτη δικαίου. |
Verse: The One who gives a prayer to the one praying, He blesses with righteous years. [SAAS] |
Κατακρίνας τὴν ἔχθραν, ἐν τῷ Σταυρῷ ἔτεινας, σοῦ Δικαιοκρῖτα παλάμας, νῦν δὲ κατάκριτον, ὄντα με πταίσμασι, σῶσον τὸν ἄσωτον Σῶτερ, τὸν παραπικράναντα, σὲ τὸν μακρόθυμον. |
Stretching out Thine hands upon the Cross, O just Judge, Thou hast condemned the enmity that separated man from God; and now save me the prodigal condemned by my sins, for I have provoked Thee, O longsuffering Saviour. [KW] |
Στίχ. Κύριος ἀσθενῆ ποιήσει τὸν ἀντίδικον αὐτοῦ, Κύριος ἅγιος. |
Verse: The Lord makes His adversaries weak; the Lord is holy. [SAAS] |
Τὴν κτηνώδη ποθήσας, παθοποιὸν βίωσιν, σοῦ τῶν ἐντολῶν ἐμακρύνθην, Σῶτερ πανάγαθε, ξένοις δουλούμενος, καὶ ἀκαθάρτοις πολίταις, νῦν δὲ ἐπιστρέφοντα, δέξαι καὶ σῶσόν με. |
As the beasts I have desired a way of life that inflames the passions; I have departed far from Thy commandments, loving Saviour, and have become the servant of alien and unclean citizens. But now I turn back to Thee: accept me and save me. [KW] |
Στίχ. Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ. |
Verse: Let not the man of learning boast in his understanding, nor let the man of might boast in his might, nor let the man of riches boast in his riches. [SAAS] |
Μογγιλάλου ὡς πάλαι, τὰς ἀκοὰς ἤνοιξας, ἄνοιξον ψυχῆς μου τὰ ὦτα, γνώμῃ κωφεύοντα, καὶ ἐνωτίζεσθαι, σοῦ τὸν σωτήριον λόγον, Ἰησοῦ ἀξίωσον, μόνε φιλάνθρωπε. |
As once Thou hast opened the ears and loosed the tongue of the man with an impediment in his speech, open now the ears of my soul that is grown deaf in its understanding, and count it worthy to hear Thy saving word, O Jesus who alone lovest mankind. [KW] |
Στίχ. Ἀλλʼ ἢ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν Κύριον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. |
Verse: Only let the one who boasts boast in this: to understand and to know the Lord and to do justice and righteousness in the midst of the earth. [SAAS] |
Θεοτοκίον. |
Theotokion. |
Ἡ σωτήριος πύλη, ἡ πρὸς Θεὸν γέφυρα τῶν Χριστιανῶν ἡ προστάτις, πάναγνε Δέσποινα, περιστατούμενον, ταῖς συμφοραῖς με τοῦ βίου, καὶ κλυδωνιζόμενον, Κόρη κυβέρνησον. |
All-holy Lady, Gate of salvation, Bridge to God, Protector of Christians, pilot me on my way, O Virgin, for I am beset by the troubles of this life and tossed to and fro. [KW] |
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
ᾨδὴ γʹ. Ἦχος βʹ. Στειρωθέντα μου τὸν νοῦν. |
Ode iii. Mode 2. (NM) O God, the husbandman. |
|
Στειρωθέντα μου τὸν νοῦν. |
Στίχ. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἑβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὢν. |
Verse: The Lord went up into the heaven and thundered. The Lord judges the ends of the earth. [SAAS] |
Διὰ σπλάγχνα οἰκτιρμῶν, ἀνελθὼν ἐν τῷ Σταυρῷ, ἀνείλκυσάς με, ἐκ βαράθρων παθῶν, καὶ ἀνύψωσας Χριστὲ εἰς τὰ οὐράνια. |
In Thy tender love Thou hast mounted on the Cross, O Christ, and drawn me up from the pit of the passions, raising me to heaven. [KW] |
Στίχ. Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ. |
Verse: He gives strength to our leaders, and He will exalt the horn of His Christ. [SAAS] |
Ἐκπετάσας ἐν Σταυρῷ, τὰς παλάμας σου Χριστέ, τὰ ἔθνη πάντα, τὰ μακρὰν ἀπὸ σοῦ, ἠγκαλίσω κατεγγύς, στῆναι τοῦ κράτους σου. |
Stretching out Thy hands upon the Cross, O Christ, Thou hast embraced all the nations that were far from Thee, and hast brought them close to Thy dominion. [KW] |
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
Τρισυπόστατε Μονάς, ὑπερούσιε Τριάς, Θεότης μία, ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ εὐθές, σῷζε τοὺς σέβοντάς σε. |
Unity in three Persons, Trinity supreme in Essence, one Godhead, Father, Son and Spirit of righteousness, save those who honour Thee. [KW] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τίς αἰνεῖν σε γηγενῶν, κατʹ ἀξίαν ἱκανοί, Παρθενομῆτορ· σὺ γὰρ ἐν γυναιξί, μόνη, ὤφθης ἐκλεκτή, καὶ παμμακάριστος. |
Who among those born on earth can praise thee as is right, O Virgin Mother? For thou alone wast chosen among women, and art blessed by all. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ἀνυψώθης ἐν Σταυρῷ, ἐλογχεύθης τὴν πλευράν, χολῆς ἐγεύσω, διʹ ἐμὲ Ἰησοῦ, τὸν ἐκ τῆς παρακοῆς, παραπικράναντά σε. |
For my sake, who have provoked Thee by my disobedience, Thou wast lifted up on the Cross, O Jesus, and Thy side was pierced and Thou hast tasted gall. [KW] |
Ὁ Εἱρμός. Ἦχος βʹ. |
Heirmos (NM). Mode 2. |
|
Στειρωθέντα μου τὸν νοῦν. |
Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεὸς ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου. |
O God, the husbandman of all good trees and fruit, make fruitful my barren mind in Thy compassion. [KW] |
Ode 3: Short Litany |
Ode 3: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
ΧΟΡΟΣ |
CHOIR |
Κάθισμα. |
Kathisma. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος δʹ. Ταχὺ προκατάλαβε. |
Mode 4. N/M (Come quickly.) |
|
Ταχὺ προκατάλαβε. |
Δακρύων τοῖς ῥεύμασι, καθάπερ δένδρον σοφέ, ἀεί πιαινόμενος, δικαιοσύνης καρπούς, πλουσίως ἐξήνθησας· ὅθεν σε συνελθόντες, ἐπαξίως τιμῶμεν, Τίτε θαυματοφόρε, ἀσκητῶν ὡραιότης, ἀλλὰ ταῖς ἱκεσίαις ταῖς σαῖς, πάντας περίσῳζε. |
Wise Father, you shot up and brought forth abundant fruit of all righteousness as a tree that grew tall watered by unending rivers of tears. And so, wonderworking Titus, lovely flower of ascetics, we gather as we should to show you honor. And now, save us at your prayers to the Lord. [RB] |
Δόξα. Ἕτερον. |
Glory. Another. |
Ἦχος δʹ. Ἐπεφάνης σήμερον. |
Mode 4. N/M (You revealed yourself today.) |
|
Ἐπεφάνης σήμερον. |
Τὸν τοῦ βίου τάραχον, ἐγκαταλείψας, καὶ ἡσύχως ἅπαντα, ζήσας τὸν βίον σου σοφέ, πρὸς τὸν Θεὸν μεταβέβηκας, θαυματοφόρε Πατὴρ ἡμῶν ὅσιε. |
