Βιβλία - Πηγαί |
Books - Sources |
Τριῴδιον |
Triodion |
Ἦχος πλ. αʹ. Τῇ Παρασκευῇ Πρωΐ |
Mode pl. 1. On Friday Morning |
Τῇ Παρασκευῇ Γʹ Ἑβδομάδος Πρωΐ |
On Friday of the Third Week Morning |
Μηναῖον - Τῌ ΚΑʹ ΜΑΡΤΙΟΥ |
Menaion - March 21 |
Μνήμη τοῦ Ὁσίου Ἰακώβου Ἐπισκόπου, τοῦ Ὁμολογητοῦ |
Memory of our St. James the Bishop and Confessor |
__________ |
__________ |
|
|
ΟΡΘΡΟΣ |
MATINS |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Στίχ. αʹ. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. |
Verse 1: My spirit rises early in the morning to You, O God, for Your commands are a light upon the earth. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. |
Verse 2: Learn righteousness, you who dwell on the earth. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. γʹ. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. |
Verse 3: Jealousy will seize an untaught people; and now fire will devour the adversaries. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. δʹ. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. |
Verse 4: Bring more evils on them, O Lord, bring more evils on them, on the glorious of the earth. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ὕμνοι Τριαδικοί |
Triadic Hymns |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Ὑμνῳδίας ὁ καιρός, καὶ δεήσεως ὥρα, ἐκτενῶς βοήσωμεν τῷ μόνῳ Θεῷ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Δυνάμει τοῦ Σταυροῦ σου σῶσον ἡμᾶς. |
It is time to sing hymns; it is the hour of prayer. Let us earnestly cry out to our only God: Holy, holy, holy are You our God. By the power of Your Cross save us. [SD] |
Δόξα. |
Glory. |
Εἰκονίζειν τολμῶντες τὰ νοερά σου στρατεύματα, Τριὰς ἄναρχε, στόμασιν ἀναξίοις βοῶμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Πρεσβείαις τῶν ἁγίων σῶσον ἡμᾶς. |
Daring to portray Your spiritual armies, O unoriginate Trinity, we cry out with unworthy lips: Holy, holy, holy are You our God. By the intercessions of the Saints save us. [SD] |
Καὶ νῦν. |
Both now. |
Ὁ ἐν μήτρᾳ παρθενικῇ χωρηθείς, καὶ τῶν κόλπων τοῦ Πατρὸς μὴ χωρισθείς, σὺν Ἀγγέλοις καὶ ἡμᾶς Χριστὲ ὁ Θεὸς πρόσδεξαι βοῶντάς σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
O Christ our God, You were contained in the womb of the Virgin, and never parted from the bosom of the Father. Accept us as we cry to You together with the Angels: Holy, holy, holy are You our God. Through the Theotokos have mercy on us. [SD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 13. Καὶ εὐθύς, ἄνευ μικρᾶς Συναπτῆς· |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 13. There is no litany, but immediately the following: |
ΧΟΡΟΣ |
CHOIR |
Κάθισμα Αʹ. |
Kathisma I. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Σταυρώσιμα. |
For the Cross. |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Τόπος Κρανίου Παράδεισος γέγονε· μόνον γὰρ ἐπάγη τὸ ξύλον τοῦ Σταυροῦ, εὐθὺς ἐβλάστησε τὸν βότρυν τῆς ζωῆς, σὲ Σωτήρ, εἰς ἡμῶν εὐφροσύνην· Δόξα σοι. |
The Place of the Skull became Paradise; for once the tree of the Cross was planted there, immediately it blossomed the grape cluster of life, namely You, O Savior, to gladden our hearts. Glory to You. [SD] |
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. |
Verse: Exalt the Lord our God, and worship at the footstool of His feet; for He is holy. [SAAS] |
Ἦχος πλ. αʹ. Τὸ ξένον τῆς Παρθένου. |
Mode pl. 1. |
|
|
Τὸ ξύλον τοῦ Σταυροῦ σου Σωτὴρ ἡμῶν, τοῦ κόσμου ἀνεδείχθη σωτήριον· ἐν αὐτῷ γὰρ βουλήσει προσηλωθείς, τῆς κατάρας ἐῤῥύσω τοὺς γηγενεῖς, ἡ πάντων ζωή· Κύριε δόξα σοι. |
O Savior, the tree of Your Cross became the salvation of the world. For You were willingly nailed to it, and thus You delivered us born on earth from the curse, O Life of all. Glory to You, O Lord. [SD] |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
Τὸν συνάναρχον Λόγον. |
Ἐν Σταυρῷ σε ὁρῶσα Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ λῃστῶν κρεμάμενον, κοπτομένη μητρικῶς τὰ σπλάγχνα ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ, ὡς κακοῦργος ἐπάγης; τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων ὡς ὑπεράγαθος. |
As Your Mother was watching You, voluntarily * crucified with the robbers on either side, O Christ, * she was cut to the quick, and as a mother and she said, * “O my sinless Son, alas, You were nailed to the Cross, unjustly, as if a convict, * O most benevolent Savior, in order to give life to humanity.” [GOASD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 14. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 14. Then the short litany. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κάθισμα Βʹ. Τοῦ Τριῳδίου. |
Kathisma II. From the Triodion. |
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. (NM) |
|
Τὸν συνάναρχον Λόγον. |
Τῷ τῆς βρώσεως ξύλῳ, πάλαι θανέντες βροτοὶ τῷ Σταυρῷ σου οἰκτίρμον, ἀνεζωώθημεν· οὗ τῇ δυνάμει Ἀγαθέ, ἡμᾶς ἐνίσχυσον, τῆς ἐγκρατείας τὸν καιρόν, ἐν κατανύξει διελθεῖν, ποιοῦντας τὸ θέλημά σου, καὶ κατιδεῖν τὴν ἡμέραν, τῆς λαμπροφόρου Ἀναστάσεως. |
We mortals, who died of old through eating from the tree, are through Thy Cross restored to life, O merciful Lord. By its power, O loving Master, give us strength to pass through the season of abstinence with compunction, obedient to Thy will, and to see the day of Thy light giving Resurrection. [KW] |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
Ἦχος πλ. αʹ. Τὸν συνάναρχον Λόγον. |
Mode pl. 1. As the Father and Spirit. |
|
Τὸν συνάναρχον Λόγον. |
Ἐν Σταυρῷ σε ὁρῶσα Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ λῃστῶν κρεμάμενον, κοπτομένη μητρικῶς τὰ σπλάγχνα ἔλεγεν· Ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ, ὡς κακοῦργος ἐπάγης; τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων ὡς ὑπεράγαθος. |
As Your Mother was watching You, voluntarily * crucified with the robbers on either side, O Christ, * she was cut to the quick, and as a mother and she said, * “O my sinless Son, alas, You were nailed to the Cross, unjustly, as if a convict, * O most benevolent Savior, in order to give life to humanity.” [GOASD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 15. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 15. Then the short litany. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed is Your name, and glorified is Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κάθισμα Γʹ. Τοῦ Τριῳδίου. |
Kathisma III. From the Triodion. |
Ἦχος αʹ. Τοῦ λίθου σφραγισθέντος. |
Mode 1. (NM) |
|
Τοῦ λίθου σφραγισθέντος. |
Τὴν σάρκα καθαρθέντας, ὑπὸ τῆς ἐγκρατείας, καὶ ἐν προσευχαῖς ἐλλαμφθέντας, τὰς ψυχὰς ἡμῶν Κύριε, τὸν τίμιον Σταυρόν σου καὶ σεπτόν, ἀξίωσον θεάσασθαι ἡμᾶς, καὶ ἐν φόβῳ προσκυνῆσαι, ἐν ὑμνῳδίαις ᾄδοντας καὶ λέγοντας· Δόξα τῷ ζωηφόρω σου Σταυρῷ, δόξα τῇ θείᾳ Λόγχῃ σου· ὅθεν ἀνεζωώθημεν, μόνε φιλάνθρωπε. |
With our flesh cleansed by abstinence and our souls filled with light by prayer, count us worthy, O Lord, to look upon Thy precious and venerable Cross and to reverence it with fear, singing hymns and saying: Glory to Thy lifegiving Cross; glory to the holy spear that pierced Thee, whereby we are restored to life, O Thou who alone lovest mankind. [KW] |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
Ἦχος αʹ. Τοῦ λίθου σφραγισθέντος. |
Mode 1. The stone having been sealed. |
|
Τοῦ λίθου σφραγισθέντος. |
Τὸν Ἄρνα ἐπὶ ξύλου, ἡ Ἀμνὰς θεωροῦσα, μετὰ λῃστῶν μακρόθυμε, σταυρούμενόν σε Λόγε, καὶ λόγχῃ ἐκκεντούμενον πλευράν, ἠλάλαζε βοῶσα μητρικῶς· Τί τὸ ξένον καὶ φρικῶδες, Ἰησοῦ μου μυστήριον; πῶς καλύπτῃ τάφῳ, ὁ ἀπερίγραπτος Θεός; ἄφραστον τὸ τελούμενον! μή με τὴν τεκοῦσαν μόνην ἐάσῃς, Υἱέ μου γλυκύτατε. |
