_

_

Link to Matins Ordinary

Use back button to return here.

 

Βιβλία - Πηγαί

Books - Sources

Τριῴδιον

Triodion

Ἦχος δʹ. Τῇ Τρίτῃ Πρωΐ

Mode 4. On Tuesday Morning

Τῇ Τρίτῃ Βʹ Ἑβδομάδος Πρωΐ

On Tuesday of the Second Week Morning

Μηναῖον - Τῌ ΙΑʹ ΜΑΡΤΙΟΥ

Menaion - March 11

Μνήμη τοῦ Ἁγίου Σωφρονίου Ἱεροσολύμων

Memory of St. Sophronius of Jerusalem

__________

__________

   

   

ΟΡΘΡΟΣ

MATINS

ΧΟΡΟΣ

CHOIR

Ἦχος δʹ.

Mode 4.

Στίχ. αʹ. Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ Θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς.

Verse 1: My spirit rises early in the morning to You, O God, for Your commands are a light upon the earth. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.

Verse 2: Learn righteousness, you who dwell on the earth.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. γʹ. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.

Verse 3: Jealousy will seize an untaught people; and now fire will devour the adversaries.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. δʹ. Πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες αὐτοῖς κακά, τοῖς ἐνδόξοις τῆς γῆς.

Verse 4: Bring more evils on them, O Lord, bring more evils on them, on the glorious of the earth.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τοῦ Ὡρολογίου - - -

From Horologion - - -

Ὕμνοι Τριαδικοί

Triadic Hymns

Ἦχος δʹ.

Mode 4.

Τῶν νοερῶν σου λειτουργῶν, προσφέρειν, οἱ θνητοὶ τὸν ὕμνον τολμῶντες, λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Πρεσβείαις τοῦ Προδρόμου σῶσον ἡμᾶς.

We mortals dare to offer You the hymn of Your noetic ministers, and we say: Holy, holy, holy are You our God. By the intercessions of the Forerunner save us. [SD]

Δόξα.

Glory.

Ὡς αἱ τάξεις νῦν τῶν Ἀγγέλων ἐν οὐρανῷ, καὶ στάσεις φόβῳ ἀνθρώπων ἐπὶ τῆς γῆς, ἐπινίκιον ὕμνον προσφέρομέν σοι Ἀγαθέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Πρεσβείαις τῶν ἁγίων σῶσον ἡμᾶς.

Now like the orders of Angels in heaven, and the ranks of people on earth, with fear we offer You a hymn of victory, O good One. Holy, holy, holy are You our God. By the intercessions of the Saints save us. [SD]

Καὶ νῦν.

Both now.

Τὸν ἄναρχόν σου Πατέρα, καὶ σέ, Χριστὲ ὁ Θεός, καὶ τὸ πανάγιόν σου Πνεῦμα, χερουβικῶς δοξολογεῖν τολμῶντες, λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν. Διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Like the Cherubim we dare to glorify the unoriginate Father, and You, O Christ God, and Your all-holy Spirit, and we say: Holy, holy, holy are You our God. Through the Theotokos have mercy on us. [SD]

Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 10. Καὶ εὐθύς, ἄνευ μικρᾶς Συναπτῆς·

The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 10. There is no litany, but immediately the following:

ΧΟΡΟΣ

CHOIR

Κάθισμα Αʹ.

Kathisma I.

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

Κατανυκτικά.

For compunction.

Ἦχος δʹ. Ταχὺ προκατάλαβε.

Mode 4. Come quickly.

Ταχὺ προκατάλαβε.

Ταχὺ συνεισέλθωμεν, εἰς τὸν Νυμφῶνα Χριστοῦ, ἵνα πάντες ἀκούσωμεν, τῆς μακαρίας φωνῆς, αὐτοῦ τοῦ Θεοῦ ἡμῶν· Δεῦτε οἱ ἀγαπῶντες, τὴν οὐράνιον δόξαν, σύμμορφοι γεγονότες, ταῖς φρονίμοις Παρθένοις, φαιδρύνωμεν τὰς λαμπάδας ἡμῶν διὰ τῆς πίστεως.