O Titus, you left behind the storm and stress of life. And so, O just Father, wise miracle-worker, since you lived your entire life in silence and stillness, you have passed over to dwell with God. [RB] |
Καὶ νῦν. Σταυροθεοτοκίον. |
Both now. Stavrotheotokion. |
Ἦχος δʹ. Ἐπεφάνης σήμερον. |
Mode 4. N/M (You revealed yourself today.) |
Ἐν Σταυρῷ σε Δέσποτα, προσηλωμένον, ἡ ἀμνὰς καὶ Μήτηρ σου, κατανοοῦσα μητρικῶς, ὀδυρομένη ἐβόα σοι· Τέκνον, ὑμνῶ σου τὸ ἄφατον ἔλεος. |
O Master, when your Mother the Ewe saw that You were nailed upon the Cross, as your mother she wept and lamented for You, crying: I sing the praise of Your ineffable mercy, my sweetest Child. [RB] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ὁσίου. |
Canon for the Devout Man. |
ᾨδὴ δʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode iv. Mode pl. 4. Heirmos. |
|
Εἰσακήκοα Κύριε. |
Στίχ. Δόξα τῇ δυνάμει σου, Κύριε. |
Verse: Glory to Your strength, O Lord. |
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. |
I have heard the report, O Lord, * of Your incarnation, which is a mystery. * I considered Your astounding works, * and I glorified Your divinity. [SD] |
Τροπάρια. |
Troparia. |
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Devout Saint of God, intercede for us. |
Σηπεδόνα Μακάριε, τὴν τῆς ἁμαρτίας πᾶσαν διέπτυσας, καὶ τῷ βέλει τῆς ἀσκήσεως, τῶν δαιμόνων σμῆνος ἐτραυμάτισας. |
O blessed Titus, you despised all of sin’s rottenness, and you wounded the host of demons with the spear of asceticism. [RB] |
Στίχ. Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν. |
Verse: The Lord God is my strength; He will direct my feet to the end. [SAAS] |
Τῆς ἁγνείας τῷ ἔρωτι, τὴν ψυχὴν τρωθεὶς θερμῶς ἠκολούθησας, τῷ Χριστῷ, καὶ εἰσελήλυθας, εἰς νυμφῶνα δόξης Παμμακάριστε. |
O all-blessed one, the desire for purity pierced your soul. And so you zealously followed Christ, and entered into the bridal chamber of glory. [RB] |
Στίχ. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ. |
Verse: He will set me upon high places, so to conquer by His song. [SAAS] |
Ὡς λειμὼν εὐωδέστατος, καὶ τῶν ἀρετῶν παράδεισος ἔμψυχος, τὴν ἐγκράτειαν ἐξήνθησας, διʼ ἧς πάντας τρέφεις τοὺς τιμῶντάς σε. |
You have bloomed with self-control as though you were a sweet-smelling meadow and a living garden of the virtues, with which you feed all that honor you. [RB] |
Δόξα. |
Glory. |
Νομοθέτην ἀσκήσεως, καὶ τῆς ἀπλανοῦς εἰκόνα πραότητος, ὡς Μωσῆν σε καὶ Δαυῒδ ἀληθῶς, κεκτημένοι πάντες μακαρίζομεν. |
We all call you blessed, for in truth we hold you as like Moses and David, a lawgiver of asceticism and an icon of unerring meekness. [RB] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Χερουβὶμ ὑπερτέραν σε, καὶ τῶν Σεραφὶμ ὑμνοῦμεν Πανάμωμε· ὃν γὰρ τρέμουσι τὰ σύμπαντα, ἐν σαρκὶ ἐβάστασας ταῖς ἀγκάλαις σου. |
O all-blameless one, you are more exalted than the Cherubim and the Seraphim, and we praise you; for you have held in the flesh with your own arms Him before Whom all things tremble. [RB] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ὁσίου. |
Canon for the Devout Man. |
ᾨδὴ εʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode v. Mode pl. 4. Heirmos. |
|
Ἵνα τί με ἀπώσω. |
Στίχ. Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. |
Verse: O Lord our God, grant us peace. |
Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; Ἀλλʼ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι. |
Why reject me, Your servant, * from before Your face, O Lord the light that never sets? * Miserable sinner that I am, now this strange darkness covers me. * Savior, I implore You to bring me back to Your commandments, * which are light, and I pray You to guide my ways. [SD] |
Τροπάρια. |
Troparia. |
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Devout Saint of God, intercede for us. |
Σβέσας πάντα τὰ πάθη, δρόσῳ τῶν ἀγώνων σου Τίτε μακάριε, καὶ τὸ πῦρ ἀνάψας, δαψιλῶς τῆς ἀγάπης καὶ πίστεως, ἐγκρατείας λύχνος, καὶ φωτισμὸς τῆς ἀπαθείας, καὶ ἡμέρας υἱὸς ἐχρημάτισας. |
O blessed Titus, you quenched the passions with the mists of your struggles, and you built a fire of love and faith. And so you became a lamp of self-control, a beacon of passionlessness, and a son of the day. [RB] |
Στίχ. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ |
Verse: The dead shall rise up; and those in the tombs shall arise. Those in the earth shall be glad. [SAAS] |
Σβέσας πάντα τὰ πάθη, δρόσῳ τῶν ἀγώνων σου Τίτε μακάριε, καὶ τὸ πῦρ ἀνάψας, δαψιλῶς τῆς ἀγάπης καὶ πίστεως, ἐγκρατείας λύχνος, καὶ φωτισμὸς τῆς ἀπαθείας, καὶ ἡμέρας υἱὸς ἐχρημάτισας. |
O blessed Titus, you quenched the passions with the mists of your struggles, and you built a fire of love and faith. And so you became a lamp of self-control, a beacon of passionlessness, and a son of the day. [RB] |
Στίχ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. |
Verse: For your dew is a healing for them, but the land of the ungodly shall come to an end. [SAAS] |
Τὸν τῆς πίστεως βότρυν, θείᾳ γεωργίᾳ σου Πάτερ, ἐξέθρεψας, καὶ ληνοῖς ἀπέθου, καὶ ἐξέθλιψας πόνοις ἀσκήσεως, καὶ κρατῆρα πλήσας, πνευματικὸν τῆς ἐγκρατείας, κατευφραίνεις καρδίας τῆς ποίμνης σου. |
O Father, you nurtured the grapes of faith with divine expertise, you put them in the winepress, and you pressed out the wine with ascetic struggles. And so you filled the spiritual cup of self-control, and you make the hearts of your flock to rejoice. [RB] |
Δόξα. |
Glory. |
Ὑπομείνας γενναίως, προσβολὰς καὶ στίγματα δαιμόνων Ὅσιε, ἀνεδείχθης στῦλος, καρτερίας στηρίζων τὴν ποίμνην σου, βακτηρίᾳ θείᾳ, ἐπὶ νομὰς τῆς ἐγκρατείας, καὶ ἐφʼ ὕδωρ ἐκτρέφων μακάριε. |