When Your Mother, the blameless Sheep, saw You the Lamb, O Logos, * in Your long-suffering, crucified together with robbers, * and witnessed the spear pierce Your side, * she lamented maternally and cried, * “O my Jesus, what is this awesome and horrifying mystery? * How can You, the limitless God, be concealed by a tomb? * What is happening is unspeakable! * Do not abandon me, Your Mother, O sweetest Son of mine!” [GOASD] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save Your people and bless Your inheritance. Look upon Your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us Your rich mercies: |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν ἁγίων· |
through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasius, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalampus and Eleutherius, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Catherine, Kyriaki, Photini, Marina, Paraskevi and Irene; our venerable and God-bearing fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna; and all Your saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (ιβʹ) |
Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Through the mercy, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΧΟΡΟΣ |
CHOIR |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ αʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode i. Mode 2. Heirmos. |
|
Δεῦτε λαοί. |
Στίχ. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. |
Verse: Let us sing to the Lord, for He is greatly glorified. |
Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὂν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται. |
Peoples, now come * and let us sing a song to Christ our God, * who by His prophet split the sea and through it led across * His people and possession, out of Egyptian bondage, * for He was glorified. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Τὸν φωτισμόν, τοῦ σοῦ Δεσπότου, Ἰάκωβε, ἐν τῇ ψυχῇ δεξάμενος, κόσμου κατέλιπες, ἀχλυώδη ἀπάτην, καὶ τῆς ὑπερκοσμίου δόξης ἐπέτυχες. |
O James, you had received the enlightenment of your Master in your soul. You forsook the world and its murky deception. You attained to glory that transcends the world. [un] |
Στίχ. Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπʼ αἰῶνα, καὶ ἔτι. Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν. |
Verse: The Lord reigns forever and ever and ever. For Pharaoh’s horses went with his chariots and horsemen into the sea. [SAAS] |
Τὸν φωτισμόν, τοῦ σοῦ Δεσπότου, Ἰάκωβε, ἐν τῇ ψυχῇ δεξάμενος, κόσμου κατέλιπες, ἀχλυώδη ἀπάτην, καὶ τῆς ὑπερκοσμίου δόξης ἐπέτυχες. |
O James, you had received the enlightenment of your Master in your soul. You forsook the world and its murky deception. You attained to glory that transcends the world. [un] |
Στίχ. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. |
Verse: But the children of Israel walked on dry ground in the midst of the sea. [SAAS] |
Σὺ τὸν Σταυρόν, ἐπὶ τῶν ὤμων ἀράμενος, τῷ σταυρωθέντι Ὅσιε, κατηκολούθησας, καὶ μονάσας πανσόφως, τὰ πάθη ἐγκρατείᾳ Πάτερ ἐμείωσας. |
O righteous Father, you took the Cross upon your shoulders. You followed after the Crucified. You lived in solitude with all wisdom. You diminished the passions through abstinence. [un] |
Δόξα. |
Glory. |
Χωρητικόν, τῶν χαρισμάτων τοῦ Πνεύματος, ἐξ ἁπαλῶν ὀνύχων σου, σκεῦος γεγένησαι, καὶ τῆς ἄνω πολίτης, Σιὼν καὶ κληρονόμος μάκαρ, Ἰάκωβε. |
O blessed James, from your tender youth you became a vessel receptive of the Spirit’s gifts. You became a citizen and heir of the Zion on high. [un] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Μόνη Θεόν, πᾶσι τὸν ὄντα ἀχώρητον, σοὶ χωρητὸν γενόμενον, διʼ ἀγαθότητα, ἀπεκύησας Κόρη, ὃν αἴτησαι σωθῆναι τοὺς ἀνυμνοῦντας σε. |
O Maid, you alone gave birth to God, whom nothing can contain. In His goodness He was contained in you. Implore Him that those who praise you may be saved. [un] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ γʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode iii. Mode 2. Heirmos. |
|
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε. |
Στίχ. Ἅγιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. |
Verse: Holy are You, O Lord, and my spirit praises You. |
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε. |
Establish us in You, Lord, we pray to You, * who mortified sin by Your crucifixion, * and implant in us the fear of You * within the hearts of Your servants who sing Your praise. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Ὁ βίος σου τερπνός, ὁ λόγος ἔνθεος, ἀγάπης τῷ ἅλατι ἠρτυμένος, ἡ καρδία εὐκατάνυκτος· διὰ τοῦτό σε πίστει μακαρίζομεν. |
Your way of life was delightful. Your speech was inspired and seasoned with the salt of love. Your heart was readily moved with compunction. For this reason, with faith we call you blessed. [un] |
Στίχ. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἑβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὢν. |
Verse: The Lord went up into the heaven and thundered. The Lord judges the ends of the earth. [SAAS] |
Ὁ βίος σου τερπνός, ὁ λόγος ἔνθεος, ἀγάπης τῷ ἅλατι ἠρτυμένος, ἡ καρδία εὐκατάνυκτος· διὰ τοῦτό σε πίστει μακαρίζομεν. |
Your way of life was delightful. Your speech was inspired and seasoned with the salt of love. Your heart was readily moved with compunction. For this reason, with faith we call you blessed. [un] |
Στίχ. Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ. |
Verse: He gives strength to our leaders, and He will exalt the horn of His Christ. [SAAS] |
Χριστοῦ τοῦ διʼ ἡμᾶς φανέντος σώματι, τὸν θεῖον σεβόμενος χαρακτῆρα, διωγμοὺς Πάτερ ὑπέμεινας, καὶ κινδύνους καὶ πόνους παμμακάριστε. |
O all-blessed Father James, you venerated the holy icon of Christ, who appeared in a body for our sakes. You endured persecutions and perils and pains. [un] |
Δόξα. |
Glory. |
Ὡς θῦμα καθαρὸν σαυτὸν προσήγαγες, Κυρίῳ νεκρώσει τῆς ἁμαρτίας, καὶ θυσίας ἀναιμάκτους αὐτῷ, Ἱεράρχης ὡς ἔννομος προσήγαγες. |
You offered yourself as a pure sacrifice to the Lord, by putting sin to death. As a lawful hierarch, you offered Him the bloodless Sacrifice. [un] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Χρυσοῦν ὡς ἀληθῶς θυμιατήριον, καὶ στάμνον τοῦ θείου μάννα καὶ θρόνον, καὶ παλάτιον τερπνότατον, τοῦ Θεοῦ σε Παρθένε ὀνομάζομεν. |
O Virgin, we call you golden censer, the vessel of the divine manna, and the throne and most delightful palace of God. [un] |
Ὁ Εἱρμός. |
Heirmos. |
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε. |
Establish us in You, Lord, we pray to You, * who mortified sin by Your crucifixion, * and implant in us the fear of You * within the hearts of Your servants who sing Your praise. [SD] |
Ode 3: Short Litany |
Ode 3: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
ΧΟΡΟΣ |
CHOIR |
Κάθισμα. |
Kathisma. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. N/M (You were so beautiful.) |
|
Τὴν ὡραιότητα. |
Τὴν ὡραιότητα τῶν διδαγμάτων σου, καὶ τὴν λαμπρότητα τῶν νοημάτων σου, καὶ οὓς ὑπέστης διωγμούς, σεπτὰ διʼ ἐκτυπώματα, Πάτερ ἐκπληττόμενοι, κατὰ χρέος τιμῶμέν σε, Ἰάκωβε πανεύφημε, θυηπόλε τοῦ Κτίστου σου· διὸ σὺν ὑμνῳδίαις βοῶμέν σοι· Σῶσον ἡμᾶς ταῖς πρεσβείαις σου. |
O Father blessed by God, we are amazed before the splendor of your thoughts, the beauty of your wise teachings of piety, and the persecutions that you endured for the holy icons. Therefore, as is fitting, we honor you, far-famed and all-lauded James, sacred priest of your Fashioner. Thus with praises we cry out to you: O Saint, grant us salvation by your prayers. [un] |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
Ἦχος γʹ. |
Mode 3. |
Ῥάβδον δυνάμεως κεκτημένοι, τὸν Σταυρὸν τοῦ Υἱοῦ σου Θεοτόκε, ἐν αὐτῷ καταβάλλομεν τῶν ἐχθρῶν τὰ φρυάγματα, οἱ πόθῳ σε ἀπαύστως μεγαλύνοντες. |