O brethren, let us quickly go into the bridal hall with Christ, * that we may all together hear the blessed voice of our God * addressing each one of us, * “Welcome, all you who truly love the heavenly glory, * for you are imitators of the wise and prudent Virgins.” * Let our lamps be shining brightly through our faith and works of charity. [GOASD]

Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.

Verse: O Lord, do not rebuke me in Your wrath, nor chasten me in Your anger. [SAAS]

Ἦχος δʹ. Κατεπλάγη Ἰωσήφ.

Mode 4. Joseph marveled.

Κατεπλάγη Ἰωσήφ.

Ἀναλόγισαι ψυχή, πῶς παραστῶμεν τῷ Κριτῇ· ἐν τῇ ὥρᾳ τῇ φρικτῇ, τίθενται θρόνοι φοβεροί, καὶ ἑκάστου αἱ πράξεις ἐξελέγχονται· τότε ὁ Κριτὴς ἀδυσώπητος· ἐκεῖ τὸ πῦρ δεινῶς σοι ἡτοίμασται, ὥσπερ ἀγρία θάλασσα κυμαινομένη, ὡς καλύψαι τὰ σύμπαντα. Σὺν πᾶσι τούτοις, βλέπε ψυχή μου, στέναξον πρὸ τοῦ τέλους.

Meditate on this, my soul, that we will stand before the Judge, * that intimidating thrones will be set up in that hour, * and that the actions of everyone will be examined. * The righteous Judge will be inexorable. * Awaiting you, alas, will be the raging fire, * like a sea that is stormy and roaring, that will dissolve the universe. * With all of this, my soul, be ever watchful, * praying with sighs before the end. [GOASD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἡ κυρίως καὶ ἀληθῶς Θεοτόκος πρεσβεύουσα, ὡς Μήτηρ ἐν παῤῥησίᾳ τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, διαφύλαξον ποίμνην, ἐξαιρέτως τῇ σκέπῃ σου προστρέχουσαν, πρὸς σὲ καταφεύγουσαν τὸν λιμένα, τὸ τεῖχος, τὴν μόνην προστασίαν τοῦ γένους τῶν ἀνθρώπων.

O Lady, the true and literal Theotokos, as a Mother you intercede with your Son and our God with confidence. Protect your flock, which runs especially to your shelter and takes refuge in you, the harbor, the fortress, the only protection of the human race [SD]

Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 11. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή.

The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 11. Then the short litany.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΧΟΡΟΣ

CHOIR

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

Κάθισμα Βʹ. Τοῦ Τριῳδίου.

Kathisma II. From the Triodion.

Ἦχος πλ. δʹ. Ἀνέστης ἐκ νεκρῶν.

Mode pl. 4. N/M (O Life of all, You rose.)

Ἀνέστης ἐκ νεκρῶν.

Τὰ πάθη χαλινῷ, τῆς ἀμώμου Νηστείας, ἐπέχοντες τὸν νοῦν, πρὸς σεπτὰς θεωρίας, πίστει τελειοτάτῃ, ἀναπτερῶσαι πάντες σπουδάσωμεν, ὅπως τῆς χαμαιζήλου, τοῦ βίου τρυφῆς καταφρονήσωμεν, καὶ οὐρανίου τύχωμεν ζωῆς, καὶ θείας ἐλλάμψεως.

Restraining the passions with the bridle of pure fasting, let us all strive to raise our mind in perfect faith to holy contemplation. Let us despise the pleasures of this earthly life, that we may gain the heavenly life and divine illumination. [KW]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος πλ. δʹ. Ἀνέστης ἐκ νεκρῶν.

Mode pl. 4. N/M (O Life of all, You rose.)

Ἀνέστης ἐκ νεκρῶν.

Εἰς πέλαγος δεινῆς, ἐμπεσὼν ἀθυμίας, ἐκ πλήθους πονηρῶν, καὶ ἀθέσμων μου ἔργων, ἦλθον εἰς ἀπορίαν, καὶ ἀπογνώσει νυνὶ συνέχομαι. Δέσποινα Θεοτόκε, αὐτή με σῶσον τῇ εὐσπλαγχνίᾳ σου· ἁμαρτωλῶν σὺ γὰρ εἶ βοηθός, καὶ κάθαρσις σωτήριος.