O righteous Father, you bravely endured the attacks and wounds of the demons, you were a pillar of strength, you guided your flock in certainty with a divine staff, and you grazed your sheep in the pastures and the waters of self-control. [RB] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ὡς λιμένα σε πάντες, τεῖχος καὶ ὀχύρωμα καὶ σκέπην Ἄχραντε, καὶ πρὸς βασιλείαν, ἀκαταίσχυντον εἴσοδον ἔχοντες, τῆς ἡμῶν ἐλπίδος, μὴ ἐκπεσεῖν ἐκδυσωποῦμεν, μητρικαῖς σου πρεσβείαις πανάμωμε. |
O immaculate and all-blameless Virgin, we all have you as our refuge, high wall, fortress, and stronghold, and a gateway into the Kingdom that can never fall. And so we entreat you that at your motherly intercessions, we may not miss the mark of our hope. [RB] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ὁσίου. |
Canon for the Devout Man. |
ᾨδὴ Ϛʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode vi. Mode pl. 4. Heirmos. |
|
Ἱλάσθητί μοι Σωτήρ. |
Στίχ. Ὡς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε. |
Verse: Save us, O Lord, like You saved the Prophet Jonah. |
Ἱλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου. |
Be gracious to me, O Lord, * for many are my iniquities; * and bring me up from the depth of evils, I supplicate. * Like Jonah, I cry to You. * O my Savior, hear me, * as the God of my Deliverance. [SD] |
Τροπάρια. |
Troparia. |
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Devout Saint of God, intercede for us. |
Λύσας παθῶν τὴν ἀχλύν, καὶ τὴν ζοφώδη σκοτόμαιναν, ἡμέραν ἀνατολῆς, καὶ φῶς ἐν ταῖς τρίβοις σου, ἀνέτειλας Ὅσιε, ἐκ πολλῶν ἀγώνων, καὶ κινδύνων τῶν τῆς πίστεως. |
O righteous Titus, you endured by many struggles and dangers for the Faith, and so you dispersed the foggy and dark night of passions, and you brought about the light of sunrise to illumine all your ways. [RB] |
Στίχ. Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον. |
Verse: Those who follow vanity and lies forsake their own mercy. [SAAS] |
Ὅλως ἐξέστης Θεῷ, τῷ ἔρωτι τῆς ἀσκήσεως, καὶ κόσμον καταλιπών, καὶ τὰ κοσμοκράτορος, ἐδράξω θεόληπτε, τῆς ὑπερκοσμίου, βασιλείας τὴν ἀπόλαυσιν. |
O God-inspired Titus, you loved asceticism and were captivated thoroughly by God; you abandoned the world and the things of the ruler of the world, and you held fast to the delight of the Kingdom that is beyond the world. [RB] |
Στίχ. Ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. |
Verse: As much as I vowed, I shall offer up to You, to You, the Lord of Deliverance. [SAAS] |
Συνέλεξας ἐν ψυχῇ, τὸν θεῖον πλοῦτον τῆς χάριτος, τὴν ἄμεμπτον προσευχήν, ἁγνείαν σεμνότητα, ἀγρυπνίαν σύντονον, διʼ ὧν ἐγνωρίσθης, οἶκος ὄντως τοῦ Θεοῦ ἡμῶν. |
You gathered to your soul the divine riches of grace, immaculate prayer, purity, holiness, and intense focus, and so you were acknowledged as a house of our God. [RB] |
Δόξα. |
Glory. |
Ὕλης τῆς κάτω σοφέ, παρέδραμες τὴν εὐτέλειαν, ἀΰλῳ δὲ προσευχῇ, τὸν νοῦν ἀνεπτέρωσας, καὶ τῆς ἄνω λήξεως, κληρονόμος ὤφθης, διὰ βίου τελειότητος. |
O wise Father, you passed over the crudeness of matter below, and in spiritual prayer you gave wings to your mind, and you became an heir of the inheritance of heaven through your blameless way of life. [RB] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Συνείληφας ἀληθῶς, Θεοῦ τὸν Λόγον ἐν μήτρᾳ σου, καὶ τοῦτον ὑπερφυῶς, Πανάμωμε τέτοκας, ὃν λιταῖς ἱλέωσαι, τῶν κινδύνων πάντας, ἐκλυτρώσασθαι τοὺς δούλους σου. |
O all-blameless one, you truly conceived the Word of God in your womb and gave birth to Him who is beyond nature; at your intercessions make Him merciful, so that He may rescue all your servants from threats. [RB] |
Ὁ Εἱρμός. |
Heirmos. |
Ἱλάσθητί μοι Σωτήρ, πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου. |
Be gracious to me, O Lord, * for many are my iniquities; * and bring me up from the depth of evils, I supplicate. * Like Jonah, I cry to You. * O my Savior, hear me, * as the God of my Deliverance. [SD] |
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the King of peace and the savior of our souls, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Μαρτυρικόν. Ἦχος βαρύς. |
For the Martyrs. Grave Mode. |
Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε· διὸ ἱκετεύσατε τὸν φιλάνθρωπον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν. |
O holy Martyrs, you disdained the godlessness of the tyrants, you overlooked the pain of torture, and you did not renounce the faith in Christ. Therefore entreat our benevolent God to save our souls. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Βʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Τίτου. |
On April 2 we commemorate our devout father Titus. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων, Ἀμφιανοῦ καὶ Αἰδεσίου. |
On this day we also commemorate the holy martyrs and brothers Amphianos and Aidesios. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Θεοδώρας. |
On this day we also commemorate the holy virgin martyr Theodora. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυκάρπου. |
On this day we also commemorate the holy martyr Polycarp. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Γρηγόριος ὁ ἐν τῷ κό λπῳ τῆς Νικομηδείας ἀσκήσας κατὰ τὸ ᾳσμʹ (1240), ἐν εἰρήνῃ τελειοῦται. |
On this day the devout Gregory, who struggled in asceticism in the Gulf of Nicomedia, reposed in peace in the year 1240. |
Ταῖς αὐτῶν ἁγίας πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΧΟΡΟΣ |
CHOIR |
Κανὼν τοῦ Ὁσίου. |
Canon for the Devout Man. |
ᾨδὴ ζʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode vii. Mode pl. 4. Heirmos. |
|
Οἱ ἐκ τῆς Ἰουδαίας. |
Στίχ. Τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ. |
Verse: Blessed are You, the God of our fathers. |
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. |
Those Servants from Judea, * who of old were deported and sent to Babylon, * once treaded on the fire * of the furnace by holding * to the faith in the Trinity * and chanted: Blessed are You the God of our fathers. [SD] |
Τροπάρια. |
Troparia. |