O Mother of God, we who ceaselessly magnify you with love possess the Cross of your Son as a sceptre of power. By it we humble the insolence of our enemies. [un] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ δʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode iv. Mode 2. Heirmos. |
|
Εἰσακήκοα Κύριε, τὴν ἀκοήν. |
Στίχ. Δόξα τῇ δυνάμει σου, Κύριε. |
Verse: Glory to Your strength, O Lord. |
Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε. |
I have heard the report, O Lord, * of your eternal plan for our salvation, * and I glorified You, the only Friend of man. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Τῶν δακρύων τοῖς ῥεύμασι, διηνεκῶς λουόμενος Παμμάκαρ, καθαρὸν δοχεῖον ὤφθης τοῦ Πνεύματος. |
O all-blessed James, you were washed with streams of tears. You became a pure vessel of the Spirit. [un] |
Στίχ. Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν. |
Verse: The Lord God is my strength; He will direct my feet to the end. [SAAS] |
Τῶν δακρύων τοῖς ῥεύμασι, διηνεκῶς λουόμενος Παμμάκαρ, καθαρὸν δοχεῖον ὤφθης τοῦ Πνεύματος. |
O all-blessed James, you were washed with streams of tears. You became a pure vessel of the Spirit. [un] |
Στίχ. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ. |
Verse: He will set me upon high places, so to conquer by His song. [SAAS] |
Ὁλονύκτοις δεήσεσι, τὰς ἡδονὰς τοῦ σώματος κοιμίσας, ἀπαθείας ὤφθης λύχνος ἀκοίμητος. |
You put to sleep the pleasures of the body with night-long supplications. You were seen to be an unsleeping lamp of dispassion. [un] |
Δόξα. |
Glory. |
Ταπεινός τε καὶ μέτριος, καὶ συμπαθὴς ἀκέραιος καὶ σώφρων, Ἱεράρχα Ὅσιε ἐχρημάτισας. |
O righteous Hierarch, you were humble, moderate, compassionate, guileless, and sober minded. [un] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ἀπειρόγαμε Δέσποινα, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα, πειρασμῶν καὶ θλίψεων πάντας λύτρωσαι. |
O sovereign Lady, perpetually virgin, you inexpressibly conceived God. Deliver us all from temptations and afflictions. [un] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ εʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode v. Mode 2. Heirmos. |
|
Ὁ τοῦ φωτὸς χορηγός. |
Στίχ. Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. |
Verse: O Lord our God, grant us peace. |
Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σοῦ γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν. |
Lord, the provider of light, * and the Creator of the ages, we pray * that You will guide us in the light of Your all-holy commands. * Except for You, we do not know any other God. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Δόξης ἐρῶν ἀληθοῦς, τὸ ἐν ἀνθρώποις ὑψηλὸν Ὅσιε, περιφανῶς Πάτερ ἐβδελύξω, καὶ γέγονας φωστήρ, ταπεινοφροσύνης ἐμπρέπων φαιδρότητι. |
O righteous Father, you loved true glory. You abominated that which is highly esteemed among men. You became a luminary, conspicuous with the splendor of humility. [un] |
Στίχ. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. |
Verse: My spirit rises early in the morning to You, O God, for Your commands are a light upon the earth. [SAAS] |
Δόξης ἐρῶν ἀληθοῦς, τὸ ἐν ἀνθρώποις ὑψηλὸν Ὅσιε, περιφανῶς Πάτερ ἐβδελύξω, καὶ γέγονας φωστήρ, ταπεινοφροσύνης ἐμπρέπων φαιδρότητι. |
O righteous Father, you loved true glory. You abominated that which is highly esteemed among men. You became a luminary, conspicuous with the splendor of humility. [un] |
Στίχ. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. |
Verse: Learn righteousness, you who dwell on the earth. [SAAS] |
Ἀναστηλῶν σεαυτόν, ταῖς ὁλονύκτοις προσευχαῖς ἵστασο, τῷ τῆς ψυχῆς ὄμματι τὰς θείας, δεχόμενος αὐγάς, Πάτερ Ἱεράρχα θεόφρον Ἰάκωβε. |
O Father and Hierarch, godly-minded James, you set yourself like a pillar. You stood in prayers throughout the night. You received the divine rays in the eye of your soul,. [un] |
Στίχ. Κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν, γνόντες δέ, αἰσχυνθήτωσαν. |
Verse: O Lord, Your arm is exalted, but they did not know it. But when they know it, they shall be ashamed. [SAAS] |
Ἐν ἐγκρατείᾳ πολλῇ, ἐν ἀγρυπνίᾳ ἐκτενεῖ Ὅσιε, ἐν προσευχῇ καὶ κακοπαθείᾳ, ἐζήτησας Θεόν, τὸν σὲ πρὸς τὰς ἄνω μονὰς μεταθέμενον. |
O righteous one, in much self-control, in fervent vigil, in prayer and hardship, you sought God. He has carried you to the mansions on high. [un] |
Στίχ. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. |
Verse: Jealousy will seize an untaught people; and now fire will devour the adversaries. [SAAS] |
Θεοτοκίον. |
Theotokion. |
Τὴν πληγωθεῖσάν μου, ταῖς προσβολαῖς τοῦ δυσμενοῦς, Ἄχραντε, ὡς συμπαθὴς ἴασαι καρδίαν, ἡ τὸν ἐπὶ Σταυροῦ σαρκὶ πληγωθέντα, ἀῤῥήτως κυήσασα. |
O immaculate Virgin, because you are compassionate, heal my heart, which is wounded by the attacks of the enemy. You ineffably gave birth to Him who was wounded in the flesh on the Cross. [un] |
(διαβαστά) |
(read) |
Στίχοι Ἐνδιάμεσοι Πέμπτης ᾨδῆς. |
Intermediate Verses of Ode Five. |
Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· πάντα γὰρ ἀπέδωκας ἡμῖν. |
O Lord our God, grant us peace, for You render everything to us. [SAAS] |
Κύριε, ὁ Θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς, Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομα σου ὀνομάζομεν. |
O Lord our God, possess us; O Lord, we know no other besides You; we name Your name. |
Οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσι, διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας, καὶ ἤρας πᾶν ἄρσεν αὐτῶν. |
The dead will not see life; neither will physicians raise them. Therefore You brought evils upon them and destroyed them, and took away every male of theirs. |
Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδινήσαμεν, καὶ ἐτέκομεν πνεῦμα σωτηρίας, ὃ ἐποιήσαμεν ἐπὶ τῆς γῆς. |
Because of Your fear, O Lord. We have been with child, we have been in pain, and we have given birth. We brought forth the spirit of Your salvation on the earth. [SAAS] |
(ἐμμελῶς) |
(sung) |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
ᾨδὴ εʹ. Ἦχος πλ. αʹ. Ὁ ἀναβαλλόμενος. |
Ode v. Mode pl. 1. (NM) |
|
Ὁ ἀναβαλλόμενος. |
Στίχ. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακὰ τοῖς ἐνδόξοις τῆς γῆς. |
Verse: Bring more evils on them, O Lord, on the glorious of the earth [SAAS] |
Ἴασαί με Κύριε, καὶ ἰαθήσομαι, τῷ μώλωπί σου, τοὺς τῆς ψυχῆς μου, ἐκκαθάρας μώλωπας, ὁ σαρκὶ τὰ πάθη, Χριστὲ καταδεξάμενος. |
Heal me, O Lord, and I shall be healed; by Thy wounds cleanse the wounds of my soul, O Christ who hast accepted suffering in the flesh. [KW] |
Στίχ. Κύριε, ἐν θλίψει ἐμνήσθημέν σου· ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν. |
Verse: O Lord, I remembered You in my hard circumstances. Your chastening to us was a small affliction. [SAAS] |
Σὲ ὡς ἐθεάσατο, σαρκὶ κρεμάμενον, Χριστὲ ἐν ξύλῳ, τὸ φῶς εἰς σκότος, μετέβαλεν ἥλιος καὶ γῆ ἐσαλεύθη, καὶ πέτραι διεῤῥάγησαν. |
When the sun beheld Thee, O Christ, hanging in the flesh upon the Wood, its light was changed to darkness; and the earth quaked and the rocks were rent. [KW] |
Στίχ. Καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραγεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου. |
Verse: As a woman with child is in pain and cries out in her pangs, when she draws near the time of her delivery, so we became Your beloved. [SAAS] |
Ἀκανθοφορήσασαν, καὶ χερσωθεῖσάν μου, ψυχὴν παντοίων, παθῶν ἰδέαις, Κύριε καθάρισον, ὁ στεφθεὶς ἀκάνθας διʹ ἄκραν ἀγαθότητα. |
O Lord who in Thy surpassing love hast been crowned with thorns, cleanse my soul, for it is full of thorns and overgrown with the weeds of all the passions. [KW] |
Στίχ. Οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. |