Through the great number of my wicked and unlawful acts, I have fallen into the troubled waters of despair. I am utterly perplexed and held captive by despondency. O sovereign Lady Theotokos, save and help me, for through thee sinners receive atonement, cleansing and salvation. [KW]

Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 12. Μεθʼ ὃ ἡ μικρὰ Συναπτή.

The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 12. Then the short litany.

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For blessed is Your name, and glorified is Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΧΟΡΟΣ

CHOIR

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

Κάθισμα Γʹ. Τοῦ Τριῳδίου.

Kathisma III. From the Triodion.

Ἦχος πλ. δʹ. Ἀνέστης ἐκ νεκρῶν.

Mode pl. 4. N/M (O Life of all, You rose.)

Ἀνέστης ἐκ νεκρῶν.

Προθεῖσα μυστικήν, ἡ νηστεία τράπεζαν, προτρέπεται ἡμᾶς, δαψιλῶς ἐμφορηθῆναι, φάγωμεν ὥσπερ βρῶσιν, τὰ ἀείζῳα δῶρα τοῦ Πνεύματος, πίωμεν ὥσπερ πόμα, τὰ τῶν δακρύων ῥεῖθρα θεόῤῥυτα, καὶ εὐφρανθέντες αἶνον τῷ Θεῷ ἀπαύστως προσοίσωμεν.

Setting before us a mystic table, the Fast invites us all to take our fill. Our food shall be the everlasting gifts of the Spirit; our drink, divinely flowing streams of tears. Let us make glad and without ceasing offer praise to God. [KW]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος πλ. δʹ. Ἀνέστης ἐκ νεκρῶν.

Mode pl. 4. N/M (O Life of all, You rose.)

Ἀνέστης ἐκ νεκρῶν.

Ἐκ πάσης ἀπειλῆς, καὶ κακίας ἀνθρώπων, διάσωσον ἡμᾶς, Παναγία Παρθένε· σὲ γὰρ ἔχομεν σκέπην, καὶ προστασίαν οἱ καταφεύγοντες, ἐπὶ σοὶ Θεομῆτορ, καὶ τὸν τεχθέντα ἐκ σοῦ Θεὸν ἡμῶν, ὃν ἐκδυσώπει ῥύσασθαι ἡμᾶς, κινδύνων καὶ θλίψεων.

Save us, most holy Virgin, from all the threats and wickedness of men. For to thee, and to thy Son and our God, we flee for refuge, Mother of God: thou art our guardian and protector. Pray to Him that we may be delivered from dangers and distress. [KW]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

ΙΕΡΕΥΣ

PRIEST

Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια·

O God, save Your people and bless Your inheritance. Look upon Your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us Your rich mercies:

πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν ἁγίων·

through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasius, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalampus and Eleutherius, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Catherine, Kyriaki, Photini, Marina, Paraskevi and Irene; our venerable and God-bearing fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna; and all Your saints:

ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.

We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (ιβʹ)

Lord, have mercy. (12)

ΙΕΡΕΥΣ

PRIEST

Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Through the mercy, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΧΟΡΟΣ

CHOIR

Κανὼν τοῦ Ἁγίου.

Canon for the Saint.

ᾨδὴ αʹ. Ἦχος δʹ. Ὁ Εἱρμός.

Ode i. Mode 4. Heirmos.

Ἀνοίξω τὸ στόμα μου.

Στίχ. Τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται.

Verse: Let us sing to the Lord, for He is greatly glorified.

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

I open my mouth and pray the Spirit fill it, like David said, * to pour out a good word to the Queen and Mother of God. * I will celebrate * her feast with joy and gladness * and sing to her merrily, lauding her miracles. [SD]

Τροπάρια.

Troparia.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Saint of God, intercede for us.

Σωφρόνως διέπλευσας, τῆς σωφροσύνης τὸ πέλαγος, ταῖς αὔραις τοῦ Πνεύματος, οἰακιζόμενος, καὶ συνήθροισας, πολλὴν περιουσίαν, σοφίας χαρίσματι, Πάτερ Σωφρόνιε.

You navigated the sea of self-control with temperance steered by the breeze of the Spirit and you gathered together a great wealth of wisdom through grace, Father Sophronios. [VPA]

Στίχ. Κύριος βασιλεύων τῶν αἰώνων, καὶ ἐπʼ αἰῶνα, καὶ ἔτι. Ὅτι εἰσῆλθεν ἵππος Φαραὼ σὺν ἅρμασι καὶ ἀναβάταις εἰς θάλασσαν.