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Devout Saint of God, intercede for us. |
Μὴ βραχεὶς ἁμαρτίαις, ποταμὸς ἐγκρατείας Πάτερ ἐδείχθης ἡμῖν, τὰ πάθη κατακλύζων, καὶ ῥύπον ἐκκαθαίρων, τῶν βοώντων ἐκ πίστεως, ὁ τῶν πατέρων ἡμῶν Θεός εὐλογητὸς εἶ. |
O Father, for us you were a river of abstinence never tainted with sins, drowning the passions, and washing away the stain of those who cry with faith: O God of our Fathers, blessed are You. [RB] |
Στίχ. Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You on the throne of Your kingdom, and You are praised and exalted beyond measure unto the ages. [SAAS] |
Νῦν ἀΰλοις χορείαις, ὁμιλῶν θεομάκαρ καὶ τῆς λαμπρότητος, τῆς ἄνω βασιλείας, ἀλήκτως ἀπολαύων, ἐποπτεύεις τοὺς ψάλλοντας, ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ. |
O blessed of God, you now are a member of the angelic choirs, and you enjoy ceaselessly the glory of the heavenly Kingdom. Watch over them that sing: O God of our Fathers, blessed are You. [RB] |
Στίχ. Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You in the firmament of heaven, for You are praised and glorified unto the ages. [SAAS] |
Ἐν τῇ ὁμολογίᾳ, τῇ τῆς Πίστεως Πάτερ ἔμεινας ἄτρεπτος· Χριστὸν γὰρ εἰκονίζων, σαρκὶ καὶ περιγράφων, προσεκύνεις καὶ ἔκραζες, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ. |
O Father Titus, you were steadfast and unchanging in your confession of faith; for in portraying and circumscribing Christ in the flesh, you worshipped Him and shouted: O God of our Fathers, blessed are You. [RB] |
Δόξα. |
Glory. |
Ἰησοῦ τοῦ Δεσπότου, ἐν τῷ σώματι φέρων Πάτερ τὰ στίγματα, κἀμὲ καταστιχθέντα, τῷ βέλει τοῦ Βελίαρ, ἰατρεύεις κραυγάζοντα, ὁ τῶν Πατέρων ἡμων Θεὸς εὐλογητός εἶ. |
O Father, you carry the marks of Jesus the Master on your body; heal me too, for I am wounded with the arrow of Belial, and I shout: O God of our Fathers, blessed are You. [RB] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ὑπὲρ φύσιν καὶ λόγον, τὸν Δεσπότην τῶν ὅλων ἐκυοφόρησας, καὶ τρέφεις ἐκ μαζῶν σου, τὸν πᾶσιν εὐκαιρίᾳ, ἑτοιμάζοντα τράπεζαν· Ὃν ἐκτενῶς Ἀγαθὴ ὑπὲρ ἡμῶν δυσώπει. |
O gracious Lady, you gave birth to the Master of all in a manner surpassing nature and rational thought, and with your breasts you fed Him that prepares a table for all in due season. Entreat him for us unceasingly. [RB] |
ᾨδὴ ηʹ. |
Ode viii. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ὁσίου. |
Canon for the Devout Man. |
ᾨδὴ ηʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode viii. Mode pl. 4. Heirmos. |
|
Τὸν Βασιλέα τῶν οὐρανῶν. |
Στίχ. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας. |
Verse: O you works, to the Lord sing a hymn, and exalt Him beyond measure unto the ages. |
Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
O praise and bless Him * who by the armies of Angels * is extolled as King of the heavens, * supremely exalting Him unto all the ages. [SD] |
Τροπάρια. |
Troparia. |
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Devout Saint of God, intercede for us. |
Στήλην σε ἔμπνουν ὡς ἀληθῶς καὶ εἰκόνα, ἐγκρατείας Πάτερ κεκτημένοι, Τίτε σου τὴν μνήμην, τιμῶμεν εἰς αἰῶνας. |
O Father Titus, we hold you as a living monument and image of self-control, and we honor your memory unto all the ages. [RB] |
Στίχ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you works of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Θίασος χαίρει τῶν Μοναστῶν, καὶ χορεύει, τῶν Ὁσίων δῆμος καὶ Δικαίων· στέφος γὰρ ἀξίως, σὺν τούτοις ἐκομίσω. |
The company of monastics rejoice, and the righteous and the just dance; for together with them you have been deemed worthy to win a crown. [RB] |
Στίχ. Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you works of the Lord, you heavens of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Ὡραϊσμένος ταῖς ἀρεταῖς, εἰς νυμφῶνα, τῆς ἀῤῥήτου δόξης ἀνεκλήθης, ὕμνον ἀναμέλπων, Χριστῷ εἰς τοὺς αἰῶνας. |
Being well-favored with the virtues, you were summoned to the bridal chamber of ineffable glory, singing hymns to Christ unto all the ages. [RB] |
Στίχ. Εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ Δυνάμεις Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you waters above the heaven, all you powers of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Τὴν διπλοΐδα τὴν ἱερὰν ἐστολίσω, καὶ τελῶν θυσίας ἀναιμάκτους, θῦμα προσηνέχθης, Θεῷ εἰς τοὺς αἰῶνας. |
You were clothed with the priestly vestments, you performed the bloodless Sacrifice, and so you were offered as a sacrifice to God unto all the ages. [RB] |
Στίχ. Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, you sun and moon, you stars of heaven, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Θεοτοκίον. |
Theotokion. |
Ἐν τῇ νηδύϊ σου τὸν πρὸ σοῦ συλλαβοῦσα, Θεομῆτορ ἄχραντε Παρθένε, τέτοκας ἀφράστως, Χριστὸν τὸν Βασιλέα. |
O immaculate Virgin and Mother of God, you conceived in your womb Him that existed before you, and you ineffably gave birth to Christ the King. [RB] |
(διαβαστά) |
(read) |
Στίχοι Ἐνδιάμεσοι Ὀγδόης ᾨδῆς. |
Intermediate Verses of Ode Eight. |
Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, every shower and dew, all you winds, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you fire and heat, you winter cold and summer heat, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you dews and snows, you frost and cold, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you hoarfrosts and snows, you lightning and clouds, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you light and darkness, you night and day, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you earth, you mountains and hills, and all you things growing on the earth, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, πηγαί, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you springs, you seas and rivers, you sea-monsters and everything that moves in the waters, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