Verse: We shall not fall but the inhabitants of the world shall fall. [SAAS] |
Θεοτοκίον. |
Theotokion. |
Νέον ἀπεκύησας ὡς βρέφος Πάναγνε, τὸν Πλαστουργόν μου, ὃν δυσωποῦσα, πεπαλαιωμένον με ἐν πολλῇ κακίᾳ, ἀνακαινίσαι δέομαι. |
O all-pure Virgin, thou hast brought forth my Creator as a new born babe. Entreat Him, then, I pray thee, to fashion me anew, who am grown old in evil. [KW] |
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
ᾨδὴ εʹ. Ἦχος αʹ. Ἐκ νυκτὸς ὀρθρίζοντες. |
Ode v. Mode 1. (NM) Seeking The early. |
|
Ἐκ νυκτὸς ὀρθρίζοντες. |
Στίχ. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ |
Verse: The dead shall rise up; and those in the tombs shall arise. Those in the earth shall be glad. [SAAS] |
Ἐν τῷ τόπῳ τοῦ Κρανίου, Ἰουδαῖοί σε σταυρώσαντες Χριστέ, ἐκίνουν κεφαλὰς αὐτῶν, γελῶντες μυκτηρίζοντες· Σὺ δὲ ἠνέσχου, εἰς τὸ σῶσαι ἡμᾶς. |
At the place of the Skull, O Christ, the Jews who crucified Thee wagged their heads in laughter and mockery; and all this Thou hast endured for our salvation. [KW] |
Στίχ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. |
Verse: For your dew is a healing for them, but the land of the ungodly shall come to an end. [SAAS] |
Ἐν τῷ τίτλῳ τοῦ Σταυροῦ σου, ἐπιγράψας ὁ Πιλᾶτος, τρισσῶς τὸν ἕνα τῆς Τριάδος σε, ἑκὼν παθόντα ἐδήλου, ὑπὲρ τῆς πάντων σωτηρίας Χριστέ. |
Pilate wrote the inscription on Thy Cross in three languages, O Christ, showing in this way that Thou art one of the Trinity; who suffered of Thine own will for the salvation of all. [KW] |
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
Τῆς ὑπερφώτου Τριάδος, τὸ τρισήλιον ὑμνήσωμεν πιστοί, φῶς τὸν Πατέρα σέβοντες, φῶς τὸν Υἱὸν δοξάζοντες, φῶς καὶ τὸ Πνεῦμα καταγγέλλοντες. |
O ye faithful, let us praise the threefold Sun of the Trinity supreme in radiance, honouring the Father as Light, glorifying the Son as Light, and proclaiming the Spirit as Light. [KW] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τῶν Ἀγγέλων ἀνωτέραν, ὁ ἐκ σοῦ τεχθείς σε ἔδειξε Σεμνή· ὃν γὰρ ἐκεῖνοι τρέμουσιν, ὡς Θεῷ ἀτενίσαι, σὺ ἀγκαλίζῃ ὡς Υἱόν σου Ἁγνή. |
O pure and honoured Virgin, He who was born of thee has made thee higher than the angels. For they are afraid to gaze on Him as God, but thou hast carried Him in thine arms as thy Son. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ Σταυρὸς ὁ Πάνσεπτος, ὁ σωτήριος τοῦ Κόσμου φυλακτήρ, φρούρησόν με νηστεύοντα, καὶ ἄξιον ἀνάδειξον, τῆς σῆς ἀχράντου προσκυνήσεως. |
O precious Cross, guardian and salvation of the world, watch over me as I fast and count me worthy to take part in thy holy veneration. [KW] |
Ὁ Εἱρμός. Ἦχος αʹ. |
Heirmos (NM). Mode 1. |
|
Ἐκ νυκτὸς ὀρθρίζοντες. |
Ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε Χριστὲ ὁ Θεός, τὸν διʼ ἡμᾶς πτωχεύσαντα, καὶ σταυρὸν καὶ θάνατον, ἐν τῇ σαρκί σου ὑπομείναντα. |
Seeking Thee early in the morning, we sing Thy praises, Christ our God, who hast for our sakes become poor and in Thy flesh endured the Cross and death. [KW] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ Ϛʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode vi. Mode 2. Heirmos. |
|
Ἐν ἀβύσσῳ πταισμάτων. |
Στίχ. Ὡς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε. |
Verse: Save us, O Lord, like You saved the Prophet Jonah. |
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. |
Like a deep sea, my sins have encircled me. * I invoke the deep sea of Your ineffable * and unfathomable tender love. * Raise me up from corruption, O Lord my God. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Οἱ κρουνοὶ τῶν δακρύων σου Ὅσιε, θάλασσαν δεινῶν παθημάτων ἐξήραναν, καὶ τὴν ἐκεῖ παράκλησιν, τῇ σεπτῇ σου ψυχῇ προεξένησαν. |
O righteous James, the rivers of your tears dried up a sea of evil passions. They gained consolation on high for your venerable soul. [un] |
Στίχ. Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον. |
Verse: Those who follow vanity and lies forsake their own mercy. [SAAS] |
Οἱ κρουνοὶ τῶν δακρύων σου Ὅσιε, θάλασσαν δεινῶν παθημάτων ἐξήραναν, καὶ τὴν ἐκεῖ παράκλησιν, τῇ σεπτῇ σου ψυχῇ προεξένησαν. |
O righteous James, the rivers of your tears dried up a sea of evil passions. They gained consolation on high for your venerable soul. [un] |
Στίχ. Ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. |
Verse: As much as I vowed, I shall offer up to You, to You, the Lord of Deliverance. [SAAS] |
Ἀνεξίκακος πρᾶος ἀκέραιος, ὅσιος ἡδὺς ταπεινόφρων καὶ μέτριος, καὶ φωτισμοῦ ἀνάπλεως, παναοίδιμε Πάτερ γεγένησαι. |
O all-celebrated Father, you were forbearing, meek, guileless, righteous, sweet, humble-minded, moderate, and full of illumination. [un] |
Δόξα. |
Glory. |
Τῇ τῶν θείων ποιμένων ἡ μνήμη σου, Πάτερ συνδεδόξασται, οἷα Ποιμένος καλοῦ, Ποιμὴν σοφὲ Ἰάκωβε, ὡς ὁσίως τὴν ποίμνην ποιμάναντος. |
O wise shepherd James, your memorial is glorified with the memorial of the divine shepherds. Like the Good Shepherd, you shepherded your flock in righteousness. [un] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ὁ βουλήσει τὸ πᾶν ἐργασάμενος, μήτραν βουληθεὶς ἀπειρόγαμον ᾤκησε, τοὺς τῇ φθορᾷ νοσήσαντας, ἀφθαρσίᾳ πλουτίσας ὡς εὔσπλαγχνος. |
He who made the universe by His will, willed to dwell in your virginal womb. He made rich with incorruption those who were diseased with corruption, for He is compassionate. [un] |
Ὁ Εἱρμός. |
Heirmos. |
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. |
Like a deep sea, my sins have encircled me. * I invoke the deep sea of Your ineffable * and unfathomable tender love. * Raise me up from corruption, O Lord my God. [SD] |
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the King of peace and the savior of our souls, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Μαρτυρικόν. Ἦχος πλ. αʹ. |
For the Martyrs. Mode pl. 1. |
Λάμπει σήμερον ἡ μνήμη τῶν Ἀθλοφόρων· ἔχει γὰρ καὶ οὐρανόθεν ἀπαύγασμα· ὁ χορὸς τῶν Ἀγγέλων πανηγυρίζει, καὶ τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει· διὸ πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. |
The medaled Martyrs’ commemoration is splendid today, for it is illumined with a heavenly light. The chorus of Angels is celebrating, and the human race is also observing the feast. And therefore they intercede with the Lord, to have mercy on our souls. [GOASD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΑʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου Ἐπισκόπου, τοῦ Ὁμολογητοῦ. |
On March 21 we commemorate our devout father Iakovos the bishop and confessor. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Θωμᾶ, Πατριάρχου Κωνσταντινουπόλεως. |
On this day we also commemorate our father among the saints Thomas, Patriarch of Constantinople. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλήμονος καὶ Δομνίνου. |
On this day we also commemorate the holy martyrs Philemon and Domninus. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βηρύλλου, Ἐπισκόπου Κατάνης. |
On this day we also commemorate our devout father Beryllus, Bishop of Catania. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σεραπίων, ὁ ἀπὸ Σιδῶνος, ἐν εἰρήνῃ τελειοῦται. |
On this day St. Serapion of Sidon reposed in peace. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΧΟΡΟΣ |
CHOIR |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ ζʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode vii. Mode 2. Heirmos. |
|
Εἰκόνος χρυσῆς. |
Στίχ. Τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ. |
Verse: Blessed are You, the God of our fathers. |
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
