Βιβλία - Πηγαί |
Books - Sources |
Τριῴδιον |
Triodion |
Ἦχος πλ. αʹ. Τῇ Δευτέρᾳ Πρωΐ |
Mode pl. 1. On Monday Morning |
Τῇ Δευτέρᾳ Γʹ Ἑβδομάδος Πρωΐ |
On Monday of the Third Week Morning |
Μηναῖον - Τῌ ΙΖʹ ΜΑΡΤΙΟΥ |
Menaion - March 17 |
Μνήμη τοῦ Ἁγίου Ἀλεξίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ |
Memory of St. Alexios the Man of God |
__________ |
__________ |
|
|
ΟΡΘΡΟΣ |
MATINS |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Στίχ. αʹ. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. |
Verse 1: My spirit rises early in the morning to You, O God, for Your commands are a light upon the earth. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. |
Verse 2: Learn righteousness, you who dwell on the earth. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. γʹ. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται. |
Verse 3: Jealousy will seize an untaught people; and now fire will devour the adversaries. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. δʹ. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς. |
Verse 4: Bring more evils on them, O Lord, bring more evils on them, on the glorious of the earth. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ὕμνοι Τριαδικοί |
Triadic Hymns |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Ὑμνῳδίας ὁ καιρός, καὶ δεήσεως ὥρα, ἐκτενῶς βοήσωμεν τῷ μόνῳ Θεῷ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Προστασίαις τῶν Ἀσωμάτων σῶσον ἡμᾶς. |
It is time to sing hymns; it is the hour of prayer. Let us earnestly cry out to our only God: Holy, holy, holy are You our God. By the protection of the Bodiless Hosts have mercy on us. [SD] |
Δόξα. |
Glory. |
Εἰκονίζειν τολμῶντες τὰ νοερά σου στρατεύματα, Τριὰς ἄναρχε, στόμασιν ἀναξίοις βοῶμεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Πρεσβείαις τῶν ἁγίων σῶσον ἡμᾶς. |
Daring to portray Your spiritual armies, O unoriginate Trinity, we cry out with unworthy lips: Holy, holy, holy are You our God. By the intercessions of the Saints save us. [SD] |
Καὶ νῦν. |
Both now. |
Ὁ ἐν μήτρᾳ παρθενικῇ χωρηθείς, καὶ τῶν κόλπων τοῦ Πατρὸς μὴ χωρισθείς, σὺν Ἀγγέλοις καὶ ἡμᾶς Χριστὲ ὁ Θεὸς πρόσδεξαι βοῶντάς σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς. |
O Christ our God, You were contained in the womb of the Virgin, and never parted from the bosom of the Father. Accept us as we cry to You together with the Angels: Holy, holy, holy are You our God. Through the Theotokos have mercy on us. [SD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 4. Καὶ εὐθύς, ἄνευ μικρᾶς Συναπτῆς· |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 4. There is no litany, but immediately the following: |
ΧΟΡΟΣ |
CHOIR |
Κάθισμα Αʹ. |
Kathisma I. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κατανυκτικά. |
For compunction. |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἑστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τί ποιήσεις ψυχή μου, ἀπαγομένη εἰς κρίσιν; τότε γὰρ τὰ δεινά σου παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα· διὸ πρὸ τέλους βόησον· Ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με. |
When the Judge has been seated and the Angels are there, when the trumpet has sounded, and the fire is aflame, what will you do, O my soul, as you are brought in to be judged? For you will hear the charges against you, and evidence with be shown of the awful things you did, even in secret. So before the end, cry out and pray, “God, be merciful to me, and save me!” [GOASD] |
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. |
Verse: O Lord, do not rebuke me in Your wrath, nor chasten me in Your anger. [SAAS] |
Ψυχή, τὰ ὧδε πρόσκαιρα, τὰ δὲ ἐκεῖ αἰώνια· ὁρῶ τὸ δικαστήριον, καὶ ἐπὶ θρόνου τὸν Κριτήν, καὶ τρέμω τὴν ἀπόφασιν· λοιπὸν σπουδῇ ἐπίστρεψον· ἡ κρίσις ἀσυγχώρητος. |
What is here is fleeting, what is there is eternal. I see the court of justice and the Judge on His throne, and I am dreading the verdict. O my soul, repent with all seriousness, for no one can pardon the final judgment. [GOASD] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Μετὰ Ἀγγέλων τὰ οὐράνια, μετὰ ἀνθρώπων τὰ ἐπίγεια, ἐν φωνῇ ἀγαλλιάσεως, Θεοτόκε βοῶμέν σοι· Χαῖρε πύλη, τῶν οὐρανῶν πλατυτέρα, χαῖρε μόνη, τῶν γηγενῶν σωτηρία, χαῖρε σεμνὴ Κεχαριτωμένη, ἡ τεκοῦσα Θεὸν σεσαρκωμένον. |
The heavens with the Angels, and the earth with humanity, shout to you, O Theotokos, with a voice of exultation. Rejoice, O Gate, wider than the heavens; rejoice, the only salvation for us born on earth. Rejoice, O Maiden full of grace, and Mother of incarnate God. [SD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 5. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 5. Then the short litany. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κάθισμα Βʹ. Τοῦ Τριῳδίου. |
Kathisma II. From the Triodion. |
Ἦχος πλ. δʹ. Τὸ προσταχθέν. |
Mode pl. 4. N/M (When he perceived.) |
|
Τὸ προσταχθέν. |
Τῆς ἐγκρατείας τῷ πυρὶ φλέξωμεν πάντες, τὰς φρυγανώδεις τῶν παθῶν ἐπαναστάσεις, καὶ τὴν φλόγα ἐκείνην τὴν μὴ σβεννυμένην, δακρύων νῦν κατασβέσωμεν ὀχετοῖς, βοῶντες τῷ κρῖναι μέλλοντι πᾶσαν τὴν γῆν. Σῶτερ εὔσπλαγχνε Κύριε, ἀκατακρίτους ἡμᾶς, συντήρησον, διδοὺς ἡμῖν, τῶν πταισμάτων τὴν συγχώρησιν. |
With fire of abstinence let us all burn up the thorns of the passions that assault us, and with the streams of our tears let us put out the flame that never shall be quenched; and let us cry aloud to Him who shall come to judge the whole earth: O Saviour and all-merciful Lord, guard us uncondemned and grant us the forgiveness of our sins. [KW] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Ἦχος πλ. δʹ. Τὸ προσταχθέν. |
Mode pl. 4. When he perceived. |
|
Τὸ προσταχθέν. |
Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους διόρθωσιν, καὶ ἱλασμὸν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρωμεν ἔλεος. |
O Lady, pure, graced by God, and ever-blessed, * join with the Powers in the heavens, the Archangels, * all the Bodiless Hosts, and ceaselessly petition * the Lord, who in His compassion was born from you, entreating on our behalf that before the end * He will grant us correction and the expiation of our sins, * amendment of our way of life, so that mercy await us all. [SD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 6. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή. |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 6. Then the short litany. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed is Your name, and glorified is Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κάθισμα Γʹ. Τοῦ Τριῳδίου. |
Kathisma III. From the Triodion. |
Ἦχος πλ. δʹ. Τὸ προσταχθέν. |
Mode pl. 4. N/M (When he perceived.) |
|
Τὸ προσταχθέν. |
Τριὰς ἁγία καὶ σεπτὴ τοὺς τὴν Νηστείαν, ἐν ἑβδομάδεσι τρισὶ διανύοντας, διαφύλαξον σῴους καὶ ἀκατακρίτους, ἀξίως διευδρομῆσαι πρὸς τὸ ἑξῆς, καὶ πάσας τὰς ἐντολάς σου διατελεῖν, ἵνα οὕτω προφθάσωμεν, ἀκατακρίτως ἰδεῖν, τὴν ἔνδοξον Ἀνάστασιν, ὕμνον αἶνον προσάγοντες. |
O holy and honoured Trinity, as we now enter upon the third week of the Fast, keep us safe from harm and condemnation. Enable us rightly to pass through the time that still remains, and to fulfill all Thy commandments; that so, offering up our hymns of praise, with a pure conscience we may attain the glorious Resurrection. [KW] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Ἦχος πλ. δʹ. Τὸ προσταχθέν. |
Mode pl. 4. N/M (When he perceived.) |
|
Τὸ προσταχθέν. |
Ἡ προστασία τῶν πιστῶν Θεοκυῆτορ, τῶν θλιβομένων ἡ χαρὰ καὶ τῶν πενθούντων, ἡ μεγίστη παράκλησις, τὸν ἐκ τῆς γαστρός σου, Παρθένε τῆς παναγίας ὑπερφυῶς, τεχθέντα ἀδιαλείπτως ὑπὲρ ἡμῶν, σὺν Ἀγγέλοις καὶ ἄρχουσι, δυσώπει ῥύσασθαι ἡμᾶς, ἐν ὥρᾳ τῆς ἐτάσεως, τῆς δεινῆς κατακρίσεως. |
Thou art the protection of the faithful, O Mother of God, the joy of the afflicted, the greatest consolation of all that mourn; with the angels and the principalities, O Virgin, pray continually on our behalf to Him who was born miraculously from thy most holy womb, that in the hour of judgement we may be delivered from the dread condemnation. [KW] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save Your people and bless Your inheritance. Look upon Your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us Your rich mercies: |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν ἁγίων· |