Verse: The Lord reigns forever and ever and ever. For Pharaoh’s horses went with his chariots and horsemen into the sea. [SAAS]

Ὡς Ἄγγελος γέγονας, τῆς τοῦ Χριστοῦ Ἀναστάσεως, καὶ πρόεδρος ἔνθεος, τοῦ θείου Μνήματος, τοῦ πλουτήσαντος, πηγὴν ἀθανασίας, Χριστὸν τὸν ἐγείραντα, πτῶσιν τοῦ γένους ἡμῶν.

You became a messenger of Christ’s resurrection and a divine presider of the divine sepulcher which has become rich in the spring of immortality, Christ who raises the falls of our race. [VPA]

Στίχ. Οἱ δὲ υἱοὶ Ἰσραὴλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης.

Verse: But the children of Israel walked on dry ground in the midst of the sea. [SAAS]

Φαιδρότητι λόγων σου, διανοίας ὀξύτητι, τὸν κόσμον ἐφαίδρυνας, θεολογήσας τρανῶς, τρισυπόστα τον, Θεότητος οὐσίαν, Μονάδα τρισάριθμον, Πάτερ Σωφρόνιε.

By the splendor of your words and the sharpness of your mind you illumined the world, having clearly theologized the tri-hypostatic nature of the Godhead, a unity in three numbers, Father Sophronios. [VPA]

Δόξα.

Glory.

Ῥημάτων ὁ φθόγγος σου, καὶ τῶν δογμάτων ἡ εὔσημος, κιθάρα διέδραμε, τῆς γῆς τὰ πέρατα, τὸ μυστήριον, τῆς οἰκονομίας, τοῦ Λόγου διδάσκουσα, Πάτερ θεόληπτε.

The sound of your words and the clear lute of your teachings ran across the ends of the earth, teaching the mystery of the economy of the Logos, God-inspired Father. [VPA]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ὁ ὢν φύσει ἄκτιστος, καὶ τῷ Πατρὶ συναΐδιος, καὶ χρόνων ὑπέρτερος, καὶ προαιώνιος, ἐκ σοῦ Δέσποινα, κτιστὸς καὶ ὑπὸ χρόνον, ὡς ἄνθρωπος γίνεται, σῴζων τὸν ἄνθρωπον.

He who is by nature uncreated and co-eternal with the Father, and beyond years and before the ages, becomes created from you, O Lady, and under the ages as man, saving humanity. [VPA]

(διαβαστά)

(read)

ΑΝΑΓΝΩΣΤΗΣ

READER

ᾨΔΗ ΔΕΥΤΕΡΑ

Ode Two

Δόξα σοι, ὁ Θεὸς ἡμῶν· δόξα σοι.

Glory to You, our God; glory to You!

Πρόσεχε οὐρανέ, καὶ λαλήσω, καὶ ἀκουέτω ἡ γῆ ρήματα ἐκ στόματός μου.

Take heed, O heaven, and I will speak; and let the earth hear the words of my mouth. [SAAS]

Προσδοκάσθω ὡς ὑετὸς τὸ ἀπόφθεγμά μου, καὶ καταβήτω ὡς δρόσος τὰ ρήματά μου, ὡς ὄμβρος ἐπ᾿ ἄγρωστιν καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον.

Let my proverbial saying be awaited as the rain, and let my words come down as raindrops on the wild grass, and as snowfall on the sown grass.

Ὅτι τὸ ὄνομα Κυρίου ἐκάλεσα· δότε μεγαλωσύνην τῷ Θεῷ ἡμῶν.

For I invoke the Lord’s name: ascribe greatness to our God.

Θεός, ἀληθινὰ τὰ ἔργα αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κρίσεις.

He is God, His works are true; and all His ways are judgment.

Θεὸς πιστός, καὶ οὐκ ἔστιν ἀδικία, δίκαιος καὶ ὅσιος Κύριος.

A faithful God and without injustice; righteous and holy is the Lord.

Ἡμάρτοσαν οὐκ αὐτῷ τέκνα μωμητά, γενεὰ σκολιὰ καὶ διεστραμμένη. Ταῦτα Κυρίῳ ἀνταποδίδοτε;

They sinned; the blameworthy children are not His, a generation twisted and perverse. Is this how you repay the Lord?

Οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός; οὐκ αὐτὸς οὗτός σου πατὴρ ἐκτήσατό σε καὶ ἐποίησέ σε καὶ ἔπλασέ σε;

O foolish and unwise people, is He not your Father, who acquired you? Has He not made and created you?

Μνήσθητε ἡμέρας αἰῶνος, σύνετε ἔτη γενεᾶς γενεῶν.

Remember the days of old, consider the years of many generations.

Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι.

Ask your father, and he will tell you; your elders, and they will tell you:

Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς ᾿Αδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ,

When the Most High divided the nations, when He scattered the sons of Adam, He set the boundaries of the nations by the number of God’s angels.

Καὶ ἐγενήθη μερίς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.

For the Lord’s portion became the people of Jacob; the allotment of His inheritance is Israel.

Αὐτάρκησεν αὐτὸν ἐν γῇ ἐρήμῳ, ἐν δίψει καύματος ἐν γῇ ἀνύδρῳ· ἐκύκλωσεν αὐτὸν καὶ ἐπαίδευσεν αὐτὸν καὶ διεφύλαξεν αὐτὸν ὡς κόρην ὀφθαλμοῦ.

He provided for him in the desert, in thirst of heat in a waterless place. He encircled him; He instructed him; He guarded him carefully as the apple of His eye.

Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ καὶ ἐπὶ τοῖς νεοσσοῖς αὐτοῦ ἐπεπόθησε· διεὶς τὰς πτέρυγας αὐτοῦ ἐδέξατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ.

As an eagle covers its nest, yearns after its young, spreading out its wings, taking them up, carrying them on its back.

Κύριος μόνος ἦγεν αὐτοὺς καὶ οὐκ ἦν μετ᾿ αὐτῶν θεὸς ἀλλότριος.

So the Lord alone led them, and there was no foreign god with them.

Ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, ἐψώμισεν αὐτοὺς γενήματα ἀγρῶν.

He raised them on the strength of the land; He fed them on the produce of the fields.

Ἐθήλασαν μέλι ἐκ πέτρας καὶ ἔλαιον ἐκ στερεᾶς πέτρας,

He suckled them on honey from the rock and oil from the solid rock.

Βούτυρον βοῶν καὶ γάλα προβάτων μετὰ στέατος ἀρνῶν καὶ κριῶν, υἱῶν ταύρων καὶ τράγων, μετὰ στέατος νεφρῶν πυροῦ, καὶ αἷμα σταφυλῆς ἔπιον οἶνον.

Butter of oxen and milk of sheep, with fat of lambs and goats, of sons of bulls and goats, with the choicest wheat; and you drank wine, the blood of grapes.

Καὶ ἔφαγεν Ἰακὼβ καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος, ἐλιπάνθη, ἐπαχύνθη, ἐπλατύνθη· καὶ ἐγκατέλιπε τὸν Θεὸν τὸν ποιήσαντα αὐτὸν καὶ ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτοῦ.

So Jacob ate and was filled, and the beloved kicked; he grew fat, he grew thick, he is obese. Then he forsook God who made him and stood back from God his Savior.

Παρώξυνάν με ἐπ᾿ ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με.

They provoked Me to wrath against foreign gods; with their abominations they embittered Me.

Ἔθυσαν δαιμονίοις καὶ οὐ Θεῷ, θεοῖς, οἷς οὐκ ᾔδεισαν· καινοὶ καὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν.

They sacrificed to demons, and not to God, to gods they did not know; new ones, recent gods arrived, which their fathers did not know.

Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε.

You abandoned the God who begot you, and forgot the God who nourished you.

Καὶ εἶδε Κύριος καὶ ἐζήλωσε καὶ παρωξύνθη δι᾿ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων.

So the Lord saw it, and was jealous; and He was provoked to anger by His sons and daughters.

Καὶ εἶπεν· Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ᾿ ἐσχάτων ἡμερῶν· ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοί, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς.

Then He said, I will turn My face from them, and I will make known what their end will be; for they are a perverse generation, sons in whom is no faith.

Αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ Θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ οὐκ ἔθνει, ἐπὶ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.