The image of gold * was in Babylon on Dura being worshiped. * But Your three Servants showed complete disdain * for that abominable decree. * Thrown into the fiery furnace, * in the midst of it they were bedewed, * singing: Blessed are You, O God of our Fathers. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Πολλοὺς διωγμούς, ἀνενδότους πειρασμοὺς Πάτερ ὑπέμεινας, Εἰκονομάχους ἐκτρεπόμενος, ὡς ζηλωτὴς ἐνδικώτατος, πάντας τοὺς ὁρῶντας φωτίζων, καὶ κραυγάζων, Ἰάκωβε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
O Father, you endured many persecutions and unrelenting temptations. You warded off the enemies of the icons as a zealot of righteousness. O James, you enlightened all who saw, while crying: Blessed are You, the God of our Fathers. [un] |
Στίχ. Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You on the throne of Your kingdom, and You are praised and exalted beyond measure unto the ages. [SAAS] |
Πολλοὺς διωγμούς, ἀνενδότους πειρασμοὺς Πάτερ ὑπέμεινας, Εἰκονομάχους ἐκτρεπόμενος, ὡς ζηλωτὴς ἐνδικώτατος, πάντας τοὺς ὁρῶντας φωτίζων, καὶ κραυγάζων, Ἰάκωβε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
O Father, you endured many persecutions and unrelenting temptations. You warded off the enemies of the icons as a zealot of righteousness. O James, you enlightened all who saw, while crying: Blessed are You, the God of our Fathers. [un] |
Στίχ. Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You in the firmament of heaven, for You are praised and glorified unto the ages. [SAAS] |
Χριστοῦ τὴν φρικτήν, παρουσίαν ἐννοῶν ἐν κατανύξει, πάντα τὸν βίον διετέλεσας, ἕως οὗ εὗρες μακάριε, κάθαρσιν πταισμάτων τελείαν, καὶ αἰωνίαν παράκλησιν, καὶ φωτισμὸν ἀληθινόν, καὶ δόξαν ἄῤῥητον. |
O blessed one, you brought to mind the dread coming of Christ. You passed your whole life in compunction. You found complete cleansing of offences, eternal consolation, true enlightenment, and unspeakable glory. [un] |
Δόξα. |
Glory. |
Ποιμένος Χριστοῦ, ἐν πραότητι ψυχῆς ὤφθης ἀρνίον, καὶ ὑπὸ τούτου ποιμαινόμενος, Ποιμὴν προβάτων ἐν Πνεύματι, Πάτερ λογικῶν ἀνεδείχθης, σὺν αὐτοῖς μέλπων πάντοτε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
In meekness of soul, you were a lamb of Christ the Shepherd. O Father, you were tended by Him. You became a shepherd of rational sheep in the Spirit, ever singing together with them: Blessed are You, the God of our Fathers. [un] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Μαρία σεμνή, ἀειπάρθενε Ἁγνὴ εὐλογημένη, καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτανόντων ἡ λύτρωσις, σῶσον μὲ τὸν ἄσωτον σῶσον, τῷ Υἱῷ σου κραυγάζοντα· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
O venerable Mary, pure and blessed Ever-virgin, You restore those who fall and give redemption to those who sin. Save me, the prodigal. Save me, who cries out to your Son: Blessed are You, the God of our Fathers. [un] |
ᾨδὴ ηʹ. |
Ode viii. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ ηʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode viii. Mode 2. Heirmos. |
|
Τὸν ἐν καμίνῳ τοῦ πυρός. |
Στίχ. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας. |
Verse: O you works, to the Lord sing a hymn, and exalt Him beyond measure unto the ages. |
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
When God went down into the fire * of the furnace with the holy Hebrew Servants, * He converted the flames there into dew refreshing them. * Extol Him as Lord, O you works of His, * and exalt Him beyond measure, * unto all the ages. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Ὁ καθαρώτατός σου νοῦς, καθαραῖς προσομιλῶν φωτοχυσίαις, τῶν δαιμόνων τὸ σκότος, καὶ τῶν παθῶν τὴν ἀχλύν, ἐμφρόνως ἐξέκλινεν Ὅσιε, Χριστὸν ἀνυμνεῖτε, κραυγάζων εἰς αἰῶνας. |
O righteous James, your most pure mind communed with the pure emissions of light. It wisely declined from the darkness of the demons and the murk of the passions, as you cried: Praise you Christ unto the ages. [un] |
Στίχ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you works of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Ὁ καθαρώτατός σου νοῦς, καθαραῖς προσομιλῶν φωτοχυσίαις, τῶν δαιμόνων τὸ σκότος, καὶ τῶν παθῶν τὴν ἀχλύν, ἐμφρόνως ἐξέκλινεν Ὅσιε, Χριστὸν ἀνυμνεῖτε, κραυγάζων εἰς αἰῶνας. |
O righteous James, your most pure mind communed with the pure emissions of light. It wisely declined from the darkness of the demons and the murk of the passions, as you cried: Praise you Christ unto the ages. [un] |
Στίχ. Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you works of the Lord, you heavens of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Πεπυρωμένα τοῦ ἐχθροῦ, βέλη ἔσβεσας Σοφὲ ταῖς ἐπομβρίαις, τῶν ἀπαύστων δακρύων· καὶ πυρωθεὶς τῇ Χριστοῦ, ἀγάπῃ παμμάκαρ κατέφλεξας, τὰς ὑλομανούσας, τῶν ἡδονῶν ἀκάνθας. |
O wise and all-blessed Father, you quenched the fiery darts of the enemy with the showers of your unceasing tears. You were aflame with the love of Christ. You burned up the wildly overgrown thorns of the pleasures. [un] |
Στίχ. Εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ Δυνάμεις Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you waters above the heaven, all you powers of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Τοῦτο τὸ ποίμνιον Σοφέ, ὃ συνήγαγες ταῖς σαῖς διδασκαλίαις, καὶ τοὺς πίστει τελοῦντας τὴν ἱερὰν καὶ σεπτήν, καὶ πλήρη φωτὸς θείαν μνήμην σου, φύλαττε εὐχαῖς σου, πειρασμῶν καὶ κινδύνων. |
O wise James, divine and full of light, by your prayers preserve from temptations and perils this flock that you have gathered by your teachings. Preserve those who with faith celebrate your sacred and august memorial. [un] |
Στίχ. Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, you sun and moon, you stars of heaven, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Θεοτοκίον. |
Theotokion. |
Ζῶσα ὑπάρχουσα πηγή, ὡς τὸ ὕδωρ τῆς ζωῆς ἀποτεκοῦσα, τὴν ψυχήν μου τακεῖσαν τῆς ἁμαρτίας φλογμῷ, Παρθένε Θεοτόκε πότισον, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας. |
O Virgin Mother of God, you are the living fountain that brought forth the Water of Life. Give my soul a drink, withered up as it is by the burning heat of sin, so that I may glorify you unto all the ages. [un] |
(διαβαστά) |
(read) |
Στίχοι Ἐνδιάμεσοι Ὀγδόης ᾨδῆς. |
Intermediate Verses of Ode Eight. |
Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, every shower and dew, all you winds, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you fire and heat, you winter cold and summer heat, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you dews and snows, you frost and cold, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you hoarfrosts and snows, you lightning and clouds, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you light and darkness, you night and day, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you earth, you mountains and hills, and all you things growing on the earth, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, πηγαί, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you springs, you seas and rivers, you sea-monsters and everything that moves in the waters, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
(ἐμμελῶς) |
(sung) |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
ᾨδὴ ηʹ. Ἦχος πλ. αʹ. Σοὶ τῷ παντουργῷ. |
Ode viii. Mode pl. 1. (NM) |
|
Σοὶ τῷ παντουργῷ. |
Στίχ. Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you birds of heaven, all you wild animals and cattle, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Ἥπλωσας σταυρῷ, τὰς σὰς Χριστὲ παλάμας, χειρὸς τοῦ Προπάτορος, τὸ ἀκρατὲς ἀναιρῶν, ξύλῳ δὲ ξύλου ἰάσω τὴν κατάραν· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
O Christ, Thou hast stretched out Thine hands upon the Cross, and so Thou hast destroyed the sin of our forefather who stretched out his hands in greed. By the Tree hast Thou healed the curse of the tree: therefore we sing Thy praises for ever. [KW] |