through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasius, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalampus and Eleutherius, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Catherine, Kyriaki, Photini, Marina, Paraskevi and Irene; our venerable and God-bearing fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna; and all Your saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (ιβʹ) |
Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Through the mercy, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΧΟΡΟΣ |
CHOIR |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ αʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode i. Mode 2. Heirmos. |
|
Ἐν βυθῷ κατέστρωε. |
Στίχ. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. |
Verse: Let us sing to the Lord, for He is greatly glorified. |
Ἐν βυθῷ κατέστρωσέ ποτε, τὴν φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται. |
Long ago the overwhelming Force * utterly destroyed the chariots and army of Pharaoh within the Sea. * Now the Logos put on flesh * and He wiped out malignant sin and its burdens all. * He is Lord, forever glorious, and He is greatly glorified. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Στενοτάτην ὥδευσας ὁδόν, ἄμεμπτον καὶ ὅσιον, βίον Σοφὲ μετελθὼν ἐκ νεότητος· διό μου τὴν στένωσιν καταπλάτυνον, τοῦ νοὸς εὐφημῆσαί σε, τὸν πρὸς Παραδείσου, πλάτος αὐλιζόμενον Ἀλέξιε. |
You traveled a most narrow path, wise one, leading a blameless and righteous life from your youth. Therefore make wide my narrowness of mind so that I may honor you, who dwell in the wide spaces of Paradise, O Alexios. [VPA] |
Στίχ. ᾌσωμεν τῷ Κυρίῳ· ἐνδόξως γὰρ δεδόξασται, ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν. |
Verse: Let us sing to the Lord, for He is greatly glorified. Horse and rider He has thrown into the sea. [SAAS] |
Στενοτάτην ὥδευσας ὁδόν, ἄμεμπτον καὶ ὅσιον, βίον Σοφὲ μετελθὼν ἐκ νεότητος· διό μου τὴν στένωσιν καταπλάτυνον, τοῦ νοὸς εὐφημῆσαί σε, τὸν πρὸς Παραδείσου, πλάτος αὐλιζόμενον Ἀλέξιε. |
You traveled a most narrow path, wise one, leading a blameless and righteous life from your youth. Therefore make wide my narrowness of mind so that I may honor you, who dwell in the wide spaces of Paradise, O Alexios. [VPA] |
Στίχ. Βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν, Θεὸς τοῦ Πατρός μου, καὶ ὑψώσω αὐτόν. |
Verse: The Lord became my helper and the shield of my salvation; He is my God, and I will glorify Him; my father’s God, and I will exalt Him. [SAAS] |
Ἑαυτὸν διόλου τῷ Θεῷ, Μάκαρ ἀναθέμενος, ἔξω Σαρκὸς καὶ κόσμου ἐχρημάτισας, πλούτου διαῤῥέοντος, τὸν οὐράνιον προτιμήσας καὶ μένοντα, καὶ ἐνεγκαμένης, πόλιν τὴν Σιὼν τὴν αἰωνίζουσαν. |
Having dedicated yourself wholly unto God, blessed one, you were deemed to be outside of body and world, preferring the heavenly and abiding riches to the fleeting ones, and the eternal city of Zion to that of your birth. [VPA] |
Στίχ. Κύριος συντρίβων πολέμους, Κύριος ὄνομα αὐτῷ. Ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔῤῥιψεν εἰς θάλασσαν. |
Verse: The Lord brings wars to nothing; the Lord is His name. Pharaoh’s chariots and army He cast into the sea. [SAAS] |
Τῆς νηδύος σὺ τῆς μητρικῆς, στείρωσιν διέλυσας, ἀποτεχθεὶς ὡς Σαμουὴλ Πανόλβιε, ἐν γαστρὶ καρδίας δέ, τὸν ἁγνότατον συλλαβὼν φόβον ἔτεκες, πνεῦμα σωτηρίας, θείαις ἀρεταῖς διὰ τῆς πίστεως. |
You opened the barren womb of your mother, having been born like Samuel, all-famous one, for, conceiving the most pure fear in the womb of your heart, you bore the spirit of salvation through divine virtues by faith. [VPA] |
Στίχ. Πόντῳ ἐκάλυψεν αὐτούς, κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος. |
Verse: The sea covered them; they sank to the bottom like a stone. [SAAS] |
Θεοτοκίον. |
Theotokion. |
Ὁ Θεοῦ συνάναρχος Υἱός, ἔσχεν ὡς αἰτίαν σε, τῆς πρὸς ἡμᾶς Παρθένε ὁμοιώσεως, μόνην ὑπὲρ πᾶσαν, κτίσιν ἄχραντε καθαράν σε εὑράμενος· ὅθεν σε ὑμνοῦμεν, πᾶσαι γενεαὶ καὶ μακαρίζομεν. |
The co-beginningless son of God had you as a cause in becoming like us, O Virgin, having found you the only one more pure than all creation, O spotless one. Therefore all generations hymn and bless you. [VPA] |
(διαβαστά) |
(read) |
Στίχοι Ἐνδιάμεσοι Πρώτης ᾨδῆς. |
Intermediate Verses of Ode One. |
Ἡ δεξιά σου, Κύριε, δεδόξασται ἐν ἰσχύϊ, ἡ δεξιά σου χείρ, Κύριε, ἔθραυσεν ἐχθρούς. Καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους. |
Your right hand, O God, is glorified in strength; Your right hand, O God, dashed the enemy in pieces. In the greatness of Your glory You broke the adversaries to pieces. [SAAS] |
Ἀπέστειλας τὴν ὀργήν σου, κατέφαγεν αὐτοὺς ὡσεὶ καλάμην. |
You sent forth Your wrath; it consumed them like stubble. |
Καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ, ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα, ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης. |
By the Spirit of Your anger the waters were gathered together; the waves stood upright in the midst of the sea; the depths congealed in the heart of the sea. |
Εἶπεν ὁ ἐχθρός· Διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου. |
The enemy said, ‘I will pursue, I will overtake, I will divide the spoils; I will satisfy my soul; I will destroy with my sword; my hand shall have dominion.’ |
Ἀπέστειλας τὸ πνεῦμά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα, ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῷ. |
You sent forth Your Spirit; the sea covered them; they sank like lead in the mighty waters. |
Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; τίς ὅμοιός σοι; Δεδοξασμένος ἐν Ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα. |
Who is like You, O Lord, among the gods? Who is like You, glorified in holiness, marvelous in praises, doing wonders? |
Ἐξέτεινας τὴν δεξιάν σου, κατέπιεν αὐτοὺς γῆ. |
You stretched out Your right hand; the earth swallowed them up. |
Ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω, παρεκάλεσας τῇ ἰσχύϊ σου εἰς κατάλυμα ἅγιόν σου. |
In righteousness You guided Your people whom You redeemed; in strength You called them to Your holy resting place. |
Ἤκουσαν ἔθνη, καὶ ὠργίσθησαν, ὠδῖνες ἔλαβον κατοικοῦντας Φιλιστιείμ. |
The nations heard and were angry; pangs seized the inhabitants of Philistia. [SAAS] |
(ἐμμελῶς) |
(sung) |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. Ἆσμα ἀναπέμψωμεν. |
Ode i. Mode pl. 4. All you people. |
|
Ἆσμα ἀναπέμψωμεν. |
Στίχ. Τότε ἔσπευσαν ἡγεμόνες Ἐδώμ, καὶ ἄρχοντες τῶν Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος, ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χαναάν. |
Verse: The princes of Edom and the chiefs of the Moabites were dismayed; trembling took hold of them; all the inhabitants of Canaan melted away. [SAAS] |
Ἔχων ὡς Θεὸς τὸ συμπαθές, μετανοοῦντα δέξαι με, τὸν δαπανήσαντα, τὸν βίον μου ἀσώτως, βοῶ σοι τό· Ἥμαρτον, κατηγόρων οὐ χρῄζω, τὴν αἰσχύνην τῶν ἔργων προσφέρων. |
In Thy divine compassion, accept me as I now repent. I have wasted my life like the Prodigal, but I cry aloud to Thee: I have sinned, and have no need of others to accuse me; for I myself bring before Thee all my shameful acts. [KW] |
Στίχ. Ἐπιπέσοι ἐπʼ αὐτοὺς φόβος καὶ τρόμος, μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν. |
Verse: Fear and dread fell upon them; by the greatness of Your arm, let them become as stone. [SAAS] |
Βρῶσιν λελοιπὼς Ἀγγελικήν, παρωμοιώθην κτήνεσιν, ἐν τῷ σιτίζεσθαι τὴν μοχθηρὰν κακίαν, ἀλλʼ οὖν ἐπιστρέφοντα, δέξαι με ὥσπερ ἕνα τῶν μισθίων, οὐράνιε Πάτερ. |
I have forsaken the food of angels, and like the beasts have fed upon evil wickedness. But now that I turn back, receive me as one of Thy hired servants, O heavenly Father. [KW] |
