2025

2025

Τῇ Τετάρτῃ | Τῌ ΚϚʹ ΜΑΡΤΙΟΥ

On Wednesday | March 26

   

   

__________

__________

Η ΠΡΟΦΗΤΕΙΑ

THE PROPHECY

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ψαλμὸς ΞΘʹ (69).

Psalm 69 (70).

Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός.

May all who seek You greatly rejoice and be glad in You.

Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

O Lord, in You I hope; may I never be put to shame. [SAAS]

Προφητείας Ἠσαΐου τὸ ἀνάγνωσμα.

The reading is from the Prophecy of Isaiah.

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ησ ΚϚʹ, 21 καὶ ΚΖʹ, 1 – 9

Is 26:21 – 27:9

Ἰδοὺ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ Θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα τὸν ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀνελεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ. Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός, ἐπιθύμημα ἐξάρχει κατʼ αὐτῆς. Ἐγὼ πόλις ὀχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τεῖχος αὐτῆς, οὐκ ἔστιν, ἣ οὐκ ἐπελάβετο αὐτῆς. Τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. Τοίνυν διὰ τοῦτο ἐποίησε Κύριος πάντα ὅσα συνέταξε, κατακέκαυμαι, βοήσονται οἱ κατοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ ἐμπλησθήσεται ἡ Οἰκουμένη τοῦ καρποῦ αὐτοῦ. Μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτω πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; Μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς, οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ. Διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσι πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους, ὡς κονίαν λεπτήν, καὶ οὐ μὴ μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα, ὥσπερ δρυμὸς μακράν.

For behold, the Lord is bringing wrath from His holy place upon the inhabitants of the earth, and the earth will uncover its blood and will not cover its slain. In that day, God will bring His holy, great, and strong sword upon the fleeing dragon serpent, the perverse dragon serpent that flees; and He shall destroy the dragon. In that day, there shall be a beautiful vineyard, and a desire to begin a hymn against a city: “I am a strong city, a besieged city; I water it in vain; for it shall be taken at night, and its wall shall fall by day. There is no woman who has not taken hold of it. Who will appoint me to guard straw in a field? I rejected it because of this enemy. For that very reason therefore, the Lord God did all the things He ordered. I am burned down.” Those who dwell in it will cry out, “Let us make peace with Him, let us make peace.” Those who come are the children of Jacob. Israel shall bud and put forth flowers, and the inhabited earth shall be filled with its fruit. As he struck, shall he not be thus struck? As he slew, shall he not be thus slain? Fighting and denouncing he shall send them away. Did you not think with a harsh spirit about killing them in a spirit of anger? Therefore the lawlessness of Jacob will be removed; and this is his blessing when I take away his sin, when they make all the stones of the altars beaten like fine dust. Their trees do not remain, and their idols shall be cut down like a distant forest. [SAAS]

Προκείμενον. Ἦχος πλ. βʹ.

Prokeimenon. Mode pl. 2.

Ψαλμὸς Οʹ (70).

Psalm 70 (71).

Ἐπὶ σοί, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα.

O Lord, in You I hope; may I never be put to shame.

Ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με.

Deliver me in Your righteousness, and set me free. [SAAS]

Τὰ Ἀναγνώσματα τοῦ Ἑσπερινοῦ

The Readings from Vespers

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΟΑʹ (71).

Psalm 71 (72).

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος.

Blessed is the Lord God, the God of Israel, who alone does wondrous things.

Ὁ Θεός, τὸ κρίμα σου τῷ Βασιλεῖ δός.

O God, give Your judgments to the King. [SAAS]

Γενέσεως τὸ ἀνάγνωσμα.

The reading is from the book of Genesis.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Γεν Θʹ, 18 – Ιʹ, 1

Gn 9:18 – 29, 10:1

Ἦσαν οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σήμ, Χάμ, Ἰάφεθ, Χὰμ δὲ ἦν πατὴρ Χαναάν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Καὶ εἶδε Χάμ, ὁ πατήρ Χαναάν, τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθών, ἀπήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Καὶ λαβόντες Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανῶς, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Ἐξένηψε δὲ Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος, καὶ εἶπεν· Ἐπικατάρατος Χὰμ παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν· εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σήμ, καὶ ἔσται Χαναὰν παῖς οἰκέτης αὐτοῦ, πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Ἔζησε δὲ Νῶε μετὰ τὸν κατακλυσμὸν τριακόσια πεντήκοντα ἔτη. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε, ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανεν. Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ, καὶ ἐγεννήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν.