Στίχ. Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραὴλ τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O children of men. Bless the Lord, O Israel, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Σοὶ τῷ θελητῇ, τῆς σωτηρίας Λόγε, προσπίπτω, θελήματα τὰ πονηρότατα, παῦσον ἐν τάχει, ἐκ τῆς ἐμῆς καρδίας, ὁ σταυρὸν καὶ πάθη, θελήσει ὑπομείνας. |
I fall down before Thee, O Word, who desirest my salvation. Cause the evil desires to vanish swiftly from my heart, O Thou who hast willingly endured the Cross and Passion. [KW] |
Στίχ. Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O priests of the Lord, O servants of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Ἄσωτον ζωήν, ῥερυπωμένον βίον, ποθήσας ἠμαύρωμαι, ἐγὼ ὁ ἄσωτος, λάμψον ἀκτῖνα, ἐπιστροφῆς μοι Λόγε, ὁ ἡλίου φέγγος, τῷ πάσχειν ἀμαυρώσας. |
I have loved the guilty life of the Prodigal and my soul has grown dark. O Word who at Thy Passion hast darkened the light of the sun, shine upon me with Thy brightness, that I may turn back to Thee. [KW] |
Στίχ. Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O spirits and souls of the righteous, O holy ones and humble in heart, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Θεοτοκίον. |
Theotokion. |
Παῦσον τῆς ἐμῆς, πολυωδύνου πᾶσαν, καρδίας τὴν κάκωσιν, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, θραῦσον δαιμόνων, τὰ βέλη καὶ τὰ τόξα, τῶν ἐκπολεμούντων, τὴν ταπεινὴν ψυχήν μου. |
Cause every ill to vanish from my greatly suffering heart, O Mother of Christ my God. Shatter the arrows and bows of the demons that make war against my humiliated soul. [KW] |
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
ᾨδὴ ηʹ. Ἦχος αʹ. Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ. |
Ode viii. Mode 1. (NM) Christ our God preserved. |
|
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ. |
Στίχ. Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O Hananiah, Azariah, and Mishael, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Τί σοι παθόντι προσενέγκωμεν, τῷ τῶν ἁπάντων Δεσπότῃ, ἡμεῖς οἱ τάλανες; διʹ ἡμᾶς γὰρ σταυρὸν κατεδέξω Χριστέ, ὑμνοῦμεν τοῦ ὑπερμετρήτου, ἐλέους σου τὴν χάριν. |
In our wretchedness what shall we offer Thee, O Master of all, who hast suffered for us? Thou hast endured the Cross for our sake, O Christ, and we sing the praises of Thy grace and boundless mercy. [KW] |
Στίχ. Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O Apostles, Prophets, and Martyrs, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Ἐπὶ ξύλου ἐπαράτου Χριστέ, Ἰουδαῖοί σε κτείναντες φθόνῳ, οὐκ ἐλυμήναντο, τὸ τῆς δόξης σου κράτος παράνομοι· ὑπάρχεις γὰρ πάντων Δεσπότης, παθῶν ἐθελουσίως. |
The lawless Jews who from envy killed Thee on the accursed tree, harmed not the power of Thy glory. For Thou remainest Master of all, and Thou hast suffered by Thine own free choice. [KW] |
Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: We bless the Lord: Father, Son, and Holy Spirit; we sing a hymn to Him and exalt Him beyond measure unto the ages. [SAAS] |
Τριαδικόν. |
For the Trinity. |
Τῆς ὑπερουσίου Θεότητος, τρία πρόσωπα σέβω, Πατέρα τὸν προάναρχον, τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τῇ φύσει, ἄτμητον οὐσίαν, δοξάζω εἰς αἰῶνας. |
I honour the three Persons of the Godhead that transcends all being, and I glorify for ever the Father without beginning, the Son and the Holy Spirit, undivided in essence and nature. [KW] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τὴν τῶν οὐρανῶν ὑψηλοτέραν, καὶ Χερουβὶμ ὑπερτέραν, τὴν ἁγιόπρωτον, καὶ ἀμίαντον Κόρην, τοῦ πάντων Θεοῦ ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
We praise her who is higher that the heavens and exalted above the cherubim, the first among the saints, the undefiled Maiden who bore the God of all, and we exalt her above all for ever. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Τρισμακάριστε Σταυρε τοῦ Χριστοῦ, τὸ οὐρανόγραφον νῖκος, ὁ ἐκ τῆς γῆς ἡμῖν ἐκβλαστήσας, τῆς σῆς προσκυνήσεως, ἀξίους δεῖξον ἡμᾶς πάντας, νηστείᾳ καθαρθέντας. |
O thrice-blessed Cross of Christ, while hidden in the earth thou hast given us a victory-written in the sky; grant that, cleansed by fasting, we may all be counted worthy to venerate thee. [KW] |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Ὁ Εἱρμός. Ἦχος αʹ. |
Heirmos (NM). Mode 1. |
|
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ. |
Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Christ our God preserved the Children who sang His praises in the furnace, and He changed the roaring flames to dew; let us praise and exalt Him above all for ever. [KW] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ θʹ. |
Ode ix. |
Μεγαλυνάριον. Ἦχος βʹ. |
The Magnificat. Mode 2. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ θʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode ix. Mode 2. Heirmos. |
|
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον. |
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀῤῥήτῳ σοφίᾳ ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα διʼ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν. |
Being from God, God the Logos * with ineffable wisdom * came to make Adam new who fell through food * into corruption unhappily. * From an all-holy Virgin * ineffably He took on flesh for us. * We the faithful extol Him concordantly and magnify. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Μετὰ πολλοὺς τοὺς καμάτους, μετὰ πόνους μυρίους, ἱδρῶτάς τε καὶ θλίψεις ἀληθῶς, πρὸς τὸν λιμένα κατέπαυσας, τὸν οὐράνιον φέρων, τὸν πλοῦτον τῶν ἐνθέων ἀρετῶν, ἱερώτατε Πάτερ, Ὁσίων ἐγκαλλώπισμα. |
O most sacred Father, peer of the righteous, after your many labors, and after innumerable pains, sweat, and veritable tribulations, you have come to rest in the heavenly port, bearing the riches of divine virtues. [un] |
Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. |
Verse: Blessed be the Lord God of Israel, for he has visited and redeemed his people. [RSV] |
Μετὰ πολλοὺς τοὺς καμάτους, μετὰ πόνους μυρίους, ἱδρῶτάς τε καὶ θλίψεις ἀληθῶς, πρὸς τὸν λιμένα κατέπαυσας, τὸν οὐράνιον φέρων, τὸν πλοῦτον τῶν ἐνθέων ἀρετῶν, ἱερώτατε Πάτερ, Ὁσίων ἐγκαλλώπισμα. |
O most sacred Father, peer of the righteous, after your many labors, and after innumerable pains, sweat, and veritable tribulations, you have come to rest in the heavenly port, bearing the riches of divine virtues. [un] |
Στίχ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. |
Verse: And has raised up a horn of salvation for us in the house of his servant David. [RSV] |
Ἡμερινὸν ὡς ἀστέρα, ὡς Πνεύματος οἶκον, ὡς ῥόδον εὐωδίας μυστικῆς, Πάτερ ὑπάρχων ἀνάπλεων, ὡς ὑψίκομον δένδρον, ὡς δόξης αἰωνίου κοινωνόν, ὡς σοφὸν Ἱεράρχην, τιμῶμέν σε Ἰάκωβε. |
O Father James, we honor you as a star that outshines the day, a house of the Spirit, a rose wholly fragrant with mystical sweetness, a towering tree, a partaker of eternal glory, and a wise hierarch. [un] |
Στίχ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπʼ αἰῶνος Προφητῶν αὐτοῦ. Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς. |
Verse: As he spoke by the mouth of his holy prophets from of old. That we should be saved from our enemies, and from the hand of all who hate us. [RSV] |
Αἱ τῶν δακρύων λιβάδες, ἐν τῇ γῇ τῆς καρδίας, πεμπόμεναι πλουσίως ἀληθῶς, στάχυν ἐξέθρεψαν ὥριμον, τὰς ψυχὰς τῶν ἐν πίστει, τιμώντων σε ἐκτρέφοντα ἀεί, Ἱεράρχα θεόφρον, Πατὴρ ἡμῶν, Ἰάκωβε. |
O godly-minded Hierarch, our Father James, the torrents of your tears indeed poured abundantly into the earth of your heart. They have fattened a ripe ear of wheat, which ever feeds the souls of those who honor you with faith. [un] |