Στίχ. Ἕως ἂν παρέλθῃ ὁ λαός σου, Κύριε, ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω. |
Verse: Till Your people pass over, O Lord, till Your people pass over, whom You purchased. [SAAS] |
Νύκτα ἡδονῶν τὴν ἐκ τρυφῆς, προσγινομένην ἅπαντες, πιστοὶ ἀφέμενοι, φωτὶ τῆς ἀληθείας, σπουδαίως προσέλθωμεν, ἵνα τῆς φωτοφόρου εὐωχίας, καταξιωθῶμεν. |
O ye faithful, let us all forsake the night of lustful pleasures and hasten to the light of truth, that we may be counted worthy to share in the feast of radiance and joy. [KW] |
Στίχ. Ὃ κατειργάσω, Κύριε, ἁγίασμα, ὃ ἡτοίμασαν αἱ χεῖρές σου. |
Verse: The sanctuary, O Lord, which Your hands established. [SAAS] |
Θεοτοκίον. |
Theotokion. |
Χαίροις ὁ πανάγιος ναός, ὁ πόκος ὁ θεόδροσος, ἐσφραγισμένη πηγὴ τοῦ ἀθανάτου ῥείθρου, τὴν ποίμνην σου, Δέσποινα, φύλαττε ἐκ παντοίων πολεμίων, ἀπολιορκήτως. |
Rejoice, all-holy Temple, Fleece on which the dew of God has fallen, sealed Fountain of the waters of immortality. Keep thy flock, O Lady, safe from the attacks of every enemy. [KW] |
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. ᾌσωμεν ᾠδὴν τῷ Θεῷ. |
Ode i. Mode pl. 4. (NM) Let us sing a song to God |
|
ᾌσωμεν ᾠδὴν τῷ Θεῷ. |
Στίχ. Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπʼ αἰῶνα, καὶ ἔτι. Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν. |
Verse: The Lord reigns forever and ever and ever. For Pharaoh’s horses went with his chariots and horsemen into the sea. [SAAS] |
Νῦν ἐν ἑβδομάσι τρισίν, ὡς πάλαι τριήμερος ὁ Ἰσραήλ, ἁγνισθέντες ἀδελφοί, ὄρει εὐχῶν φθάσωμεν, καὶ ἐκεῖθεν θείων φωνῶν ἀκούσαντες, Χριστὸν ὑμνήσωμεν. |
As Israel of old fasted for three days, so let us sanctify ourselves, O brethren, during the first three weeks of the Fast; let us draw near to the mountain of prayer and, listening to the voice of God, let us sing in praise of Christ. [KW] |
Στίχ. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης. |
Verse: But the children of Israel walked on dry ground in the midst of the sea. [SAAS] |
Ὥσπερ Σαμψὼν νηστείᾳ, δυναμωθέντες δεῦτε, ὡς ἄλλον θῆρα πατάξωμεν λαοί, τὸν τῆς γαστρὸς δαίμονα, καὶ οὐ μὴ γελάσῃ ἡ Δαλιδὰ τῶν παθῶν, ἐξαπατῶσα ἡμᾶς. |
Come, ye people, and strengthened like Samson by fasting, let us destroy the demon of gluttony as he destroyed the lion; but let us take care lest the Delilah of our passions deceive us and laugh us to scorn. [KW] |
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
Τρία μέλπω χερουβικῶς, ἁγία σε Θεότης, φῶτα καὶ φῶς, καὶ ζωήν τε καὶ ζωάς, Θεὸν τὸν γεννήσαντα, Θεὸν τὸν γεννηθέντα, Θεὸν καὶ τὸ ἐκ Πατρὸς ἐκπορευθέν, Πνεῦμα τὸ ζῶν. |
As the cherubim I sing Thy praises, O Holy God: three Lights and one Light, one Life and three; God who begets, God the begotten, and the Spirit of Life proceeding from the Father. [KW] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Χαῖρε ἡ τῆς Εὔας χαρά· ἡ γὰρ ἐκείνης λύπη, διὰ τοῦ τόκου σου, πέπαυται Ἁγνή, χαῖρε ἀδύτου φωτός, φωτεινὴ νεφέλη, ἐξ ἧς ἀνέτειλε Χριστὸς ὁ Θεός. |
Hail, joy of Eve: for through thy childbearing, pure Virgin, her sorrow is brought to an end. Hail, radiant cloud of everlasting Light: from thee Christ our God has shone out as the dawn. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Πίστει ὡς Δαυῒδ καὶ ἡμεῖς, τῇ ταπεινοφροσύνῃ, καθοπλισθέντες, ὡς ἄλλον Γολιάθ, τὸν ὑπερήφανον νοῦν, καταβεβληκότες, συνδιακόψωμεν καὶ μυριάδας παθῶν. |
As David armed himself with faith, so let us arm ourselves with humility; and as he overthrew Goliath, so let us overthrow our arrogant mind, and cut down the hosts of passions. [KW] |
Ὁ Εἱρμός. Ἦχος πλ. δʹ. |
Heirmos (NM). Mode pl. 4. |
|
ᾌσωμεν ᾠδὴν τῷ Θεῷ. |
ᾌσωμεν ᾠδὴν τῷ Θεῷ, τῷ ἐκ πικρὰς δουλείας, τοῦ Φαραὼ ῥυσαμένῳ Ἰσραήλ, καὶ ἐν πυρίνῳ στύλῳ, καὶ φωτὸς νεφέλῃ καθοδηγήσαντι, ὅτι δεδόξασται. |
Let us sing a song to God, who delivered Israel from the bitter bondage of Pharaoh, and guided them with a pillar of fire and a cloud of light, for He has been glorified. [KW] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ γʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode iii. Mode 2. Heirmos. |
|
Ἐξήνθησεν ἡ ἔρημος. |
Στίχ. Ἅγιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. |
Verse: Holy are You, O Lord, and my spirit praises You. |
Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου. |
The gentile church was formerly like the barren wilderness; * and then it blossomed as the rose * and the lily, when You appeared on earth. * My heart is established in Your Advent, O Lord. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Νυττόμενος τῷ ἔρωτι, τῆς ἁγνείας θάλαμον, τοῦ ἐπὶ γῆς οὐράνιον, ἀντηλλάξω καὶ γυναικὸς ἡδονῆς, τὴν ἡδίστην Ἀγγέλων ἐξομοίωσιν. |
Having been pricked by love of purity, you exchanged your earthly dwelling for the heavenly and the delight of a wife for the most pleasant likeness to the angels. [VPA] |
Στίχ. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἑβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὢν. |
Verse: The Lord went up into the heaven and thundered. The Lord judges the ends of the earth. [SAAS] |
Νυττόμενος τῷ ἔρωτι, τῆς ἁγνείας θάλαμον, τοῦ ἐπὶ γῆς οὐράνιον, ἀντηλλάξω καὶ γυναικὸς ἡδονῆς, τὴν ἡδίστην Ἀγγέλων ἐξομοίωσιν. |
Having been pricked by love of purity, you exchanged your earthly dwelling for the heavenly and the delight of a wife for the most pleasant likeness to the angels. [VPA] |
Στίχ. Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ. |
Verse: He gives strength to our leaders, and He will exalt the horn of His Christ. [SAAS] |
Θορύβους τοὺς ἐν βίῳ, καὶ ὄγκον πλούτου ἔλιπες, καὶ μετανάστης γέγονας, τῆς Πατρίδος Πάτερ Ἀλέξιε, τοῦ Χριστοῦ τὴν πτωχείαν ἐκμιμούμενος. |
You left behind the tumults of life and the burden of wealth and you became a wanderer from your fatherland, O Alexios, imitating the poverty of Christ. [VPA] |
Δόξα. |
Glory. |
Ἐν δάκρυσι καὶ πόνοις, καὶ ἐγκρατείᾳ Πάνσοφε, τὸ ἀγαθὸν ἐζήτησας, πότε ἥξει φῶς ἐπιγνώσεως, τὴν ἀπάθειαν νέμον τῇ καρδίᾳ σου. |
In tears, labors, and self-control, O all-wise one, you sought the good, when the light of knowledge will come, granting dispassion to your heart. [VPA] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ὁ ἄνω ἀθεώρητος, τοῖς Ἀγγέλοις Ἄχραντε, κάτω ἐκ σοῦ γενόμενος, καθορᾶται τέλειος ἄνθρωπος, ἀπολλύμενον κόσμον ἀνακτώμενος. |
O Spotless one, the one whom the angels on high cannot see is seen below, having become a perfect man from you, recovering the world which was perishing. [VPA] |
Ὁ Εἱρμός. |
Heirmos. |
Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου. |
The gentile church was formerly like the barren wilderness; * and then it blossomed as the rose * and the lily, when You appeared on earth. * My heart is established in Your Advent, O Lord. [SD] |
Ode 3: Short Litany |
Ode 3: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
ΧΟΡΟΣ |
CHOIR |
Κάθισμα. |
Kathisma. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος πλ. δʹ. Τὴν Σοφίαν καὶ Λόγον. |
Mode pl. 4. N/M (By conceiving the wisdom.) |
|
Τὴν Σοφίαν καὶ Λόγον. |
Τοὺς ἱδρῶτας καὶ πόνους τοὺς σοὺς Σοφέ, νοερῶς θεωροῦντες πάντες πιστοί, πάσης κατανύξεως τὰς ψυχὰς ἐμπιπλάμεθα, καὶ πρὸς θείους ὕμνους καὶ δόξαν καὶ αἴνεσιν, τοῦ Δεσπότου τῶν ὅλων, παμμάκαρ Ἀλέξιε, πόθῳ ἐγκαρδίῳ, ἑαυτοὺς συγκινοῦμεν, ᾠδαῖς σε γεραίροντες, καὶ πιστῶς ἐκβοῶντές σοι, ὡς Κυρίου θεράποντι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου. |
Beholding noetically your labors and pains, O Wise one, all we faithful are filled with compunction of soul and we are stirred with yearning of heart unto divine hymns and the glory and praise of the Master of all, all-blessed Alexios, and we honor you in hymns and faithfully cry out to you, as a servant of the Lord: Intercede with Christ God that remission of transgressions be granted to those who with longing celebrate your holy memory. [VPA] |
Δόξα. Ἕτερον. |
Glory. Another. |
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. You were so beautiful. |
|
Τὴν ὡραιότητα. |