They provoked Me to jealousy by what is not God; they moved Me to anger by their idols; but I will provoke them to jealousy by those who are not a nation; I will move them to anger by a foolish nation.

Ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καυθήσεται ἕως ᾅδου κατωτάτου, καταφάγεται γῆν καὶ τὰ γενήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων.

For a fire is kindled in My anger, and shall burn to the lowest Hades; it shall consume the land with its produce And set on fire the foundations of the mountains.

Συνάξω εἰς αὐτοὺς κακὰ καὶ τὰ βέλη μου συντελέσω εἰς αὐτούς.

I will gather evils on them; I will spend My arrows on them.

Τηκόμενοι λιμῷ καὶ βρώσει ὀρνέων καὶ ὀπισθότονος ἀνίατος· ὀδόντας θηρίων ἐξαποστελῶ εἰς αὐτοὺς μετὰ θυμοῦ συρόντων ἐπὶ τῆς γῆς.

They shall be wasted with hunger, devoured by birds and incurable disease; I will also send against them the teeth of wild animals With the anger of things crawling on the earth.

Ἔξωθεν ἀτεκνώσει αὐτοὺς μάχαιρα καὶ ἐκ τῶν ταμιείων φόβος· νεανίσκος σὺν παρθένῳ, θηλάζων μετὰ καθεστηκότος πρεσβυτέρου.

The sword shall make them childless outside, and fear from the inner chambers, for the young man and virgin, the nursing child with the elder of gray hairs.

Εἶπα· Διασπερῶ αὐτούς, παύσω δὲ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν.

I said, I will scatter them; I will make their memory cease from among men.

Εἰ μὴ δι᾿ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονίσωσι, καὶ ἵνα μὴ συνεπιθῶνται οἱ ὑπεναντίοι.

But for the wrath of the enemy, lest they live long, lest their adversary make a joint attack.

Μὴ εἴπωσιν· Ἡ χεὶρ ἡμῶν ἡ ὑψηλὴ καὶ οὐχὶ Κύριος ἐποίησε ταῦτα πάντα.

Lest they should say, “Our hand is high; and it is not the Lord who did all this.”

Ὅτι ἔθνος ἀπολωλεκὸς βουλήν ἐστι, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἐπιστήμη καὶ οὐκ ἐφρόνησαν συνιέναι.

For they are a nation void of counsel, nor is there understanding in them. They were not wise to understand these things.

Ταῦτα πάντα καταδεξάσθωσαν εἰς τὸν ἐπιόντα χρόνον.

Let them be concerned for the coming time.

Πῶς διώξεται εἷς χιλίους καὶ δύο μετακινήσουσι μυριάδας, εἰ μὴ ὁ Θεὸς ἀπέδοτο αὐτοὺς καὶ Κύριος παρέδωκεν αὐτούς;

How could one chase a thousand and two put ten thousand to flight unless God had sold them, and the Lord delivered them up?

Οὐ γὰρ εἰσὶν οἱ θεοὶ αὐτῶν ὡς ὁ Θεὸς ἡμῶν· οἱ δὲ ἐχθροὶ ἡμῶν ἀνόητοι.

For our God is not like their gods, but our enemies are foolish.

Ἐκ γὰρ ἀμπέλων Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματίς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας αὐτοῖς.

For their vineyard is of the vineyard of Sodom, and their vine is of Gomorrah. Their grapes are grapes of gall; their clusters are bitter.

Θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν καὶ θυμὸς ἀσπίδων ἀνίατος.

Their wine is the wrath of serpents, and the incurable wrath of asps.

Οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ᾿ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου;

Behold, is this not laid up in store with Me, sealed up among My treasures?

Ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ, ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν, ὅτι ἐγγὺς ἡμέρα ἀπωλείας αὐτοῖς, καὶ πάρεστιν ἕτοιμα ὑμῖν.

I shall repay on the day of vengeance; in time, when their foot shall slip; for the day of their calamity is at hand, and is waiting, ready for them.

Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται.

For the Lord will judge His people, and have compassion on His servants.

Εἶδε γὰρ παραλελυμένους αὐτοὺς καὶ ἐκλελοιπότας ἐν ἐπαγωγῇ καὶ παρειμένους.

For He sees them disabled and left in distress and weakened.