Στίχ. Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. |
Verse: To perform the mercy promised to our fathers, and to remember his holy covenant. [RSV] |
Θεοτοκίον. |
Theotokion. |
Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρῖναι, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με· δυπωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, τῶν Ἀγγέλων τὰ πλήθη, καὶ ὁ κλεινὸς Ἰάκωβος. |
Spare me, O Lord, spare me when You come to judge me. Do not condemn me to the fire nor rebuke me in Your anger. O Christ, the Virgin that gave You birth beseeches You, and so do the multitudes of the Angels and the glorious James. [un] |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
ᾨδὴ θʹ. Ἦχος πλ. αʹ. Ἠσαΐα χόρευε. |
Ode ix. Mode pl. 1. (NM) Rejoice, Isaiah. |
|
Ἠσαΐα χόρευε. |
Στίχ. Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας. |
Verse: The oath which he swore to our father Abraham, to grant us that we, be[ing] delivered from the hand of our enemies. [RSV] |
Τὴν λιθώδη πώρωσιν, τῆς ψυχῆς μου, εὔσπλαγχνε Σωτήρ, ἀπόπλυνον καὶ πηγήν, δός μοι ἀγαθέ, θείας κατανύξεως, ὁ ἐκ πλευρᾶς, βλύσας μοι ζωήν, καὶ τὸ ἀνθρώπινον, ἀνελκύσας πρὸς σὲ Κύριε. |
O compassionate Saviour, take away the stony hardness of my soul, and grant me in Thy love a fountain of divine compunction: for Thou hast poured out life upon me from Thy side and lifted up mankind to Thee, O Lord. [KW] |
Στίχ. Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. |
Verse: [That we] might serve him without fear, in holiness and righteousness before him all the days of our life. [RSV] |
Ἐμαυτὸν ἀπέῤῥιψα, εἰς τὰ βάθη, τῶν ἁμαρτιῶν, τὰ ὕψη καταλιπών, τὰ τῶν ἀρετῶν, ἀλλʹ ἕλκυσον, σῶσόν με, ὁ ἀνελθών, ἐπὶ τοῦ Σταυροῦ, καὶ τὸ ἀνθρώπινον, ἀνελκύσας πρὸς σὲ Κύριε. |
Forsaking the heights of virtue I have thrown myself into the depths of sin. But draw me up and save me, for Thou hast ascended on the Cross and lifted up mankind to Thee, O Lord. [KW] |
Στίχ. Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. |
Verse: And you, child, will be called the prophet of the Most High; for you will go before the Lord to prepare his ways. [RSV] |
Γλυκασμὸς ὢν Κύριε, καὶ ἡδύτης, ὡς Δημιουργός, χολῆς ἐγεύσω Χριστέ, τὴν ἐξ ἡδονῆς, ὑπάρξασαν ἔκπτωσιν, τοῖς ἐξ Ἀδάμ, σὺ ἐπανορθῶν· ὅθεν ὑμνοῦμέν σε, οἱ σωθέντες σου τοῖς πάθεσι. |
O Lord Christ who art sweetness and delight, Thou the Creator hast tasted gall and raised up Adam’s children from their fall that came about through sensual pleasure. Saved by Thy Passion, we sing Thy praises. [KW] |
Στίχ. Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. |
Verse: To give knowledge of salvation to his people in the forgiveness of their sins, through the tender mercy of our God. [RSV] |
Θεοτοκίον. |
Theotokion. |
Παναγία Δέσποινα, ἡ ἐλπίς μου καὶ καταφυγή, τὰ τραύματα τῆς ἐμῆς, ἴασαι ψυχῆς, τὸν νοῦν μου εἰρήνευσον, ἵνα κᾀγώ, χαίρων ἀνυμνῶ, τὰ μεγαλεῖά σου, Θεοτόκε ἀειπάρθενε. |
All-holy Lady, my hope and refuge, heal the wounds of my soul and give peace to my mind, that even I may praise thy greatness, Ever Virgin Theotokos. [KW] |
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
ᾨδὴ θʹ. Ἦχος αʹ. Σὲ ἥν περ εἶδε Μωυσῆς. |
Ode ix. Mode 1. (NM) Moses saw thee. |
|
Σὲ ἥν περ εἶδε Μωυσῆς. |
Στίχ. Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. |
Verse: When the day shall dawn upon us from on high to give light to those who sit in darkness and in the shadow of death. [RSV] |
Σὲ ὃν οἱ ἄνομοι Χριστέ, περιέβαλον παικτῶς, πορφύραν καὶ στέφανον, ὡς Βασιλέα παίοντες, καλάμῳ τὴν κάραν σου σταυροῦντες φθόνῳ, καὶ χολὴν ποτίζοντες, ὕμνοις πάντες πιστοὶ μεγαλύνομεν. |
The transgressors in mockery clothed Thee with purple, O Christ, and crowned Thee as King, striking Thy head with a reed; and from envy they crucified Thee and gave Thee gall to drink. In our hymns with all the faithful we magnify Thee. [KW] |
Στίχ. Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. |
Verse: To guide our feet into the way of peace. [RSV] |
Σὲ ὅν περ ἥλιος ἰδών, πεπονθότα ἐν σταυρῷ, τὸ φῶς ἐναπέκρυψε, πάσης ὁμοῦ τῆς κτίσεως, Δεσπότου ταῖς ὕβρεσι συγκλονουμένης, καὶ σχιζομένων τῶν πετρῶν, ὕμνοις Χριστὲ Σωτὴρ μεγαλύνομεν. |
When the sun beheld Thy sufferings upon the Cross, it hid its light; and seeing the outrages which Thou hast undergone, O Master, the whole creation quaked and the rocks were rent. In our hymns, Christ our Saviour, we magnify Thee. [KW] |
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
Φῶς, καὶ ζωὴ καὶ παντουργός, ἡ τρισήλιος Μονάς, Θεός τε καὶ Κύριος, φωτὶ ἑνὶ λαμπόμενος, τρισὶ συναστράπτων τοῖς χαρακτῆρσιν, ἐν μιᾷ Θεότητι, ταύτην πάντες πιστοὶ μεγαλύνομεν. |
O Unity of the threefold Sun, Light and Life and Maker of all, God and Lord, shining with a single light, three Persons in one Godhead: with all the faithful we magnify Thee. [KW] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Σὲ ἣν Δαυῒδ ὁ μελῳδός, προεκήρυξε Σιών, ἐν ᾗπερ κατῴκησεν, ὁ Οὐρανοῖς ἀχώρητος, καὶ ἀνεδομήσατο, ἐκ τῆς σαρκός σου. Κόσμου ἱλαστήριον, ὕμνοις Μῆτερ ἁγνὴ μεγαλύνομεν. |
In prophecy David the Psalmist called thee Zion: for He whom the heavens cannot contain made thee His dwelling-place, and from thy flesh He formed the mercy-seat of the world. In our hymns, pure Mother, we magnify thee. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Σοῦ τὸν σωτήριον Σταυρόν, τὸν φωστῆρα τῶν πιστῶν, ἀξίωσον Κύριε, διʹ ἐγκρατείας τρέχοντας, προφθάσαι θεάσασθαι, καὶ προσκυνῆσαι, εἰς ἁγιασμὸν ἡμῶν, ἵνα σε διʹ αὐτοῦ μεγαλύνωμεν. |
O Lord, through abstinence enable us to run swiftly to Thy saving Cross, the Light of the faithful, and to behold and venerate it for our sanctification; that so through the Cross we may magnify Thee. [KW] |
Ὁ Εἱρμός. Ἦχος αʹ. |
Heirmos (NM). Mode 1. |
|
Σὲ ἥν περ εἶδε Μωυσῆς. |
Σὲ ἥν περ εἶδε Μωυσῆς, ἀκατάφλεκτον βάτον, καὶ κλίμακα ἔμψυχον, ἢν ὁ Ἰακὼβ τεθέαται, καὶ πύλην οὐράνιον, διʼ ἧς διῆλθε Χριστὸς ὁ Θεὸς ἡμῶν, ὕμνοις, Μῆτερ ἁγνή, μεγαλύνομεν. |
Moses saw thee as a bush unconsumed by fire, and Jacob beheld thee as the living ladder and the gate of heaven, through which Christ our God has passed. In our hymns, pure Mother, we magnify thee. [KW] |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Φωταγωγικά |
Photagogic Hymns |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, δυνάμει τοῦ Σταυροῦ σου, καὶ σῶσόν με. |
O Lord and Giver of light, send out Your light and illumine my heart, by the power of Your Cross, and save me. [SD] |
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, πρεσβείαις τῶν ἁγίων καὶ σῶσόν με. |
O Lord and Giver of light, send out Your light and illumine my heart, by the intercessions of the Saints, and save me. [SD] |
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσόν με. |
O Lord and Giver of light, send out Your light and illumine my heart, by the intercessions of the Theotokos, and save me. [SD] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Οἱ Αἶνοι. (διαβαστά) |
Lauds. (read) |
Ψαλμὸς ΡΜΗʹ (148). |
Psalm 148. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
Praise the Lord from the heavens; praise Him in the highest. Praise Him, all you His angels; praise Him, all you His hosts. Praise Him, sun and moon; praise Him, all you stars and light. Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name, for He spoke, and they were made; He commanded, and they were created. He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. Praise the Lord from the earth, you dragons and all the deeps, Fire and hail, snow and ice, stormy wind, which perform His word, mountains and all the hills, fruitful trees and all cedars, wild animals and all cattle, creeping things and flying birds, kings of the earth and all peoples, princes and all judges of the earth, young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted; His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people, a hymn for all His saints, for the children of Israel, a people who draw near to Him. [SAAS] |