Κόσμου τερπνότητα ὁσίως ἔλιπες, ἀνταλλαξάμενος πλούτου τοῦ ῥέοντος, τὸν ἀδιάῤῥευστον σαφῶς, καὶ μένοντα Ἀλέξιε· ὅθεν μετὰ πάντων σε, τῶν Ἁγίων δοξάζομεν, καὶ πανηγυρίζομεν, ἱερῶς ἐν τῇ μνήμῃ σου, αἰτούμενοι εὑρεῖν ταῖς εὐχαῖς σου, Πάτερ τὸ μέγα ἔλεος. |
Devout Alexios, you clearly left behind * the pleasures of the world, and wisely you exchanged * the wealth that perishes for that which lasts and will never perish. * Therefore as we sacredly keep you memory on this day * we sing your praise and glorify * you together with all the saints. * O father, we entreat that by your prayers * we also may obtain the great mercy. [SD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. You were so beautiful. |
Ἀκατανόητον καὶ ἀκατάληπτον, ὑπάρχει Δέσποινα Θεοχαρίτωτε, τὸ πεπραγμένον ἐπὶ σοί, φρικτὸν μέγα μυστήριον· τὸν γὰρ ἀπερίληπτον, συλλαβοῦσα ἐκύησας, σάρκα περιθέμενον, ἐξ ἀχράντων αἱμάτων σου, ὃν πάντοτε Ἁγνὴ ἐκδυσώπει, ὡς Υἱόν σου, τοῦ σῶσαι τὰς ψυχὰς ἡμῶν. |
Incomprehensible and inconceivable * is the immense and awe-inspiring mystery * that was accomplished in you, O Lady full of grace divine. * For you did conceive and bear * God the incomprehensible * when from your immaculate blood * He assumed our flesh, O Virgin pure. * Entreat Him as your Son importunely, * and ever pray for us that He save our souls. [SD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ δʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode iv. Mode 2. Heirmos. |
|
Ἐλήλυθας ἐκ Παρθένου. |
Στίχ. Δόξα τῇ δυνάμει σου, Κύριε. |
Verse: Glory to Your strength, O Lord. |
Ἐλήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλʼ αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε. |
You came, O Lord, * not an elder nor angel, but You yourself, * God incarnate, being born of a pure Virgin, thus saving me * and all of humanity. * Therefore I sing to You: * Glory to Your strength, O Lord! [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Ὑπέμεινας, τὴν πτωχείαν προσαίτης γενόμενος, πτωχὸς ὥσπερ Λάζαρος· ἔρως γὰρ θεῖος ἠρέθιζε, Μάκαρ τὴν καρδίαν σου, ἐπιποθοῦσαν τὸν πλοῦτον τὸν οὐράνιον. |
You endured poverty becoming a poor beggar like Lazarus, because divine love lit your heart, O blessed one, to yearn for heavenly riches. [VPA] |
Στίχ. Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν. |
Verse: The Lord God is my strength; He will direct my feet to the end. [SAAS] |
Ὑπέμεινας, τὴν πτωχείαν προσαίτης γενόμενος, πτωχὸς ὥσπερ Λάζαρος· ἔρως γὰρ θεῖος ἠρέθιζε, Μάκαρ τὴν καρδίαν σου, ἐπιποθοῦσαν τὸν πλοῦτον τὸν οὐράνιον. |
You endured poverty becoming a poor beggar like Lazarus, because divine love lit your heart, O blessed one, to yearn for heavenly riches. [VPA] |
Στίχ. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ. |
Verse: He will set me upon high places, so to conquer by His song. [SAAS] |
Ἀπέριττον, καὶ ἀπράγμονα βίον ἐπόθησας, ἅπαξ σιτιζόμενος, τῆς ἑβδομάδος Ἀλέξιε, πόθῳ τῆς μενούσης σε, ἀδιαῤῥεύστου παμμάκαρ ἀπολαύσεως. |
You desired a simple and quiet life, eating once a week, O Alexios, out of yearning for the abiding reward which awaited you. [VPA] |
Δόξα. |
Glory. |
Ναὸν Θεοῦ, τὴν καρδίαν ζητῶν ἀπεργάσασθαι, ἐν οἴκῳ ἠγάπησας, τῆς Θεομήτορος Ἔνδοξε, πάντοτε καθέζεσθαι, καὶ τὰ οὐράνια κάλλη ἐνοπτρίζεσθαι. |
Seeking to make your heart a temple of God you loved to always remain in the house of the Mother of God, Glorious one, and to reflect upon the beauties of heaven. [VPA] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Θηλάσασα, τὸν Δοτῆρα Παρθένε τοῦ γάλακτος, πεινῶσαν καὶ στένουσαν, νῦν τὴν καρδίαν μου κόρεσον, πάσης ἐπιγνώσεως, καὶ κατανύξεως θείας ἱκετεύω σε. |
Having nursed the giver of milk, O Virgin, I entreat you: fill now my heart which is hungry and sighing with all knowledge and divine compunction. [VPA] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ εʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode v. Mode 2. Heirmos. |
|
Μεσίτης Θεοῦ. |
Στίχ. Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν. |
Verse: O Lord our God, grant us peace. |
Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν. |
O Christ our God, * You are the mediator between God and men. * For through You, O Lord, we have access to Your Father, the Author of Light, * in the Spirit, as Paul said, out of the night of ignorance. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Ῥοαῖς ἱερῶν, καταρδεύων πάντοτε δακρύων σου, ψυχὴν ἐγεώργησας, στάχυν ἀληθῶς ἑκατοστεύοντα, γεωργῷ ἀθανάτῳ, καλῶς διατηρούμενον. |
Ever watering your soul by the streams of your sacred tears, you truly cultivated an ear of grain bringing forth a hundredfold, observing well an immortal tilling. [VPA] |
Στίχ. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ |
Verse: The dead shall rise up; and those in the tombs shall arise. Those in the earth shall be glad. [SAAS] |
Ῥοαῖς ἱερῶν, καταρδεύων πάντοτε δακρύων σου, ψυχὴν ἐγεώργησας, στάχυν ἀληθῶς ἑκατοστεύοντα, γεωργῷ ἀθανάτῳ, καλῶς διατηρούμενον. |
Ever watering your soul by the streams of your sacred tears, you truly cultivated an ear of grain bringing forth a hundredfold, observing well an immortal tilling. [VPA] |
Στίχ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται. |
Verse: For your dew is a healing for them, but the land of the ungodly shall come to an end. [SAAS] |
Ὡράθης ἐν γῇ, πολιτείαν ἄσαρκον μιμούμενος, τῇ ὑπερβαλλούσῃ σου, Πάτερ ἐγκρατείᾳ ἀξιάγαστε, καὶ εὐχῆς προσεδρίᾳ, διʼ ἧς φῶς ἐχρημάτισας. |
You were seen to be an imitator of the bodiless while on earth by your exceeding self-control and assiduity in prayer, O admirable Father, through which you became light. [VPA] |
Δόξα. |
Glory. |
Πυρὶ προσευχῶν, ἁμαρτίας ἔφλεξας τὴν ὕλην Σοφέ, ἀγρύπνοις δὲ στάσεσι, πᾶσαν ἡδυπάθειαν ἐκοίμισας, κοιμηθεὶς δὲ πρὸς φέγγος, μετέβης τὸ ἀνέσπερον. |
By the fire of your prayers you burned up the substance of sin, O Wise one, and by standing in vigils you put to sleep every desire for pleasure and when you fell asleep you were translated unto the light that has no evening. [VPA] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ὁ φῶς κατοικῶν, τὴν ἁγίαν ᾤκησε νηδύν σου Ἁγνή, κόσμου ἀπολλύμενον, σκότει ἀγνωσίας ἀνακτώμενος, ὃν ἱκέτευε πάντας, φωτίσαι τοὺς ὑμνοῦντάς σε. |
He who dwells in light dwelt in your holy womb, pure one, reviving the world which was perishing in the darkness of ignorance. Ever entreat him to illumine those who hymn you. [VPA] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ Ϛʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode vi. Mode 2. Heirmos. |
|
Ἐν ἀβύσσῳ πταισμάτων. |
Στίχ. Ὡς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε. |
Verse: Save us, O Lord, like You saved the Prophet Jonah. |
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. |
Like a deep sea, my sins have encircled me. * I invoke the deep sea of Your ineffable * and unfathomable tender love. * Raise me up from corruption, O Lord my God. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Ναὸν ζῶντα Θεοῦ σε γενόμενον, τοῦ Χριστοῦ τὸ σκήνωμα, ἡ Ἀπειρόγαμος, προσφανεροῖ κρυπτόμενον, καὶ δοξάζει λανθάνειν σπουδάζοντα. |
Having become a living temple of God, the unwedded one, the tabernacle of Christ, manifests you when you are hidden and glorifies you, though you are eager to escape notice. [VPA] |
Στίχ. Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον. |
Verse: Those who follow vanity and lies forsake their own mercy. [SAAS] |
Ναὸν ζῶντα Θεοῦ σε γενόμενον, τοῦ Χριστοῦ τὸ σκήνωμα, ἡ Ἀπειρόγαμος, προσφανεροῖ κρυπτόμενον, καὶ δοξάζει λανθάνειν σπουδάζοντα. |
Having become a living temple of God, the unwedded one, the tabernacle of Christ, manifests you when you are hidden and glorifies you, though you are eager to escape notice. [VPA] |
Στίχ. Ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ. |
Verse: As much as I vowed, I shall offer up to You, to You, the Lord of Deliverance. [SAAS] |
Αἱ εὐχαί σου Θεῷ ὡς θυμίαμα, Μάκαρ προσεδέχθησαν, ἔνθεν τῷ βίῳ σου, τὰ τῶν πιστῶν φρονήματα, εὐωδίασας Πνεύματος χάριτι. |