(ἐμμελῶς) |
(sung) |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
ᾨδὴ ηʹ. Ἦχος πλ. δʹ. Ἑπταπλασίως κάμινον. |
Ode viii. Mode pl. 4. (NM) The Chaldaean tyrant |
|
Ἑπταπλασίως κάμινον. |
Στίχ. Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you birds of heaven, all you wild animals and cattle, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Τῷ ἀκοιμήτῳ ὄμματι, ἐπιβλέψας με οἴκτειρον, τῷ τῆς ῥαθυμίας νυσταγμῷ κρατούμενον, καὶ ὕπνῳ, δουλεύοντα, τῶν ἡδονῶν ἐν κλίνῃ παθῶν, ὁ ἐπὶ Σταυροῦ τὴν κεφαλήν σου προσκλίνας, καὶ θέλων ἀφυπνώσας, καὶ τὴν νύκτα μειώσας, Χριστὲ τῆς ἁμαρτίας, φῶς ὢν δικαιοσύνης. |
With Thine unsleeping eye look upon me and take pity on me: for I am held fast by the drowsiness of sloth and lie upon the bed of the passions, a slave to the sleep of sensual pleasure. Thou hast bowed Thine head upon the Cross, O Christ, and of Thine own will Thou hast awaked from sleep; and Thou hast driven away the night of sin, for Thou art the Light of righteousness. [KW] |
Στίχ. Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραὴλ τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O children of men. Bless the Lord, O Israel, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Πλουτοποιοῖς χαρίσμασι, κοσμηθεὶς ἐκ βαπτίσματος, μᾶλλον τὴν πενίαν τῶν κακῶν ἠγάπησα, καὶ ξένος γεγένημαι, τῶν ἀρετῶν ὁ τάλας ἐγώ, χώραν εἰς μακράν, ἀποδημήσας κακίας· διό με ἐπιστρέψας, ἐναγκάλισαι Σῶτερ, τῷ σῷ Σταυρῷ τειχίζων, εἰς πάντας τοὺς αἰῶνας. |
I was adorned at Baptism with Thy rich gifts of grace; but instead I have loved the poverty of evil, and in my misery I have become a stranger to the virtues. I have wandered into a far country of sin: but make me turn back, O Saviour, and embrace me, fencing me round with Thy Cross unto eternity. [KW] |
Στίχ. Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O priests of the Lord, O servants of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Μέθην παθῶν ἀπόῤῥιψον, καὶ δακρύων ἐκζήτησον, τὸν καθαρτικὸν διὰ νηστείας οἶνον ψυχή, καρδίαν εὐφραίνοντα, καὶ ἡδονὰς μαραίνοντα, καὶ τὰς τῆς σαρκός, ἀποτεφροῦντα καμίνους, καὶ σπεῦσον τῷ παγέντι, διὰ σὲ ἐπὶ ξύλου, Χριστῷ συσταυρωθῆναι, καὶ ζῆσαι εἰς αἰῶνας. |
Cast aside, my soul, the drunkenness of the passions, and by fasting seek the cleansing wine of tears that makes glad the heart of man, withering lust and putting out the furnace of the flesh. Make haste to be crucified with Christ, who for thy sake was nailed upon the Wood, and to live with Him unto eternity. [KW] |
Στίχ. Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O spirits and souls of the righteous, O holy ones and humble in heart, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Θεοτοκίον. |
Theotokion. |
Θεογεννῆτορ πάναγνε, τῆς ψυχῆς μου τὰ τραύματα, καὶ τῆς ἁμαρτίας τὰς οὐλὰς ἐξάλειψον, πηγαῖς ἀποσμήχουσα, ταῖς ἐκ πλευρᾶς τοῦ τόκου σου, καὶ τοῖς ἐξ αὐτῆς, ἀποκαθαίρουσα ῥείθροις· πρὸς σὲ γὰρ ἀνακράζω, καὶ πρὸς σὲ καταφεύγω, καὶ σὲ ἐπικαλοῦμαι, τὴν Κεχαριτωμένην. |
Most pure Mother of God, cleanse the wounds of my soul and the scars of my sins, bathing them in the fountain that flows from thy Son’s side. To thee I cry, O full of grace, to thee I flee for refuge, and I call upon thee. [KW] |
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
ᾨδὴ ηʹ. Ἦχος βʹ. Τὸν ἐν φωναῖς Ἀγγελικαῖς. |
Ode viii. Mode 2. (NM) With every mortal. |
|
Τὸν ἐν φωναῖς Ἀγγελικαῖς. |
Στίχ. Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O Hananiah, Azariah, and Mishael, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Τὸν σταυρωθέντα σαρκικῶς, καὶ θεϊκῶς μὴ παθόντα Ἰησοῦν, ὑμνοῦσιν οἱ ἄγγελοι, καὶ ἡμεῖς οἱ γηγενεῖς, εἰς τοὺς αἰῶνας ἅπαντας. |
The angels and we men born on earth sing for ever the praises of Jesus, who was crucified in the flesh, yet did not suffer in His divine nature. [KW] |
Στίχ. Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O Apostles, Prophets, and Martyrs, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Ἐν τῇ σταυρώσει σου Χριστέ, τὸν ἐπονείδιστον θάνατον ἑλών, τὸν ἐπικατάρατον, ἔσωσας ἡμᾶς, φθορᾶς ἐκλυτρωσάμενος. |
At Thy Crucifixion, O Christ, choosing an accursed and shameful death, Thou hast delivered us from corruption and saved us. [KW] |
Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: We bless the Lord: Father, Son, and Holy Spirit; we sing a hymn to Him and exalt Him beyond measure unto the ages. [SAAS] |
Τριαδικόν. |
For the Trinity. |
Χερουβικῶς σὲ ὦ Τριάς, Ἅγιος, Ἅγιος, Ἅγιος ὑμνῶ, τὴν μίαν Θεότητα, ἄναρχον ἁπλήν, καὶ πᾶσιν ἀκατάληπτον. |
With the chembim, O Trinity, I praise Thee, singing: Holy, Holy, Holy, one Godhead, simple, without beginning, beyond the understanding of all. [KW] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τοῖς ἐγκωμίοις σε Ἁγνή, λαμπρῶς γεραίρουσι· πᾶσαι αἱ γενεαὶ τὸν Κτίστην γὰρ τέτοκας· ὢ θαῦμα φρικτόν, καὶ ἔργον παμμακάριστον! |
In songs of praise, pure Virgin, all generations honour thee with gladness, for thou hast borne the Maker. O dread wonder and all-blessed work! [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Πάντα ὑπήνεγκας παθεῖν, ὑπὲρ ἑνὸς τοῦ σωθῆναί με Χριστὲ ὑμνῶ σου τὴν Σταύρωσιν, τοὺς ἥλους, τὴν σφαγὴν εἰς τοὺς αἰῶνας ἅπαντας. |
Solely for the sake of my salvation, O Christ, Thou hast consented to suffer all things. I sing the praises of Thy Crucifixion, nails and death unto all eternity. [KW] |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Ὁ Εἱρμός. Ἦχος βʹ. |
Heirmos (NM). Mode 2. |
|
Τὸν ἐν φωναῖς Ἀγγελικαῖς. |
Τὸν ἐν φωναῖς Ἀγγελικαῖς, ἐν οὐρανοῖς δοξαζόμενον Θεόν, αἰνέσωμεν ἅπαντες οἱ γηγενεῖς, εἰς τοὺς αἰῶνας ἅπαντας. |