Ψαλμὸς ΡΜΘʹ(149). |
Psalm 149. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. Let them praise His name with dance; with tambourine and harp let them sing to Him; for the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds; the high praise of God shall be in their mouth and a two-edged sword in their hand, to deal retribution to the nations, reproving among the peoples, to shackle their kings with chains and their nobles with fetters of iron, to fulfill among them the written judgment: This glory have all His holy ones. [SAAS] |
Ψαλμὸς ΡΝʹ (150). |
Psalm 150. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἀλληλούϊα. |
Praise God in His saints; praise Him in the firmament of His power; praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. Praise Him with the sound of a trumpet; praise Him with the harp and lyre; praise Him with timbrel and dance; praise Him with strings and flute; praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. Alleluia. [SAAS] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
Δοξολογία (διαβαστά) |
Doxology (read) |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Παράσχου, Κύριε. |
Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀπόστιχα. Τοῦ Τριῳδίου. |
Aposticha. From the Triodion. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Ἰδιόμελον. Ἦχος πλ. βʹ. |
Idiomelon. Mode pl. 2. |
Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀσωτίᾳ τὸν βίον κατηνάλωσα, τοῖς πονηροῖς λογισμοῖς τῆς ἁμαρτίας μου συναπαχθείς, καὶ γλυκασμῷ ἐμπαθείας ἐνηδόμενος, τοῖς ἀνοήτοις κτήνεσιν ὡμοιώθην, τῇ τῶν σωτηρίων ἐντολῶν παραβάσει. Ἀλλʹ ὁ ἐπὶ σταυροῦ κρεμασθῆναι, διʹ ἐμὲ εὐδοκήσας Χριστὲ ὁ Θεός, μὴ ἀποκηρύξῃς με τῆς σῆς υἱοθεσίας, ἀλλʹ ἐπιστρέφοντα δέξαι, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με. |
I have scattered the riches which the Father gave me and wasted my life as the Prodigal, carried away by the evil thoughts of sin. Taking pleasure in the sweetness of passion, I have transgressed Thy saving commandments and become like the unthinking beasts. O Christ my God, who for my sake wast pleased to hang upon the Cross, deprive me not of sonship, but accept me as I now turn back to Thee like the Prodigal Son, and save me. [KW] |
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. |
Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS] |
Τῆς πατρικῆς δωρεὰς διασκορπίσας τὸν πλοῦτον, ἀσωτίᾳ τὸν βίον κατηνάλωσα, τοῖς πονηροῖς λογισμοῖς τῆς ἁμαρτίας μου συναπαχθείς, καὶ γλυκασμῷ ἐμπαθείας ἐνηδόμενος, τοῖς ἀνοήτοις κτήνεσιν ὡμοιώθην, τῇ τῶν σωτηρίων ἐντολῶν παραβάσει. Ἀλλʹ ὁ ἐπὶ σταυροῦ κρεμασθῆναι, διʹ ἐμὲ εὐδοκήσας Χριστὲ ὁ Θεός, μὴ ἀποκηρύξῃς με τῆς σῆς υἱοθεσίας, ἀλλʹ ἐπιστρέφοντα δέξαι, ὡς τὸν Ἄσωτον Υἱόν, καὶ σῶσόν με. |
I have scattered the riches which the Father gave me and wasted my life as the Prodigal, carried away by the evil thoughts of sin. Taking pleasure in the sweetness of passion, I have transgressed Thy saving commandments and become like the unthinking beasts. O Christ my God, who for my sake wast pleased to hang upon the Cross, deprive me not of sonship, but accept me as I now turn back to Thee like the Prodigal Son, and save me. [KW] |
Μαρτυρικόν. |
For the Martyrs. |
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. |
Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS] |
Κύριε, ἐν τῇ μνήμῃ τῶν Μαρτύρων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει. Οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις, αὐτῶν ταῖς παρακλήσεσιν ἐλέησον ἡμᾶς. |
At the commemoration of Thy martyrs, O Lord, the whole creation keeps festival; heaven with the angels greatly rejoices, and the earth with all mankind makes glad. At their intercessions have mercy on us. [KW] |
Δόξα· καὶ νῦν. Σταυροθεοτοκίον. |
Glory. Both now. Stavrotheotokion. |
Ἦχος πλ. βʹ. Τριήμερος ἀνέστης. |
Mode pl. 2. You rose within three days. |
|
Τριήμερος ἀνέστης. |
Ἡ Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, ἀνεβόα, θρηνῳδοῦσα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου Τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον; |
The all-pure Theotokos, O Lord, * was watching You be crucified. * As a mother * she was grieving and she cried, saying, “O my sweetest Child, * how is it that You suffer * this painful Passion, O my Son and my God?” [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἐν τῷ Ναῷ ἑστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν· Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου. |
Standing in your glorious church, O Theotokos, we think we are standing in heaven. O heavenly Gate, open to us the door of your mercy. |
Κύριε, ἐλέησον. (μʹ) |
Lord, have mercy. (40) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. |
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. |
In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐπουράνιε βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον· τὴν πίστιν στήριξον· τὰ ἔθνη πράυνον· τὸν κόσμον εἰρήνευσον· τὴν ἁγίαν ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ τὴν ἁγίαν μονὴν) ταύτην καλῶς διαφύλαξον· τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. |
O heavenly King, uphold our rulers, strengthen the Faith, calm the nations, give peace to the world. Protect this holy Church (or, Monastery); grant our departed fathers and brethren that they may dwell with the righteous, and accept us in repentance and confession; for You are good and benevolent. |
Καὶ ποιοῦμεν Μετανοίας τρεῖς μεγάλας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ Μετανοίᾳ ἀνὰ Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. |
We now make three prostrations: i.e. we recite the Prayer of St. Ephrem (quietly or mentally), and with each verse we make a bow or prostration. |
Ἄν καὶ συνηθίζεται ἡ εὐχὴ αὕτη νὰ λέγεται ἐκφώνως, ὅμως ἡ ὀρθὴ πράξις εἶναι νὰ λέγεται μυστικῶς καὶ νοερῶς ὑπὸ πάντων, κλήρου τε καὶ λαοῦ, ποιούντων τῶν μετανοιῶν κτλ. |
While it has become customary for this prayer to be recited by someone aloud, nevertheless the indicated practice is that it be recited inaudibly and mentally by everyone, clergy and congregants alike, with the accompanying bows etc. |
Εὐχὴ τοῦ Ἁγίου Ἐφραίμ |
Prayer of St. Ephrem |
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς. |
O Lord and Master of my life, do not permit the spirit of laziness and meddling, the lust for power and idle talk to come into me. |
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. |
Instead, grant me, Your servant, the spirit of prudence, humility, patience and love. |
Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen. |
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ Μετανοίας, λέγοντες καθʼ ἑκάστην, «Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με». Εἶ αὖθις Μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς. |
Then we make the sign of the cross 12 times, each time saying, “God, be gracious to me a sinner and have mercy on me.” Then we repeat the third verse of the Prayer (quietly or mentally) and make a final bow or prostration. |
Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen. |
Ἀναστάντες δέ ἀρχόμεθα· «Δεῦτε προσκυνήσωμεν…» καὶ ψάλλομεν τὴν Αʹ Ὥραν. |
Then we begin the First Hour, saying: “Come let us worship…” |
ἤ· |
or: |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Κύριε, ἐλέησον. (3) Εὐλόγησον. |
Lord, have mercy. (3) Father, bless! |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|