Your prayers were accepted by God as incense, blessed one. Therefore by your way of life you made the minds of the faithful fragrant through the grace of the Spirit. [VPA] |
Δόξα. |
Glory. |
Ἱερᾷ πολιτείᾳ κοσμούμενον, πάλιν ὁ Χριστὸς μὴ βουλόμενον Ἔνδοξε, σὲ τῇ πατρίδι δίδωσιν, ἀποφεύγοντα δόξαν τὴν πρόσκαιρον. |
Being adorned by a sacred way of life, Christ again gave you to your homeland although you do not want it, glorious one, and flee from temporal glory. [VPA] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Νόμους φύσεως ἄχραντε Δέσποινα, ὁ δημιουργὸς καινουργήσας τῆς κτίσεως, ἐκ σοῦ ἀῤῥήτως τίκτεται, καὶ θεοί με διʼ ἄμετρον ἔλεος. |
The maker of creation, renewing the laws of nature, O spotless lady, is born from you in an indescribable manner and deifies me through his immeasurable mercy. [VPA] |
Ὁ Εἱρμός. |
Heirmos. |
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεός με ἀνάγαγε. |
Like a deep sea, my sins have encircled me. * I invoke the deep sea of Your ineffable * and unfathomable tender love. * Raise me up from corruption, O Lord my God. [SD] |
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the King of peace and the savior of our souls, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Μαρτυρικόν. Ἦχος πλ. αʹ. |
For the Martyrs. Mode pl. 1. |
Κύριε, τὸ ποτήριον τοῦ πάθους σου, οἱ Ἀθλοφόροι σου ζηλώσαντες, κατέλιπον τὴν τοῦ βίου τερπνότητα, καὶ γεγόνασι τῶν Ἀγγέλων συμμέτοχοι. Αὐτῶν ταῖς παρακλήσεσι, παράσχου ταῖς ψυχαῖς ἡμῶν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. |
Lord, Your medal-winning martyrs longed to drink the cup of Your Passion. So they forsook the delights of this life, and they became partners with the Angels. At their supplications, grant to our souls forgiveness of sins and the great mercy. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΖʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλεξίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ. |
On March 17 we commemorate our devout father Alexios the man of God. |
Τῇ αὐτῇ ἡμέρᾳ, συνέφθασε καὶ ἡ μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερᾶς ἀπειλῆς τοῦ Σεισμοῦ, ἧς παρ’ ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Κύριος· γέγονε δὲ ἐπὶ Κωνσταντίνου Βασιλέως. |
On this day we commemorate the fearful threat of earthquake which our humane Lord brought upon us in his benevolence, and from which He delivered us in a manner beyond hope; the threat came during the reign of the emperor Constantine. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Παῦλος ὑπὲρ τῶν Ἁγίων Εἰκόνων πυρὶ τελειοῦται. |
On this day the holy martyr Paul died by fire for the sake of the holy icons. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Θεοστήρικτος, ὁ Ὁμολογητής, ἐν ἐιρήνῃ τελειοῦται. |
On this day devout St. Theosterictos the confessor reposed in peace. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us and save us. Amen. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ΧΟΡΟΣ |
CHOIR |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ ζʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode vii. Mode 2. Heirmos. |
|
Ἀντίθεον πρόσταγμα. |
Στίχ. Τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ. |
Verse: Blessed are You, the God of our fathers. |
Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνεῤῥίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος. |
The godless decree of the unlawful tyrant * commanded the stoking of the furnace’s fiery flame. * But Christ joined His pious Servants, and He covered them * with the Spirit’s dewy breeze. * He is praised and blessed and exceedingly glorious. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Ἐπέμενες Ὅσιε τῶν γεννητόρων, πυλῶσι καθήμενος, καὶ ὅλως ἀγνοούμενος, καὶ παίδων παροινίαν ὑποδεχόμενος, καὶ καταπαιζόμενος δεινῶς, καὶ ἐν πτωχείᾳ πολλῇ θλιβόμενος. |
Righteous one, you persevered, sitting by the gates of your parents entirely unknown and accepting the servants’ drunken behavior, being greatly mocked, and afflicted with great poverty. [VPA] |
Στίχ. Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You on the throne of Your kingdom, and You are praised and exalted beyond measure unto the ages. [SAAS] |
Ἐπέμενες Ὅσιε τῶν γεννητόρων, πυλῶσι καθήμενος, καὶ ὅλως ἀγνοούμενος, καὶ παίδων παροινίαν ὑποδεχόμενος, καὶ καταπαιζόμενος δεινῶς, καὶ ἐν πτωχείᾳ πολλῇ θλιβόμενος. |
Righteous one, you persevered, sitting by the gates of your parents entirely unknown and accepting the servants’ drunken behavior, being greatly mocked, and afflicted with great poverty. [VPA] |
Στίχ. Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας. |
Verse: Blessed are You in the firmament of heaven, for You are praised and glorified unto the ages. [SAAS] |
Σαρκός σου τὸ φρόνημα ἀπονεκρώσας, ὁρῶν τοὺς γεννήτορας, καὶ τούτοις ἀγνοούμενος, τῆς φύσεως ἔστεγες τὴν βίαν Ὅσιε, καὶ τὴν ἐξουθένησιν τῶν σῶν, ἀπείρων παίδων ἐπιθλιβόντων σε. |
You mortified the mind of your flesh, seeing your parents and remaining unknown to them, Righteous one; you accepted the violence of nature and the contempt of your ignorant servants who afflicted you. [VPA] |
Δόξα. |
Glory. |
Ὦ θαῦμα! πῶς ἔμεινας ἀεὶ πτωχεύων, ἐν πλούτῳ Ἀλέξιε, ἀπείρου ταπεινώσεως! πῶς ἤνεγκας παίζεσθαι καὶ ὀνειδίζεσθαι, ὑπὸ παίδων πάνσοφε τῶν σῶν, ἀγνοησάντων τὴν πολιτείαν σου! |
O wonder! How you remained ever in poverty, O Alexios, in the riches of a boundless humility. How you endured being derided and upbraided by your servants, all-wise one, who did not know your way of life. [VPA] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Μεγάλου διάκονος σὺ Μυστηρίου, ἐγένου πανάμωμε· Θεὸν γὰρ ἐσωμάτωσας, μεγάλων κακῶν ἡμᾶς ἀπολυτρούμενον, τοὺς σὲ μεγαλύνοντας Ἁγνή, εὐλογημένη Θεοχαρίτωτε. |
You became a minister of a great mystery, all-blameless one, for you gave a body to God who redeemed us from great evils; we magnify you, pure one, blessed and most graced by God. [VPA] |
ᾨδὴ ηʹ. |
Ode viii. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ ηʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode viii. Mode 2. Heirmos. |
|
Κάμινός ποτε. |
Στίχ. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας. |
Verse: O you works, to the Lord sing a hymn, and exalt Him beyond measure unto the ages. |
Κάμινός ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
Heeding the divine decree, the fiery furnace * of old in Babylon distributed its actions and energy; * for it burned up the Chaldean men, * but it refreshed the faithful young men who sang, * saying, “Bless the Lord, all you works of the Lord. Sing a hymn to Him.” [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Ἄγνωστος τὸ πρίν, γεννήτορσιν ὑπάρχων, ἐν τῷ καιρῷ τῆς ἐκδημίας σου, τούτοις τὸ μυστήριον, ἐκκαλύπτεις φανερούμενος, εἰς δόξαν τοῦ Θεοῦ ἡμῶν· Ἔνδοξε τοῦ μεγάλως σε, καὶ ἀξίως δοξάσαντος. |
Once unknown to your parents, you are made known in the time of your departure, revealing the mystery to them unto the glory of our God who has greatly and worthily glorified you, O glorious one. [VPA] |
Στίχ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you works of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Ἄγνωστος τὸ πρίν, γεννήτορσιν ὑπάρχων, ἐν τῷ καιρῷ τῆς ἐκδημίας σου, τούτοις τὸ μυστήριον, ἐκκαλύπτεις φανερούμενος, εἰς δόξαν τοῦ Θεοῦ ἡμῶν· Ἔνδοξε τοῦ μεγάλως σε, καὶ ἀξίως δοξάσαντος. |
Once unknown to your parents, you are made known in the time of your departure, revealing the mystery to them unto the glory of our God who has greatly and worthily glorified you, O glorious one. [VPA] |
Στίχ. Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you works of the Lord, you heavens of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Κύριος φωνῇ, μεγάλῃ φανεροῖ σε, πάσῃ τῇ Ῥώμῃ τὸν κρυπτόμενον, θησαυρὸν Πανόλβιε, ἐν πτωχοῦ σχήματι κείμενον, καὶ δωρεαῖς ἰάσεων, ἅπαντας τοὺς ἐν πίστει, σοὶ προσιόντας πλουτίζοντα. |
Blessed one, the Lord revealed you, the hidden treasure, to all of Rome with a great voice; you who were lying in the form of a poor man and enriched all those who came to you in faith with gifts of healings. [VPA] |