With every mortal born on earth, let us sing to God who is glorified in heaven by the voices of the angels; and let us praise Him unto all eternity. [KW] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ θʹ. |
Ode ix. |
Μεγαλυνάριον. Ἦχος πλ. δʹ. |
The Magnificat. Mode pl. 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ὁσίου. |
Canon for the Devout Man. |
ᾨδὴ θʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός. |
Ode ix. Mode pl. 4. Heirmos. |
|
Τὴν ἁγνὴν ἐνδόξως. |
Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον τὴν τὸ θεῖον πῦρ ἐν γαστρὶ ἀφλέκτως συλλαβοῦσαν ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν. |
The pure Theotokos who in her womb * conceived the divine fire * without being burned, let us honor gloriously, O peoples, * magnifying her with never-silent hymns. [SD] |
Τροπάρια. |
Troparia. |
Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Devout Saint of God, intercede for us. |
Ἰατὴρ νοσούντων ἐν πάθεσι, θεόθεν ἐδείχθης, ἐλατὴρ δὲ Μακάριε, καὶ διώκτης πονηρῶν δαιμόνων· διό σε μακαρίζομεν. |
O blessed Titus, you were a doctor sent by God for those sick with passions, and you banished and chased away the evil demons. And so we call you blessed. [RB] |
Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. |
Verse: Blessed be the Lord God of Israel, for he has visited and redeemed his people. [RSV] |
Τὴν γῆν ὡς φθορᾶς οἰκητήριον, κατέλιπες Πάτερ, καὶ εἰς γῆν κατεσκήνωσας τῶν πραέων, καὶ σὺν αὐτοῖς ἀγάλλῃ, θείας ἀπολαύων τρυφῆς. |
O Father, you abandoned the world as the dwelling place of corruption, and you lived in the land of the meek, with whom you rejoice, enjoying divine delight. [RB] |
Στίχ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. |
Verse: And has raised up a horn of salvation for us in the house of his servant David. [RSV] |
Ὅρον ἀπαρέγκλιτον πίστεως, καὶ τῆς ἐγκρατείας, ὑποτύπωσιν ἔχοντες, τοὺς σοὺς πόνους ἀληθῶς, τὸν Κτίστην, ἐν ὕμνοις μεγαλύνομεν. |
We magnify the Creator with hymns, for we have your struggles as a permanent monument of faith and example of self-control. [RB] |
Στίχ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπʼ αἰῶνος Προφητῶν αὐτοῦ. Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς. |
Verse: As he spoke by the mouth of his holy prophets from of old. That we should be saved from our enemies, and from the hand of all who hate us. [RSV] |
Σήμερον ἡμέρα ἑόρτιος· συγκαλεῖ γὰρ Τίτος, Μοναζόντων τὰ ποίμνια, εἰς χορείαν καὶ κοινὴν ἑστίασιν, καὶ βρῶσιν ἀκηράτου ζωῆς. |
Today is a day to celebrate; for Titus calls the flocks of monastics together to form a choir, and to enjoy a common banquet served with the food of immaculate life. [RB] |
Στίχ. Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. |
Verse: To perform the mercy promised to our fathers, and to remember his holy covenant. [RSV] |
Θεοτοκίον. |
Theotokion. |
Ὁ ἐν σοὶ σκηνώσας Πανάμωμε, τὸν πρὶν τοὺς γενάρχας, κακοτρόπως πτερνίσαντα, βροτοκτόνον καταβαλὼν ἐτέχθη, καὶ πάντας ἡμᾶς ἔσωσεν. |
O all-blameless one, when He that dwelt in you was born, He defeated the destroyer of humanity that once wickedly caused our ancestors to stumble, and He saved us all. [RB] |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
ᾨδὴ θʹ. Ἦχος πλ. δʹ. Ἐξέστη ἐπὶ τούτῳ. |
Ode ix. Mode pl. 4. (NM) Heaven was amazed |
|
Ἐξέστη ἐπὶ τούτῳ. |
Στίχ. Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας. |
Verse: The oath which he swore to our father Abraham, to grant us that we, be[ing] delivered from the hand of our enemies. [RSV] |
Ὁρῶν σε ἡπλωμένον ἐπὶ Σταυροῦ, τὰς ἀκτῖνας συνέστειλεν ἥλιος, πᾶσα δὲ γῆ, τρόμῳ ἐκλονεῖτο Παμβασιλεῦ, ἐθελουσίως βλέπουσα, πάσχοντα τὸν φύσει σε ἀπαθῆ· διό σε ἱκετεύω, τὰ πάθη τῆς ψυχῆς μου, ὡς ἰατρὸς Χριστὲ θεράπευσον. |
Seeing Thee nailed upon the Cross, O King of all, the sun hid its rays; and the whole earth was seized with trembling, looking on Thee suffering of Thine own will, though Thou art by nature impassible. And so I pray to Thee, O Christ the physician: Heal the passions of my soul. [KW] |
Στίχ. Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. |
Verse: [That we] might serve him without fear, in holiness and righteousness before him all the days of our life. [RSV] |
Ὁδοὺς σωτηριώδεις καταλιπών, τὰς εἰς ᾍδην φερούσας διώδευσα, σκότος βαθύ, ἔχων περικύκλῳ τὰς ἡδονάς, καὶ τῶν παθῶν τὸν ὄλισθον, καὶ τὴν καταιγίδα τῶν πειρασμῶν· διό σε ἱκετεύω τῷ σῷ Σταυρῷ με σῶσον, Χριστὲ ὡς μόνος πολυέλεος. |
Forsaking the ways of salvation, I have gone along the path that leads to hell; round me is the deep darkness of lust, the slippery places of the passions, and the tempest of temptation. Therefore I entreat Thee: Save me by Thy Cross, O Christ, for Thou alone art rich in mercy. [KW] |
Στίχ. Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. |
Verse: And you, child, will be called the prophet of the Most High; for you will go before the Lord to prepare his ways. [RSV] |
Χειμῶνι συνεχόμενος πειρασμῶν, καὶ παθῶν τρικυμίαις ποντούμενος, καὶ ἡδονῶν, σάλῳ χειμαζόμενος χαλεπῶς, τὸ τῆς Νηστείας πέλαγος, ἔφθασα τὸ πρᾶον καὶ γαληνόν, ἐν ᾧ με κυβερνήσας, τῷ σῷ Σταυρῷ Οἰκτίρμον, πρὸς σωτηρίαν ἐγκαθόρμισον. |
Beset by the storm of temptations, drowning in the waves of passion, and assailed by the tempest of lust, I have now reached the sea of the Fast that is mild and calm. Pilot me across it by Thy Cross, O compassionate Lord, and bring me to the harbour of salvation. [KW] |
Στίχ. Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. |
Verse: To give knowledge of salvation to his people in the forgiveness of their sins, through the tender mercy of our God. [RSV] |
Θεοτοκίον. |
Theotokion. |
Συνέλαβες Παρθένε δίχα σπορᾶς, τὸν τὰ σύμπαντα δημιουργήσαντα, Λόγον Θεοῦ, ἄνευ θελημάτων τῶν τῆς σαρκός, ἄνευ φθορᾶς δὲ τέτοκας, ἄνευθεν ὠδίνων τῶν μητρικῶν· διό σε Θεοτόκον, καὶ γλώσσῃ καὶ καρδίᾳ, ὁμολογοῦντες μεγαλύνομεν. |