Now the sons of Noah who went out of the ark were Shem, Ham, and Japheth; and Ham was the father of Canaan. These three were the sons of Noah, and from these the whole earth was populated. Then Noah began to be a husbandman, and he planted a vineyard. So he drank of the wine and was drunk and naked in his house. Now Ham, the father of Canaan, saw the nakedness of his father, and told his two brothers outside. But Shem and Japheth took a garment, laid it on both their shoulders, and walking backwards they covered their father’s nakedness. Since their faces were turned away, they did not see his nakedness. Thus when Noah became sober and knew what his younger son had done to him, he said: “Cursed be Canaan; a servant of servants shall he be to his brothers.” He also said, “Blessed be the Lord God of Shem, and Canaan shall be his servant. May God enlarge Japheth, and let him dwell in the habitations of Shem. Let Canaan be his servant as well.” Now Noah lived three hundred and fifty years after the flood. So all the days of Noah were nine hundred and fifty years, and he died. Now this is the genealogy of Noah’s sons: Shem, Ham, and Japheth, and sons were born to them after the flood. [SAAS]

Προκείμενον. Ἦχος δʹ.

Prokeimenon. Mode 4.

Ψαλμὸς ΟΒʹ (72).

Psalm 72 (73).

Ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ Θεῷ ἀγαθόν ἐστι.

But as for me, it is good to cling to God.

Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραήλ, τοῖς εὐθέσι τῇ καρδίᾳ!

How good God is to Israel, to the upright in heart. [SAAS]

Παροιμιῶν τὸ ἀνάγνωσμα.

The reading is from the Proverbs of Solomon.

ΔΙΑΚΟΝΟΣ

DEACON

Σοφία. Πρόσχωμεν.

Wisdom. Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Πρμ Κεφ ΙΒʹ 23 – ΙΓʹ, 9

Pr 12:25 – 31, 13:1 – 10

Ἀνὴρ συνετὸς θρόνος αἰσθήσεως, καρδία δὲ ἀφρόνων συναντήσεται ἀραῖς. Χεὶρ ἐκλεκτῶν κρατήσει εὐχερῶς, δόλιοι δὲ ἔσονται εἰς προνομήν. Φοβερὸς λόγος καρδίαν ἀνδρὸς δικαίου ταράσσει, ἀγγελία δὲ ἀγαθὴ εὐφραίνει αὐτόν. Ἐπιγνώμων δίκαιος ἑαυτοῦ φίλος ἔσται, αἱ δὲ γνῶμαι τῶν ἀσεβῶν ἀνεπιεικεῖς, ἁμαρτάνοντας καταδιώξεται κακά, ἡ δὲ ὁδὸς τῶν ἀσεβῶν πλανήσει αὐτούς. Οὐκ ἐπιτεύξεται δόλιος θήρας· κτῆμα δὲ τίμιον ἀνὴρ καθαρός. Ἐν ὁδοῖς δικαιοσύνης ζωή, ὁδοὶ δὲ μνησικάκων εἰς θάνατον. Υἱός, πανοῦργος ὑπήκοος πατρί, υἱὸς δὲ ἀνήκοος ἐν ἀπωλείᾳ. Ἀπὸ καρπῶν δικαιοσύνης φάγεται ἀγαθός, ψυχαὶ δὲ παρανόμων, ὀλοῦνται ἄωροι. Ὃς φυλάσσει τὸ ἑαυτοῦ στόμα, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁ δὲ προπετὴς χείλεσι πτοήσει ἑαυτόν. Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἄεργος, χεῖρες δὲ ἀνδρείων ἐν ἐπιμελείᾳ. Λόγον ἄδικον μισεῖ δίκαιος, ἀσεβὴς δὲ αἰσχύνεται, καὶ οὐχ ἕξει παῤῥησίαν. Δικαιοσύνη φυλάσσει ἀκάκους, τοὺς δὲ ἀσεβεῖς φαύλους ποιεῖ ἁμαρτία. Εἰσὶν οἱ πλουτίζοντες ἑαυτούς μηδὲν ἔχοντες, καὶ εἰσὶν οἱ ταπεινοῦντες ἑαυτοὺς ἐν πολλῷ πλούτῳ. Λύτρον ἀνδρὸς ψυχῆς ὁ ἴδιος πλοῦτος, πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. Φῶς δικαίοις διαπαντός, φῶς δὲ ἀσεβῶν σβέννυται. Ψυχαὶ δόλιοι πλανῶνται ἐν ἁμαρτίαις, δίκαιοι δὲ οἰκτείρουσι καὶ ἐλεοῦσι.