Στίχ. Εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ Δυνάμεις Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you waters above the heaven, all you powers of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Ἄρχοντες λαῶν, καὶ Βασιλεῖς συνῆλθον, καὶ ἱερεῖς Μάκαρ κηδεῦσαί σε, Θεοῦ ἐπινεύσεσι, καὶ κατεῖδον μέγα θέαμα, θαμβούμενοι θαύμασιν, Ὅσιε οἷς ἐτέλεις, θείᾳ δυνάμει τοῦ Πνεύματος. |
Rulers of the people, kings, and priests came together to bury you, blessed one, having been inspired by God, and they beheld a great sight, astounded by the miracles which you performed by the divine power of the Spirit, O venerable one. [VPA] |
Στίχ. Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, you sun and moon, you stars of heaven, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Θεοτοκίον. |
Theotokion. |
Ῥεύσαντας ἡμᾶς, τῇ πάλαι παραβάσει, ἀνακαινίζων ὁ φιλάνθρωπος, ἀῤῥεύστως σεσάρκωται, ἐξ ἀφθόρου σου Πανάμωμε, νηδύος καὶ ἐῤῥύσατο, ἅπαντας ἁμαρτίας, καταφθορᾶς παναμώμητε. |
Renewing us, who had fallen through the ancient transgression, the friend of man was incarnate without change from your incorrupt womb, All-blameless one, and rescued us from all the corruption of sin, all spotless one. [VPA] |
(διαβαστά) |
(read) |
Στίχοι Ἐνδιάμεσοι Ὀγδόης ᾨδῆς. |
Intermediate Verses of Ode Eight. |
Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, every shower and dew, all you winds, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you fire and heat, you winter cold and summer heat, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you dews and snows, you frost and cold, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you hoarfrosts and snows, you lightning and clouds, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you light and darkness, you night and day, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you earth, you mountains and hills, and all you things growing on the earth, and exalt Him beyond measure, unto all the ages. |
Εὐλογεῖτε, πηγαί, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Bless the Lord, you springs, you seas and rivers, you sea-monsters and everything that moves in the waters, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
(ἐμμελῶς) |
(sung) |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
ᾨδὴ ηʹ. Ἦχος πλ. δʹ. Οἱ θεοῤῥήμονες Παῖδες. |
Ode viii. Mode pl. 4. (NM) Inspired by God |
|
Οἱ θεοῤῥήμονες Παῖδες. |
Στίχ. Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, all you birds of heaven, all you wild animals and cattle, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Ἐκδαπανήσας οὐσίαν τὴν πατρῴαν, μετὰ πορνῶν ἐξεβλήθην, τῶν προαυλίων τῆς χάριτος, ἀλλὰ δέξαι με Πάτερ, διʼ ἄμετρον ἔλεος. |
I have wasted with harlots the riches that the Father gave me, and I am cast our from the forecourt of grace; but in Thy boundless mercy receive me back, O Father. [KW] |
Στίχ. Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραὴλ τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O children of men. Bless the Lord, O Israel, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Ἐν φαιδροτάτῃ νηστείας φωταυγείᾳ, τῶν προσευχῶν λαμπρυνθέντες χρηματίσωμεν, ὅπως τῆς ἁμαρτίας, τὸ σκότος ἐκφύγωμεν. |
Let us shine with the radiant light of prayer and fasting, and so escape from the darkness of sin. [KW] |
Στίχ. Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O priests of the Lord, O servants of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Ἐκδυσωπεῖ σε χορὸς τῶν Ἀσωμάτων, τὰ Χερουβὶμ ἱκετεύει, καὶ τῶν Ἁγίων τὰ τάγματα, τὰς ψυχὰς ἡμῶν σῶσον, Χριστὲ πολυέλεε. |
The choir of the spiritual powers entreats Thee, the cherubim pray to Thee with the company of the saints: O most merciful Christ, save our souls. [KW] |
Στίχ. Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O spirits and souls of the righteous, O holy ones and humble in heart, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Θεοτοκίον. |
Theotokion. |
Τὸν ἀγεώργητον βότρυν συλλαβοῦσα, ἐσκοτισμένον με μέθῃ, τῆς ἁμαρτίας σωφρόνισον, Θεοτόκε Παρθένε, ἐλπὶς τῶν ψυχῶν ἡμῶν. |
O Theotokos Virgin, who hast conceived the Vine that was not husbanded, I am darkened by the drunkenness of sin: bring me back to soberness, for thou art the hope of our souls. [KW] |
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
ᾨδὴ ηʹ. Ἦχος πλ. δʹ. Ὁ στεγάζων ἐν ὕδασι. |
Ode viii. Mode pl. 4. (NM) O Thou who coverest |
|
Ὁ στεγάζων ἐν ὕδασι. |
Στίχ. Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O Hananiah, Azariah, and Mishael, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Τὸ πατρῷον κειμήλιον, τὸ χρῆμα τὸ θαυμαστόν, τὴν μητέρα πάντων τῶν λατρευσάντων τῷ Δεσπότῃ Χριστῷ, δεῦτε τρυφήσωμεν, ἀδελφοὶ τὴν Νηστείαν· καὶ γὰρ αὕτη ῥώννυσι τὸ σῶμα, καὶ καταφωτίζει τὸν νοῦν, καὶ τὴν καρδίαν. |
O brethren, come and let us delight in the Fast, for it is the Father’s treasury, a thing of wonder, and the mother of all who worship Christ the Master. It gives strength to the body and light to the mind and heart. [KW] |
Στίχ. Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: Bless the Lord, O Apostles, Prophets, and Martyrs, and exalt Him beyond measure, unto all the ages. [SAAS] |
Γεδεὼν τὸν θαυμάσιον, ἐκμιμουμένη ψυχή, ἀρετὰς φέρουσα, πίστιν ἐλπίδα, καὶ ἀγάπην Χριστοῦ, ἔξελθε κτείνουσα, τὰ ἀλλόφυλα πάθη, ὡς ἐκεῖνος, σὺν τριακοσίοις, τὸ Μαδινιαῖον ἔθνος ἀποκαθαίρων. |
O my soul, follow the example of Gideon the wonderful, and bearing as thy weapons the three virtues of faith and hope and love for Christ, go out and slay the alien passions, as he with three hundred men destroyed the people of Midian. [KW] |
Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. |
Verse: We bless the Lord: Father, Son, and Holy Spirit; we sing a hymn to Him and exalt Him beyond measure unto the ages. [SAAS] |
Τριαδικόν. |
For the Trinity. |
Καὶ Τριάδα δοξάζω σε, καὶ ὡς Μονάδα ὑμνῶ, σὲ Θεότης μία, Πάτερ παντοκράτορ, καὶ μονάρχα Υἱέ, Πνεῦμα τὸ ἅγιον, καὶ πανδέσποτον κράτος, μία φύσις, μία βασιλεία, ἐν δὲ χαρακτῆρσι, τρισὶ προσκυνουμένη. |
I glorify Thee as Trinity, and I sing Thy praises as Unity: one Godhead, almighty Father, sovereign Son, and Holy Spirit; Power ruling over all, one Nature and one Kingdom, worshipped in three Persons. [KW] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ἂς ἐν τόκῳ διέφυγεν, ὠδῖνας ὑπερφυῶς ἐν τῷ σῷ τιμίῳ Πάθει, ἐπέγνω ἡ τεκοῦσά σε· ἤλγει γὰρ βλέπουσα, ἐν σταυρῷ σε παγέντα ἑκουσίως, ὑπὸ Ἰουδαίων, τὸν ἐπὶ ὑδάτων, τὴν γῆν θεμελιοῦντα. |
The pain which, in ways surpassing nature, Thy Mother did not undergo at Thy birth, she suffered at Thy Holy Passion. For she was filled with agony when she saw Thee nailed of Thine own will by the Jews upon the Cross, O Thou who hast set the earth upon the foundation of the waters. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὅταν ἔλθῃς ἐν τῇ δόξῃ σου, τοῦ κρῖναι πᾶσαν τὴν γῆν, σὺν ταῖς χιλιάσι, καὶ μυριάσι τῶν Δυνάμεων, τότε μου Κύριε φεῖσαι ἄνες, καὶ ῥῦσαι καταδίκης, μή με κατασχύνῃς, μή με κατακρίνῃς, πυρὶ τῷ αἰωνίῳ. |
When Thou shalt come in Thy glory with thousands and ten thousands of the heavenly powers to judge all the earth, spare me then, O Lord, forgive me and deliver me from condemnation. Put me not to shame; condemn me not to the eternal fire. [KW] |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Ὁ Εἱρμός. Ἦχος πλ. δʹ. |
Heirmos (NM). Mode pl. 4. |
|
Ὁ στεγάζων ἐν ὕδασι. |
Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ, ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ καὶ Κτίστῃ εἰς τοὺς αἰώνας. |
O Thou who coverest Thy high places with the waters, who settest the sand as a bound to the sea and upholdest all things: the sun sings Thy praises, the moon gives Thee glory, every creature offers a hymn to Thee, his Author and Creator, for ever. [KW] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ θʹ. |
Ode ix. |
Μεγαλυνάριον. Ἦχος βʹ. |
The Magnificat. Mode 2. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κανὼν τοῦ Ἁγίου. |
Canon for the Saint. |
ᾨδὴ θʹ. Ἦχος βʹ. Ὁ Εἱρμός. |