Without seed, O Virgin, and without the desires of the flesh thou hast conceived the Word of God who created all things; and without corruption and the pangs of travail thou hast given birth to Him. Therefore with both tongue and heart we confess thee to be Theotokos and we magnify thee. [KW] |
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
ᾨδὴ θʹ. Ἦχος βʹ. Τὴν παρθενίαν σου. |
Ode ix. Mode 2. (NM) O Theotokos undefiled. |
|
Τὴν παρθενίαν σου. |
Στίχ. Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. |
Verse: When the day shall dawn upon us from on high to give light to those who sit in darkness and in the shadow of death. [RSV] |
Ἑκὼν ὑπέμεινας, σταυρωθῆναι Σωτὴρ ἡμῶν, ἵνα παράσχῃς πᾶσι ζωήν, τοῦ θανάτου ἐκλυτρωσάμενος. |
Of Thine own will, O our Saviour, Thou hast endured Crucifixion, to deliver us all from death and to give us life. [KW] |
Στίχ. Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. |
Verse: To guide our feet into the way of peace. [RSV] |
Ξύλῳ νενέκρωμαι, καὶ Σταυροῦ ξύλῳ ἔζησα, ἐν ᾧ ὁ Χριστός μου προσηλωθείς, τὸν ἐχθρόν μου ἐθανάτωσε. |
By a tree was I killed, and by the Tree of the Cross have I returned to life: for my Christ was nailed upon it and has slain the enemy. [KW] |
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
Ὡς συνυπάρχοντα, τὸν Υἱόν τῷ Γεννήτορι καὶ Πνεῦμα τὸ ἅγιον συμπαρόν, ὁμοφρόνως προσκυνήσωμεν. |
Let us with one mind worship the Son who coexists with the Father, and the Holy Spirit who is ever present with them. [KW] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Θαῦμα παράδοξον, καὶ ἐξαίσιον ἄκουσμα! πῶς καὶ ὡς μήτηρ τίκτεις Ἁγνή, καὶ οὐκ ἔγνως ὡς παρθένος φθοράν; |
O marvellous wonder!O strange tidings! How dost thou give birth as a mother, O pure Lady, while still remaining inviolate as a virgin? [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὑμνῶ τὴν λόγχην σου, ἀνυμνῶ καὶ τοὺς ἥλους σου τὸν σπόγγον τὸν κάλαμον τὸν Σταυρόν, διʹ ὧν σέσωσμαι, Ἰησοῦ ὁ Θεός. |
I sing of Thy lance, I praise Thy nails, the sponge, the reed and the Cross: for through them I have been saved, O Jesus my God. [KW] |
Ὁ Εἱρμός. Ἦχος βʹ. |
Heirmos (NM). Mode 2. |
|
Τὴν παρθενίαν σου. |
Τὴν παρθενίαν σου Θεοτόκε ἀμίαντε, ἣν οὐ κατέφλεξε, τὸ πῦρ τῆς Θεότητος, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν. |
O Theotokos undefiled, we magnify for ever thy virginity, that was not burnt by the fire of the Godhead. [KW] |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Φωταγωγικά |
Photagogic Hymns |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ἦχος βαρύς. |
Grave Mode. |
Διέγειρόν με Κύριε, πρὸς τὴν σὴν ὑμνῳδίαν, καὶ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, δυνάμει τοῦ Σταυροῦ σου, καὶ σῶσόν με. |
Awaken me, O Lord, that I may sing Your praises; and teach me to do Your will, by the power of Your Cross, and save me. [SD] |
Διέγειρόν με Κύριε, πρὸς τὴν σὴν ὑμνῳδίαν, καὶ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, πρεσβείαις τῶν ἁγίων καὶ σῶσόν με. |
Awaken me, O Lord, that I may sing Your praises; and teach me to do Your will, by the intercessions of the Saints, and save me. [SD] |
Διέγειρόν με Κύριε, πρὸς τὴν σὴν ὑμνῳδίαν, καὶ δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσόν με. |
Awaken me, O Lord, that I may sing Your praises; and teach me to do Your will, by the intercessions of the Theotokos, and save me. [SD] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Οἱ Αἶνοι. (διαβαστά) |
Lauds. (read) |
Ψαλμὸς ΡΜΗʹ (148). |
Psalm 148. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
Praise the Lord from the heavens; praise Him in the highest. Praise Him, all you His angels; praise Him, all you His hosts. Praise Him, sun and moon; praise Him, all you stars and light. Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name, for He spoke, and they were made; He commanded, and they were created. He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. Praise the Lord from the earth, you dragons and all the deeps, Fire and hail, snow and ice, stormy wind, which perform His word, mountains and all the hills, fruitful trees and all cedars, wild animals and all cattle, creeping things and flying birds, kings of the earth and all peoples, princes and all judges of the earth, young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted; His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people, a hymn for all His saints, for the children of Israel, a people who draw near to Him. [SAAS] |
Ψαλμὸς ΡΜΘʹ(149). |
Psalm 149. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. Let them praise His name with dance; with tambourine and harp let them sing to Him; for the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds; the high praise of God shall be in their mouth and a two-edged sword in their hand, to deal retribution to the nations, reproving among the peoples, to shackle their kings with chains and their nobles with fetters of iron, to fulfill among them the written judgment: This glory have all His holy ones. [SAAS] |
Ψαλμὸς ΡΝʹ (150). |
Psalm 150. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἀλληλούϊα. |
Praise God in His saints; praise Him in the firmament of His power; praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. Praise Him with the sound of a trumpet; praise Him with the harp and lyre; praise Him with timbrel and dance; praise Him with strings and flute; praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. Alleluia. [SAAS] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
Δοξολογία (διαβαστά) |
Doxology (read) |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Παράσχου, Κύριε. |
Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀπόστιχα. Τοῦ Τριῳδίου. |
Aposticha. From the Triodion. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Ἰδιόμελον. Ἦχος γʹ. |
Idiomelon. Mode 3. |