A man of understanding is a throne of perception, but the heart of the undiscerning will meet with curses. The hand of the chosen shall prevail easily, but the deceitful shall be for captivity. A fearful word troubles the heart of a righteous man, but a good message makes him glad. A righteous arbiter shall be his own friend, but the decisions of the ungodly are unreasonable. Evil things shall pursue sinners, and the way of the ungodly will lead them astray. A deceitful man will not gain his prey, but a pure man is a precious possession. In the ways of righteousness there is life, but the ways of remembering wrongs are unto death. An astute son is obedient to his father, but a disobedient son is for destruction. A good man eats from the fruits of righteousness, but the souls of the lawless will destroy themselves before their time. He who guards his mouth keeps his own soul, but he who is hasty with his lips will dismay himself. Every idle man has desire, but the hands of the courageous are diligent. A righteous man hates an unrighteous word, but an ungodly man is ashamed and will not have confidence. Righteousness guards the simple, but sin makes the ungodly worthless. There are those with nothing who make themselves rich, and there are those, though very rich, who humble themselves. The ransom of a man’s soul is his own wealth, but the poor man does not withstand a threat. Light is with the righteous continually, but the light of the ungodly is extinguished. Deceitful souls are led astray in sins, but the righteous have compassion and are merciful. [SAAS]

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

2025

2025

Τῌ ΚϚʹ ΜΑΡΤΙΟΥ

March 26

Σύναξις τοῦ Ἀρχιστρατήγου Γαβριήλ

Synaxis in Honor of the Chief Commander Gabriel

Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ

The Readings from Vespers the Previous Evening

Τοῦ Μηναίου - - -

From Menaion - - -

Έξ γʹ 2

Ex 3:1 – 8

Εἰσῆλθε Μωσῆς εἰς τὸ ὄρος τοῦ Θεοῦ Χωρήβ. Ὤφθη δὲ αὐτῷ Ἄγγελος Κυρίου, ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου, καὶ ὁρᾷ, ὅτι ἡ βάτος καίεται πυρί, ἡ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, τί ὅτι οὐ κατακαίεται ἡ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν Κύριος ἐκ τῆς βάτου, λέγων· Μωσῆ, Μωσῆ· Ὁ δὲ εἶπε· Τί ἐστι, Κύριε; Ὁ δὲ εἶπε· Μὴ ἐγγίσῃς ὧδε· λῦσον τὰ ὑποδήματα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστί. Καὶ εἶπεν αὐτῷ· Ἐγὼ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, Θεὸς Ἀβραάμ, καὶ Θεὸς Ἰσαάκ, καὶ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ· ηὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου, τοῦ ἐν Αἰγύπτῳ. Καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν. Οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν, καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς τῶν Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθήν καὶ πολλήν, εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι.

Now Moses came to Horeb, the mountain of God. Then the Angel of the Lord appeared to him in a flame of fire from the midst of a bush. So he saw the bush burning with fire, but the bush was not consumed. So Moses said, “I will now turn aside and see this great sight, why the bush is not consumed.” When therefore the Lord saw him turn aside to look, God called to him from the midst of the bush and said, “Moses! Moses!” Then he said, “Here I am.” So He said, “Do not come any closer. Take your sandals off your feet, for the place where you stand is holy ground.” Moreover He said, “I am the God of your father – the God of Abraham, the God Isaac, and the God of Jacob.” Moses then hid his face, for he was afraid to look at God. Then the Lord said, “Indeed, I have seen the affliction of My people in Egypt, and have heard their cry because of their taskmasters; for I know their sorrow. So I came down to deliver them out of the hand of the Egyptians and to bring them up from that land to a good and large land, to a land flowing with milk and honey.” [SAAS]

Πρμ 8:22 – 30

Pr 8:23 – 30

Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι. Καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων. Πρὸ τοῦ ὂρη ἑδρασθῆναι, πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπʼ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπʼ ἀνέμων. Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπʼ οὐρανόν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσεται στόμα αὐτοῦ, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρʼ αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην, ᾗ προσέχαιρε, καθʼ ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ.

The Lord created me in the beginning of His ways for His works; He established me in the beginning before time. Before He made the earth, and before He made the abysses, before the going forth of the fountains of waters, before the mountains were created; and He begot me before all hills. The Lord made the fields and the uninhabited places and the inhabited heights under heaven. When He prepared heaven, I was present with Him, and when He set apart His throne upon the winds. When He made strong the things above the clouds, and made sure the fountains under heaven, and made strong the foundations of the earth, I was working beside Him; I was He in whom He rejoiced; daily and continually I was gladdened by His face. [SAAS]

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἀρχαγγέλου.