Ode ix. Mode 2. Heirmos. |
|
Ἀνάρχου Γεννήτορος. |
Ἀνάρχου γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου, ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν. |
To us was revealed the unoriginate Begetter’s Son, * from a Virgin incarnated. He is God and Lord, * coming to those sitting in darkness to give them light, * to gather the scattered. * And therefore the all-extolled Theotokos should be magnified. [SD] |
Τροπάρια. |
Troparia. |
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν. |
Saint of God, intercede for us. |
Ἰδεῖν κατηξίωσαι, Θεοῦ τὴν δόξαν Ὅσιε, τοῦ λαμπρῶς σε ἐν τέλει Μάκαρ δοξάσαντος· φῶς γὰρ οἱ μὴ βλέποντες εἶδον, καὶ τὸ λαλεῖν ἔλαβον οἱ πρώην, τυγχάνοντες ἄλαλοι, παναοίδιμε Ἀλέξιε. |
You were made worthy to see the glory of God, venerable one, who brightly glorified you in the end; for those who did not see, saw light and those who could not speak before received speech, all-famous Alexios. [VPA] |
Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ. |
Verse: Blessed be the Lord God of Israel, for he has visited and redeemed his people. [RSV] |
Ὡράθης προκείμενος, καὶ πρὸς ταφὴν ἀγόμενος, ὥσπερ ἥλιος Πάτερ, πέμπων ἰάσεων, τὰς μαρμαρυγὰς παραδόξως, καὶ σκοτεινὰ πάθη φυγαδεύων, καὶ φλέγων τοὺς δαίμονας, καὶ φωτίζων τοὺς θεόφρονας. |
You were seen laid out and led to the grave like a son, O Father, wondrously sending rays of healings and driving away dark passions and burning the demons and illumining those godly minded. [VPA] |
Στίχ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ. |
Verse: And has raised up a horn of salvation for us in the house of his servant David. [RSV] |
Συνῆλθε κηδεῦσαί σε, Πατριαρχῶν ὁ πρόκριτος, Βασιλεύς τε ὁ λίαν φιλοχριστότατος, Ἄρχοντες πρεσβῦται καὶ νέοι, καὶ Μοναστῶν χοροὶ θείᾳ νεύσει καθαγιαζόμενοι, τῇ προσψαύσει σου Μακάριε. |
By a divine call, the foremost of the patriarchs, the king who greatly loved Christ, rulers, elders and young ones, and the choirs of monastics came together to bury you, being sanctified by touching you, blessed one. [VPA] |
Στίχ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπʼ αἰῶνος Προφητῶν αὐτοῦ. Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς. |
Verse: As he spoke by the mouth of his holy prophets from of old. That we should be saved from our enemies, and from the hand of all who hate us. [RSV] |
Ἡρπάγης ἐν ἅρματι, τῶν ἀρετῶν ὀχούμενος, καὶ κατέπαυσας ἔνθα Ὁσίων τάγματα, καὶ τῶν Ἀποστόλων Μαρτύρων, Πατριαρχῶν, καὶ πάντων Δικαίων, μεθʼ ὧν ἡμῶν μέμνησο, τῶν τιμώντων σε Ἀλέξιε. |
Having been taken up and riding in a chariot of virtues, you went to rest in the place where there are the ranks of the venerable ones, apostles, martyrs, patriarchs, and all the righteous. With them remember us who honor you. [VPA] |
Στίχ. Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ. |
Verse: To perform the mercy promised to our fathers, and to remember his holy covenant. [RSV] |
Θεοτοκίον. |
Theotokion. |
Φωνήν σοι προσάγομεν, τοῦ Γαβριὴλ γηθόμενοι, χαῖρε λέγοντες χώρα ἡ ἀγεώργητος, χαῖρε τῆς κατάρας ἡ λύσις, χαῖρε πηγή, ὕδατος τοῦ ζῶντος, Ὁσίων τὸ καύχημα, Θεοτόκε ἀειπάρθενε. |
With joy we bring you the voice of Gabriel which says Rejoice, land unploughed, rejoice the deliverance from the curse, rejoice spring of the living water, the boast of the righteous, ever virgin Theotokos. [VPA] |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Κανὼν Aʹ τοῦ Τριῳδίου. |
Canon 1 from the Triodion. |
ᾨδὴ θʹ. Ἦχος πλ. δʹ. Τὸν προδηλωθέντα. |
Ode ix. Mode pl. 4. (NM) The burning bush |
|
Τὸν προδηλωθέντα. |
Στίχ. Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας. |
Verse: The oath which he swore to our father Abraham, to grant us that we, be[ing] delivered from the hand of our enemies. [RSV] |
Τὸν ἀπὸ τῆς σῆς μακρυνθέντα, Πάτερ ἀγάπης, καὶ ἐθελουσίοις ὁρμαῖς, ἡδονῶν δουλωθέντα, ἐπιστρέφοντα ὡς τὸν Ἄσωτον δέξαι· μόνος γὰρ ὑπάρχεις πολυέλεος. |
O Father, I have departed far from Thy love, and by my own choice I have enslaved myself to lustful desires. But now I turn back to Thee: receive me as the Prodigal, for Thou alone art rich in mercy. [KW] |
Στίχ. Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν. |
Verse: [That we] might serve him without fear, in holiness and righteousness before him all the days of our life. [RSV] |
Ἄκαρπος ἐδείχθην συκῇ, μόνην τὴν κακίαν γεωργῶν ὁ ἄθλιος, τὸ πῦρ μοι προξενοῦσαν. Σὺ οὖν Κύριε καρποφόρον με δεῖξον, πράξεις ἀγαθὰς καρποφοροῦντά σοι. |
In my wretchedness I am the withered fig tree, for the only fruit that I have borne is wickedness; and I deserve to be cast into the fire. Destroy my barrenness, O Lord, that I may bring Thee as fruit my good actions. [KW] |
Στίχ. Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. |
Verse: And you, child, will be called the prophet of the Most High; for you will go before the Lord to prepare his ways. [RSV] |
Νήστευσον ψυχή μου, κακίας καὶ πονηρίας, κράτησον ὀργῆς, καὶ θυμοῦ καὶ πάσης ἁμαρτίας. Ἰησοῦς γὰρ τοιαύτην θέλει νηστείαν, ὁ φιλανθρωπότατος Θεὸς ἡμῶν. |
O my soul, fast from wickedness and evil; refrain from anger, wrath and every sin. For such is the fast desired by Jesus, our God who greatly loves mankind. [KW] |
Στίχ. Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. |
Verse: To give knowledge of salvation to his people in the forgiveness of their sins, through the tender mercy of our God. [RSV] |
Θεοτοκίον. |
Theotokion. |
Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν. |
O Theotokos, thou art our defence and rampart; thou art the help of those that run to thee. And now we implore thine intercession, that we may be delivered from our enemies. [KW] |
Κανὼν Bʹ τοῦ Τριῳδίου. |
Canon 2 from the Triodion. |
ᾨδὴ θʹ. Ἦχος πλ. δʹ. Μεγαλύνομέν σε τὴν πανάμωμον. |
Ode ix. Mode pl. 4. (NM) We magnify thee |
|
Μεγαλύνομέν σε τὴν πανάμωμον. |
Στίχ. Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις. |
Verse: When the day shall dawn upon us from on high to give light to those who sit in darkness and in the shadow of death. [RSV] |
Καθαρὰν νηστείαν, τῶν κακῶν τὴν ἀποχήν, προσενέγκωμεν, ὡς δῶρα εὐπρόσδεκτα, Χριστῷ τῷ Θεῷ ἡμῶν. |
As an acceptable gift let us offer to Christ our God a pure fast and abstinence from evil. [KW] |
Στίχ. Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης. |
Verse: To guide our feet into the way of peace. [RSV] |
Ἐλισσαῖος πάλαι, πῶς διέτρεφε Προφήτας, μαθοῦσα ψυχή, σχεδίως ἐκτράφηθι, ἀπευχαριστοῦσα Χριστῷ. |
O my soul, learning how Elisha fed the prophets in days of old, eat whatever food comes readily to hand and give thanks to Christ. [KW] |
Δόξα. Τριαδικόν. |
Glory. For the Trinity. |
Τρισσουμένην μίαν, σὲ Θεότης ἀνυμνῶ, τοῖς προσώποις μορφήν, Πατέρα τὸν ἄναρχον, Υἱόν, καὶ Πνεῦμα τὸ ζῶν. |
I sing Thy praises, O Godhead, one Form in three Persons, Father without beginning, Son, and Spirit of Life. [KW] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Θεομῆτορ Κόρη, ἡ παστὰς τοῦ οὐρανίου, Βασιλέως Χριστοῦ, σῷζε τῇ πρεσβείᾳ σου, τοὺς πόθῳ ὑμνοῦντάς σε. |
O Maiden, Mother of God, bridal chamber of Christ the heavenly King, save by thine intercessions those who praise thee with love. [KW] |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Δανιὴλ τοὺς θῆρας, ἐν τῷ λάκκῳ ἡμεροῖ, ἐγκρατείας κημῷ· καὶ ἡμεῖς δαμάσωμεν, τὰ πάθη νηστεύοντες. |
Daniel in the den tamed the wild beasts with the muzzle of abstinence: let us also subdue the passions by fasting. [KW] |
Ὁ Εἱρμός. Ἦχος πλ. δʹ. |
Heirmos (NM). Mode pl. 4. |
|
Μεγαλύνομέν σε τὴν πανάμωμον. |
Μεγαλύνομέν σε, τὴν πανάμωμον Μητέρα, Χριστοῦ τοῦ Θεοῦ, ἐν ᾗ ἐπεσκίασε τὸ Πνεῦμα τὸ πανάγιον. |
We magnify thee, most pure Mother of Christ our God, for thou wast overshadowed by the Holy Spirit. [KW] |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Φωταγωγικά |
Photagogic Hymns |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με. |
O Lord and Giver of light, send out Your light and illumine my heart, by the protection of the Bodiless Hosts, and save me. [SD] |