Τὸ ὕψος τῶν ἀρετῶν, καταλιποῦσα ψυχή μου, ἐπὶ τὸ βάθος τῆς ἁμαρτίας κατελήλυθας, πονηροῖς ὁδοστάταις ἐμπεσοῦσα, τραυμάτων δὲ ὀδωδότων γέμουσα, κεῖται ἐῤῥιμμένη ἄπορος. Διὸ βόησον Χριστῷ τῷ Θεῷ, τῷ διὰ σὲ σταυρωθέντι, καὶ μώλωπας ἑκουσίως δεξαμένῳ. Ἐπιμελήθητί μου Κύριε, καὶ σῶσόν με. |
Forsaking the height of the virtues, O my soul, thou hast descended to the depths of sin, and fallen among evil thieves upon the road; and now thou dost lie covered with rotting sores, prostrate and helpless. But cry aloud to Christ thy God, who was crucified and wounded of His own will for thy sake: ‘Take care of me, O Lord, and save me.’ [KW] |
Ἰδιόμελον. Ἦχος πλ. δʹ. |
Idiomelon. Mode pl. 4. |
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. |
Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS] |
Τοῖς λῃστρικοῖς λογισμοῖς, τραυματισθεὶς ὁ δείλαιος, ἡμίθνητος γέγονα Κύριε. Προφητῶν δὲ ὁ χορὸς παρεῖδεν, ἡμιθανῆ κατιδὼν τυγχάνοντα, καὶ τέχναις ἀνθρωπίναις ἀνιάτρευτον. Διὸ χαλεπῶς ὀδυνώμενος, ἐν ταπεινώσει καρδίας κραυγάζω σοι. Χριστὲ ὁ Θεός, ἐπίχεε ὡς εὔσπλαγχνος, ἐπʼ ἐμὲ τὸ μέγα σου ἔλεος. |
In my misery I have been wounded by thieving thoughts and left half dead, O Lord. The company of the prophets passed me by, seeing me at the point of death, incurable by human skills. Therefore, in my cruel suffering, with humbleness of heart I cry to Thee:O Christ my God, in Thy compassion pour upon me Thy great mercy. [KW] |
Μαρτυρικόν. |
For the Martyrs. |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. |
Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS] |
Μάρτυρες Χριστοῦ οἱ ἀήττητοι, οἱ νικήσαντες τὴν πλάνην, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀπελάβετε τὴν χάριν τῆς αἰωνίου ζωῆς, τυράννων ἀπειλὰς οὐκ ἐπτοήθητε, βασάνοις αἰκιζόμενοι ηὐφραίνεσθε, καὶ νῦν τὰ αἵματα ὑμῶν, γέγονεν ἰάματα ταῖς ψυχαῖς ἡμῶν, πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. |
Invincible martyrs of Christ, ye triumphed over falsehood by the power of the Cross, and gained as your reward the grace of life eternal. Ye felt no terror at the threats of tyrants, and when ye suffered torment ye rejoiced; and now your blood has become the healing of our souls. Intercede for our salvation. [KW] |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
|
|
Ἡ Πάναγνος ὡς εἶδέ σε, σαρκὶ κρεμάμενον τῷ ξύλῳ, τὴν καρδίαν ἐτιτρώσκετο καὶ ὠλόλυζε δακρύουσα· Λόγε, ποῦ μου ἔδυς παμφίλτατε Ἰησοῦ, Υἱέ μου καὶ Κύριε; μὴ λίπῃς με μόνην, Χριστὲ τὴν τεκοῦσάν σε. |
When the all-pure Virgin saw Thee hanging in the flesh upon the Cross, her heart was wounded and she cried with tears: ‘O Word, where hast Thou gone, O most beloved Jesus, my Son and my Lord? I am Thy Mother: leave me not alone, O Christ.’ [KW] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἐν τῷ Ναῷ ἑστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν· Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου. |
Standing in your glorious church, O Theotokos, we think we are standing in heaven. O heavenly Gate, open to us the door of your mercy. |
Κύριε, ἐλέησον. (μʹ) |
Lord, have mercy. (40) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. |
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. |
In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐπουράνιε βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον· τὴν πίστιν στήριξον· τὰ ἔθνη πράυνον· τὸν κόσμον εἰρήνευσον· τὴν ἁγίαν ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ τὴν ἁγίαν μονὴν) ταύτην καλῶς διαφύλαξον· τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. |
O heavenly King, uphold our rulers, strengthen the Faith, calm the nations, give peace to the world. Protect this holy Church (or, Monastery); grant our departed fathers and brethren that they may dwell with the righteous, and accept us in repentance and confession; for You are good and benevolent. |
Καὶ ποιοῦμεν Μετανοίας τρεῖς μεγάλας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ Μετανοίᾳ ἀνὰ Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. |
We now make three prostrations: i.e. we recite the Prayer of St. Ephrem (quietly or mentally), and with each verse we make a bow or prostration. |
Ἄν καὶ συνηθίζεται ἡ εὐχὴ αὕτη νὰ λέγεται ἐκφώνως, ὅμως ἡ ὀρθὴ πράξις εἶναι νὰ λέγεται μυστικῶς καὶ νοερῶς ὑπὸ πάντων, κλήρου τε καὶ λαοῦ, ποιούντων τῶν μετανοιῶν κτλ. |
While it has become customary for this prayer to be recited by someone aloud, nevertheless the indicated practice is that it be recited inaudibly and mentally by everyone, clergy and congregants alike, with the accompanying bows etc. |
Εὐχὴ τοῦ Ἁγίου Ἐφραίμ |
Prayer of St. Ephrem |
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς. |
O Lord and Master of my life, do not permit the spirit of laziness and meddling, the lust for power and idle talk to come into me. |
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. |
Instead, grant me, Your servant, the spirit of prudence, humility, patience and love. |
Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen. |
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ Μετανοίας, λέγοντες καθʼ ἑκάστην, «Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με». Εἶ αὖθις Μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς. |
Then we make the sign of the cross 12 times, each time saying, “God, be gracious to me a sinner and have mercy on me.” Then we repeat the third verse of the Prayer (quietly or mentally) and make a final bow or prostration. |
Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen. |
Ἀναστάντες δέ ἀρχόμεθα· «Δεῦτε προσκυνήσωμεν…» καὶ ψάλλομεν τὴν Αʹ Ὥραν. |
Then we begin the First Hour, saying: “Come let us worship…” |
ἤ· |
or: |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Κύριε, ἐλέησον. (3) Εὐλόγησον. |
Lord, have mercy. (3) Father, bless! |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|