Καὶ εἶπε Κύριος· Ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ᾿ οἷς ἐπεποίθεισαν ἐπ᾿ αὐτοῖς;

The Lord said, ‘Where are their gods in which they trusted?’

Ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν; Ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν καὶ γενηθήτωσαν ὑμῖν σκεπασταί.

Who ate the fat of their sacrifices, and drank the wine of their drink offerings? Let them rise and help you and be your defender.

Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω, πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.

Now see, I, even I, am He, and there is no God besides Me; I kill and I make alive; I wound and I heal; nor is there any who can deliver from My hands.

Ὅτι ἀρῶ εἰς τὸν οὐρανὸν τὴν χεῖρά μου καὶ ὀμοῦμαι τῇ δεξιᾷ μου καὶ ἐρῶ· ζῶ ἐγὼ εἰς τὸν αἰῶνα.

For I raise My hand to heaven, and I swear by My right hand, and say, “As I live forever.”

Ὅτι παροξυνῶ ὡς ἀστραπὴν τὴν μάχαιράν μου, καὶ ἀνθέξεται κρίματος ἡ χείρ μου, καὶ ἀποδώσω δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσί με ἀνταποδώσω.

For I whet My sword like lightning; and My hand takes hold on judgment. I will render vengeance on My enemies, and repay those who hate Me.

Μεθύσω τὰ βέλη μου ἀφ᾿ αἵματος, καὶ ἡ μάχαιρά μου φάγεται κρέα, ἀφ᾿ αἵματος τραυματιῶν καὶ αἰχμαλωσίας, ἀπὸ κεφαλῆς ἀρχόντων ἐθνῶν.

I will make My arrows drunk from blood; and My sword shall devour flesh from the blood of the slain and the captives, from the heads of the leaders of the enemy.

Εὐφράνθητε, οὐρανοί, ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.

Rejoice, O Heavens, together with Him, and worship Him, all the sons of God.

Εὐφράνθητε, ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτῷ πάντες υἱοὶ Θεοῦ· ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικᾶται, καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει, καὶ ἐκκαθαριεῖ Κύριος τὴν γῆν τοῦ λαοῦ αὐτοῦ.

Rejoice, O Gentiles, with His people; and let all the angels of God be strong with Him; for He will avenge the blood of His sons and render vengeance to His adversaries; and the Lord will purify His people’s land. [SAAS]

(ἐμμελῶς)

(sung)

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

ΧΟΡΟΣ

CHOIR

Κανὼν Aʹ τοῦ Τριῳδίου.

Canon 1 from the Triodion.

ᾨδὴ βʹ. Ἦχος πλ. δʹ. Ὁ Εἱρμός.

Ode ii. Mode pl. 4. Heirmos (NM).

Ἴδετε ἴδετε.ὁ πρὸ τῶν αἰώνων.

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ὑμῶν, ὁ πρὸ τῶν αἰώνων γεννηθεὶς ἐκ τοῦ Πατρός, καὶ ἐκ τῆς Παρθένου ἐπʼ ἐσχάτων, δίχα ἀνδρὸς κυηθείς, καὶ λύσας τὴν ἁμαρτίαν, τοῦ προπάτορος Ἀδάμ, ὡς φιλάνθρωπος. (δίς)

See now, see that I am your God, before all ages begotten from the Father, and in the last times conceived without man by the Virgin: and I have destroyed the sin of Adam the forefather in My love for mankind. (2) [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Στέναξον δάκρυσον, ψυχὴ ἐπίστρεψον μετανόησον, ἤγγικεν ἡ ἡμέρα, ἐπὶ θύραις ὁ Κριτής, πρὸς ἀπολογίαν ἑτοιμάζου, καὶ βόησον· Ἡμάρτηκά σοι Οἰκτίρμον, ἐλεῆμον ἀγαθέ, σύ με οἴκτειρον.

Groan and weep, my soul, turn back and repent. The day is at hand, the Judge is at the door. Make ready thine answer and cry aloud: I have sinned against Thee, O merciful Lord, compassionate and loving: do Thou take pity on me. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Κόρον ἁμαρτίας, ψυχή μου μίσησον τὸν ὀλέθριον, τρύφησον τῷ κόρῳ τῆς νηστείας ἐμμελῶς, τὰς σωτηριώδεις ἐντολάς, βρῶμα ποίησον, ἀπόλαυσιν προξενούσας, αἰωνίων ἀγαθῶν διὰ πίστεως.