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, πρεσβείαις τῶν ἁγίων καὶ σῶσόν με. |
O Lord and Giver of light, send out Your light and illumine my heart, by the intercessions of the Saints, and save me. [SD] |
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσόν με. |
O Lord and Giver of light, send out Your light and illumine my heart, by the intercessions of the Theotokos, and save me. [SD] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Οἱ Αἶνοι. (διαβαστά) |
Lauds. (read) |
Ψαλμὸς ΡΜΗʹ (148). |
Psalm 148. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
Praise the Lord from the heavens; praise Him in the highest. Praise Him, all you His angels; praise Him, all you His hosts. Praise Him, sun and moon; praise Him, all you stars and light. Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name, for He spoke, and they were made; He commanded, and they were created. He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. Praise the Lord from the earth, you dragons and all the deeps, Fire and hail, snow and ice, stormy wind, which perform His word, mountains and all the hills, fruitful trees and all cedars, wild animals and all cattle, creeping things and flying birds, kings of the earth and all peoples, princes and all judges of the earth, young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted; His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people, a hymn for all His saints, for the children of Israel, a people who draw near to Him. [SAAS] |
Ψαλμὸς ΡΜΘʹ(149). |
Psalm 149. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. Let them praise His name with dance; with tambourine and harp let them sing to Him; for the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds; the high praise of God shall be in their mouth and a two-edged sword in their hand, to deal retribution to the nations, reproving among the peoples, to shackle their kings with chains and their nobles with fetters of iron, to fulfill among them the written judgment: This glory have all His holy ones. [SAAS] |
Ψαλμὸς ΡΝʹ (150). |
Psalm 150. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἀλληλούϊα. |
Praise God in His saints; praise Him in the firmament of His power; praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. Praise Him with the sound of a trumpet; praise Him with the harp and lyre; praise Him with timbrel and dance; praise Him with strings and flute; praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. Alleluia. [SAAS] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
Δοξολογία (διαβαστά) |
Doxology (read) |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Παράσχου, Κύριε. |
Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀπόστιχα. Τοῦ Τριῳδίου. |
Aposticha. From the Triodion. |
Τοῦ Τριῳδίου - - - |
From Triodion - - - |
Ἰδιόμελον. Ἦχος δʹ. |
Idiomelon. Mode 4. |
Τὸν χαλεπὸν τῶν πταισμάτων μου, ῥύπον ἐνδέδυμαι, καὶ τῆς χαρᾶς τοῦ νυμφῶνος ἐκβέβλημαι οἴκτειρόν με τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, ὡς τὸν Ἄσωτον παῖδα ὁ Θεός, καὶ ἐλέησόν με. |
Clothed in the filthy garment of my sins, I am cast our from the bridal chamber of joy; but in Thine ineffable compassion, O God, take pity on me, as Thou hast taken pity on the Prodigal Son, and be merciful to me. [KW] |
Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν. |
Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS] |
Τὸν χαλεπὸν τῶν πταισμάτων μου, ῥύπον ἐνδέδυμαι, καὶ τῆς χαρᾶς τοῦ νυμφῶνος ἐκβέβλημαι οἴκτειρόν με τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, ὡς τὸν Ἄσωτον παῖδα ὁ Θεός, καὶ ἐλέησόν με. |
Clothed in the filthy garment of my sins, I am cast our from the bridal chamber of joy; but in Thine ineffable compassion, O God, take pity on me, as Thou hast taken pity on the Prodigal Son, and be merciful to me. [KW] |
Μαρτυρικόν. |
For the Martyrs. |
Ἦχος δʹ. |
Mode 4. |
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. |
Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS] |
Τίς οὐκ ἐξίσταται ὁρῶν, ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλόν, ὃν ἠγωνίσασθε; πῶς ἐν σώματι ὄντες, τὸν ἀσώματον ἐχθρὸν ἑνικήσατε, Χριστὸν ὁμολογήσαντες, καὶ Σταυρῷ ὁπλισάμενοι; ὅθεν ἐπαξίως ἀνεδείχθητε, δαιμόνων φυγαδευταί, καὶ βαρβάρων πολέμιοι, ἀπαύστως πρεσβεύσατε, σωθῆναι τὰς ψυχας ἡμῶν. |
Who is not filled with wonder, holy martyrs, beholding the good fight ye have fought? Armed with the Cross and confessing Christ, while in the body ye have defeated the bodiless foe; ye have put to flight the demons and driven back the enemy. Intercede continually for the salvation of our souls. [KW] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Ἦχος δʹ. |
Mode 4. |
|
|
Ἡ λαμπὰς ἡ ἄσβεστος, ὁ θρόνος τῆς δικαιοσύνης, ἄχραντε Δέσποινα πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. |
O Lamp whose light is never quenched, Throne of righteousness, most pure Lady, pray for the salvation of our souls. [KW] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἐν τῷ Ναῷ ἑστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν· Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου. |
Standing in your glorious church, O Theotokos, we think we are standing in heaven. O heavenly Gate, open to us the door of your mercy. |
Κύριε, ἐλέησον. (μʹ) |
Lord, have mercy. (40) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. |
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. |
In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐπουράνιε βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον· τὴν πίστιν στήριξον· τὰ ἔθνη πράυνον· τὸν κόσμον εἰρήνευσον· τὴν ἁγίαν ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ τὴν ἁγίαν μονὴν) ταύτην καλῶς διαφύλαξον· τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. |
O heavenly King, uphold our rulers, strengthen the Faith, calm the nations, give peace to the world. Protect this holy Church (or, Monastery); grant our departed fathers and brethren that they may dwell with the righteous, and accept us in repentance and confession; for You are good and benevolent. |
Καὶ ποιοῦμεν Μετανοίας τρεῖς μεγάλας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ Μετανοίᾳ ἀνὰ Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ. |
We now make three prostrations: i.e. we recite the Prayer of St. Ephrem (quietly or mentally), and with each verse we make a bow or prostration. |
Ἄν καὶ συνηθίζεται ἡ εὐχὴ αὕτη νὰ λέγεται ἐκφώνως, ὅμως ἡ ὀρθὴ πράξις εἶναι νὰ λέγεται μυστικῶς καὶ νοερῶς ὑπὸ πάντων, κλήρου τε καὶ λαοῦ, ποιούντων τῶν μετανοιῶν κτλ. |
While it has become customary for this prayer to be recited by someone aloud, nevertheless the indicated practice is that it be recited inaudibly and mentally by everyone, clergy and congregants alike, with the accompanying bows etc. |
Εὐχὴ τοῦ Ἁγίου Ἐφραίμ |
Prayer of St. Ephrem |
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς. |
O Lord and Master of my life, do not permit the spirit of laziness and meddling, the lust for power and idle talk to come into me. |
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ. |
Instead, grant me, Your servant, the spirit of prudence, humility, patience and love. |
Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen. |
Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ Μετανοίας, λέγοντες καθʼ ἑκάστην, «Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με». Εἶ αὖθις Μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς. |
Then we make the sign of the cross 12 times, each time saying, “God, be gracious to me a sinner and have mercy on me.” Then we repeat the third verse of the Prayer (quietly or mentally) and make a final bow or prostration. |
Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen. |
Ἀναστάντες δέ ἀρχόμεθα· «Δεῦτε προσκυνήσωμεν…» καὶ ψάλλομεν τὴν Αʹ Ὥραν. |
Then we begin the First Hour, saying: “Come let us worship…” |
ἤ· |
or: |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Κύριε, ἐλέησον. (3) Εὐλόγησον. |
Lord, have mercy. (3) Father, bless! |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|