For the Archangel.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ 2:2 – 10

Heb. 2:2 – 10

Ἀδελφοί, εἰ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν, διεμαρτύρατο δέ πού τις λέγων· τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα· τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. ἔπρεπε γὰρ αὐτῷ, δι᾽ ὃν τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.

Brethren, if the message declared by angels was valid and every transgression or disobedience received a just retribution, how shall we escape if we neglect such a great salvation? It was declared at first by the Lord, and it was attested to us by those who heard him, while God also bore witness by signs and wonders and various miracles and by gifts of the Holy Spirit distributed according to his own will. For it was not to angels that God subjected the world to come, of which we are speaking. It has been testified somewhere, “What is man that you are mindful of him, or the son of man, that you care for him? You made him a little lower than the angels, you have crowned him with glory and honor, putting everything in subjection under his feet.” Now in putting everything in subjection to him, he left nothing outside his control. As it is, we do not yet see everything in subjection to him. But we see Jesus, who was made a little lower than the angels, crowned with glory and honor because of the suffering of death, so that by the grace of God he might taste death for every one. For it was fitting that he, for whom and by whom all things exist, in bringing many sons to glory, should make the pioneer of their salvation perfect through suffering. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἀρχαγγέλου.

For the Archangel.

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 10:16 – 21

Lk. 10:16 – 21

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

The Lord said to his disciples, “He who hears you hears me, and he who rejects you rejects me, and he who rejects me rejects him who sent me.” The seventy returned with joy, saying, “Lord, even the demons are subject to us in your name!” And he said to them, “I saw Satan fall like lightning from heaven. Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy; and nothing shall hurt you. Nevertheless do not rejoice in this, that the spirits are subject to you; but rejoice that your names are written in heaven.” In that same hour he rejoiced in the spirit and said, “I thank you, Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding and revealed them to babes; yes, Father, for so it was well-pleasing before you.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚϚʹ τοῦ αὐτοῦ μηνός, τὴν Σύναξιν ἐπιτελοῦμεν τοῦ Ἀρχαγγέλου Γαβριήλ, ἐξ ἀρχῆς καὶ ἄνωθεν παραδεδομένην, ὡς τῷ θείῳ καὶ ὑπερφυεῖ Μυστηρίῳ καὶ ἀποῤῥήτῳ καθυπουργήσαντος.

On March 26 we hold services in honor of the Archangel Gabriel, which practice was instituted very early on, since he ministered the divine and supernal and ineffable mystery.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων κϚʹ Μαρτύρων, τῶν ἐν Γοτθίᾳ μαρτυρησάτνων· ἐξ ὧν εἰσὶ Πρεσβύτεροι δύο, Βαθούσης καὶ Οὐῒρκας, μετὰ δύο υἱῶν αὐτοῦ καὶ τριῶν θυγατέρων, καὶ Ἀρπύλας μονάζων· λαϊκοὶ δέ, Ἀβίππας, Ἁγνάς, Ῥύαξ, Ἠγάθραξ, Ἡσκόης, Σίλας, Σιγήτζας, Σουηρίλας, Σεῒμβλας, Θέρμας, Φίλγας· καὶ ἐκ τῶν Γυναικῶν, Ἄννα, Ἀλλάς, Βάρις, Μωϊκώ, Μαμίκα, Οὐϊρκώ, καὶ Ἀνιμαῒς.

On this day we also commemorate the holy twenty-six martyrs who witnessed in the land of the Goths: two priests Bathouses and Wirkas with Wirkas’s two sons and three daughters, and the monk Arpylas; the laymen Abippas, Agnas, Ryax, Hegathrax, Eskoes, Silas, Sigetzas, Suerilas, Seimblas, Thermas, Filgas; and the women Anna, Alla, Baris, Moiko, Mamika, Wirko, and Animais.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων, Κοδράτου, Θεοδοσίου, Μανουήλ, καὶ ἑτέρων Μʹ τῶν ἐν τῇ Ἀνατολῇ.

On this day we also commemorate the holy martyrs Quadratus, Theodosios, Manuel, and another forty in Anatolia.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ ὁμολογητοῦ, τοῦ Τριγλίας Ἡγουμένου.

On this day we also commemorate our devout father Stephen the confessor, Abbot of Triglia.

Τῇ αὐτῇ ἡμέρᾳ ἀναγινώσκεται Διήγησις ὠφέλιμος Μάλχου Μοναχοῦ αἰχμαλωτισθέντος.

On this day we read the edifying story about the monk Malchus who was taken captive.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Μ. Τεσσαρακοστή.

It is a weekday in Lent.