2025 |
2025 |
Τῇ Κυριακῇ | Τῌ ΙϚʹ ΜΑΡΤΙΟΥ |
On Sunday | March 16 |
|
|
__________ |
__________ |
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
ΤΑ ΑΝΑΓΝΩΣΜΑΤΑ |
THE READINGS |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Δευτέρᾳ Κυριακῇ τῶν Νηστειῶν |
Second Sunday of Lent |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
Εβρ 1:10 – 14, 2:1 – 3 |
Heb. 1:10 – 14; 2:1 – 3 |
Κατʼ ἀρχὰς σύ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Διὰ τοῦτο δεῖ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσι, μή ποτε παραρρυῶμεν. εἰ γὰρ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. |
“In the beginning, Lord, you founded the earth, and the heavens are the work of your hands; they will perish, but you remain; they will all wear out like clothing; like a cloak you will roll them up, and like clothing they will be changed. But you are the same, and your years will never end.” But to what angel has he ever said, “Sit at my right hand until I make your enemies a footstool for your feet”? Are they not all ministering spirits sent forth to serve, for the sake of those who are to obtain salvation? Therefore we must pay closer attention to what we have heard, lest we drift away from it. For if the message declared by angels was valid and every transgression or disobedience received a just retribution, how shall we escape if we neglect such a great salvation? It was declared at first by the Lord, and it was attested to us by those who heard him. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Δευτέρᾳ Κυριακῇ τῶν Νηστειῶν |
Second Sunday of Lent |
Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Mark. |
Μκ 2:1 – 12 |
Mk. 2:1 – 12 |
Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθε ὁ Ἰησοῦς εἰς Καπερναοὺμ δι᾿ ἡμερῶν καὶ ἠκούσθη ὅτι εἰς οἶκόν ἐστι. καὶ εὐθέως συνήχθησαν πολλοί, ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν· καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. καὶ ἔρχονται πρὸς αὐτὸν παραλυτικὸν φέροντες, αἰρόμενον ὑπὸ τεσσάρων· καὶ μὴ δυνάμενοι προσεγγίσαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον, ἐφ᾿ ᾧ ὁ παραλυτικὸς κατέκειτο. ἰδὼν δὲ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· τί οὗτος οὕτω λαλεῖ βλασφημίας; τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ Θεός; καὶ εὐθέως ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως αὐτοὶ διαλογίζονται ἐν ἑαυτοῖς, εἶπεν αὐτοῖς· τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας — λέγει τῷ παραλυτικῷ· σοὶ λέγω, ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. καὶ ἠγέρθη εὐθέως, καὶ ἄρας τὸν κράβαττον ἐξῆλθεν ἐναντίον πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν Θεὸν λέγοντας ὅτι οὐδέποτε οὕτως εἴδομεν. |
At that time, Jesus entered Capernaum and it was reported that he was at home. And many were gathered together, so that there was no longer room for them, not even about the door; and he was preaching the word to them. And they came, bringing to him a paralytic carried by four men. And when they could not get near him because of the crowd, they removed the roof above him; and when they had made an opening, they let down the pallet on which the paralytic lay. And when Jesus saw their faith, he said to the paralytic, “My son, your sins are forgiven.” Now some of the scribes were sitting there, questioning in their hearts, “Why does this man speak thus? It is a blasphemy! Who can forgive sins but God alone?” And immediately Jesus, perceiving in his spirit that they thus questioned within themselves, said to them, “Why do you question thus in your hearts? Which is easier, to say to the paralytic, ‘Your sins are forgiven,’ or to say, ‘Rise, take up your pallet and walk? But that you may know that the Son of man has authority on earth to forgive sins” — he said to the paralytic — “I say to you, rise, take up your pallet and go home.” And he rose, and immediately took up the pallet and went out before them all; so that they were all amazed and glorified God, saying, “We never saw anything like this!” [RSV] |
|
|
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙϚʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Σαβίνου τοῦ Αἰγυπτίου. |
On March 16 we commemorate the holy Martyr Sabine of Egypt. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Πάπα. |
On this day we also commemorate the holy Martyr Papas. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ. |
On this day we also commemorate the holy Martyr Julian of Cilicia. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἰωάννης, ὁ ἐν Ῥουφιαναῖς, ἐν εἰρήνῃ τελειοῦται. |
On this day Saint John of Rufinianae died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ῥωμανός, ὁ ἐν τῷ Παρίῳ, ξίφει τελειοῦται. |
On this day the holy Martyr Romanos of Parium died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δέκα Μάρτυρες, οἱ ἐν Φοινίκῃ, ξίφει τελειοῦνται. |
On this day the holy Ten Martyrs of Phoenicia died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀλεξανδρίων, Πάπας Ῥώμης, ἐν εἰρήνῃ τελειοῦται. |
On this day Saint Alexandrion, Pope fo Rome, died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀνίνα, τοῦ Θαυματουργοῦ. |
On this day we also commemorate our devout father Aninas the Wonder-worker. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Χριστοδούλου, τοῦ Θαυματουργοῦ, τοῦ ἐν τῇ ἐν Πάτμῳ Ἱερᾷ Μονῇ Ἰωάννου τοῦ Θεολόγου ἀσκήσαντος, ἐν ᾗ καὶ τὸ τίμιον αὐτοῦ ἀπόκειται Λείψανον. |
On this day, we also commemorate our devout father Christodoulos the Wonder-worker, who lived in asceticism in the holy Monastery of John the Theologian, where his precious relic also lies. |
Τοῦ Τριῳδίου. |
From the Triodion. |
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακὴ δευτέρα τῶν Νηστειῶν, μνήμην ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Θεσσαλονίκης τοῦ Παλαμᾶ. |
On this day, the second Sunday of Lent, we observe the memory of our Father among the Saints Gregory Palamas, Archbishop of Thessalonica. |
Στίχοι |
Verses |
Φωτὸς λαμπρὸν κήρυκα νῦν ὄντως μέγαν, |
The mind truly great and the Light’s bright herald |
Πηγὴ φάους ἄδυτον ἄγει πρὸς φέγγος. |
Is led by light’s Source to radiance never-setting. |
Ταῖς αὐτοῦ πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
By his intercessions, O God, have mercy on us and save us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις οἴνου καὶ ἐλαίου. |
Wine: Wine and oil are allowed. Refrain from meat, fish, dairy, and eggs. |
Εἶναι Σαββατοκύριακο τῆς Μ. Τεσσαρακοστῆς. |
It is Saturday or Sunday in Lent. |