O my soul, hate the destructive surfeiting of sin, and rejoice in the strict observance of the Fast. Take as thy food the commandments of salvation, which will enable thee through faith to enjoy eternal blessings. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ἄγγελοι, Δυνάμεις, Ἀρχαί, Ἀρχάγγελοι, Κυριότητες, θρόνοι, Ἐξουσίαι, Χερουβίμ, καὶ Σεραφίμ, τὸν ἀγαθοδότην, καὶ Θεὸν ἱκετεύσατε, συγχώρησιν ὀφλημάτων, καὶ παθῶν ἀπαλλαγήν, δωρηθῆναι ἡμῖν.

O ye angels, powers and principalities, archangels, dominions and thrones, rulers, cherubim and seraphim, pray to God, the Giver of all good, that we may be granted remission of our sins and release from the passions. [KW]

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Most-holy Theotokos, save us.

Θεοτοκίον.

Theotokion.

Ἡ μόνη κυήσασα, τὸν ἄναρχον Λόγον Πανάμωμε, ἐκ σοῦ σαρκωθέντα, καὶ μὴ τραπέντα, ὅπερ ἦν, μείνασα παρθένος, μετὰ τόκον ἀνύμφευτε, ἱκέτευε ὑπὲρ πάντων λυτρωθῆναι, ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

O all-blameless Lady, thou alone hast borne the eternal Word. He took flesh from thee, yet without changing He continued as He was before: and thou hast not known man, but hast remained a virgin after bearing child. Pray for us all that our life may be delivered from corruption. [KW]

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

Κανὼν Bʹ τοῦ Τριῳδίου.

Canon 2 from the Triodion.

ᾨδὴ βʹ. Ἦχος πλ. δʹ. Ἴδετε ἴδετε.ὁ πρὸ τῶν αἰώνων.

Ode ii. Mode pl. 4. (NM) See now, see that I am your God

Ἴδετε ἴδετε.ὁ πρὸ τῶν αἰώνων.

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ἴδομεν, ἔγνωμεν, ὡς ἀγαθὸς ἡμῖν εἰς μετάνοιαν, ὃν καιρὸν ὡρίσω, ἀλλʼ ἐν τούτῳ ὁ Θεὸς πρόσδεξαι ἡμῶν τὰς προσευχάς, καὶ κατεύθυνον ἐνώπιόν σου Οἰκτίρμον, ὡς θυμίαμα καλόν, ὥσπερ θυσίαν δεκτήν.

We have seen and we know that out of love for us Thou hast appointed this season to bring us to repentance. Receive, O merciful God, the prayers which we offer in the Fast: may they be set forth in Thy sight as fragrant incense and an acceptable sacrifice. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Φρίττω καὶ πτοοῦμαι, κατανοούμενος ὅσα ἥμαρτον· Πῶς σοι ὑπαντήσω; πῶς ὀφθῶ σοι φοβερὲ; πῶς δὲ παραστῷ τῷ ἀδεκάστῳ σου Βήματι; διὸ φεῖσαί μου Οἰκτίρμον ἐν τῇ ὥρᾳ, ὅταν μέλλῃς κρῖναι πᾶσαν τὴν γῆν.

I tremble and am full of fear when I reflect how greatly I have sinned. How shall I meet Thee? How shall I stand before Thy judgement seat where there is no respect of persons? Spare me, then, O merciful Lord, in the hour when Thou shalt come to judge all the earth. [KW]

Δόξα. Τριαδικόν.

Glory. For the Trinity.

Ὑπερτελεστάτη Μονάς, ὑπέρθεε, τρισυπόστατε, ἀγέννητε Πάτερ, καὶ Υἱὲ μονογενές, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευθέν, διʼ Υἱοῦ δὲ φανέν, οὐσία μία καὶ φύσις, κυριότης βασιλεία, σῶσον πάντας ἡμᾶς.

Unity in three Persons, supreme in Godhead and surpassing all perfection, Father unbegotten, Son only-begotten, Spirit proceeding from the Father and made manifest through the Son: single in Essence and in Nature, one Lordship and one Kingdom, save us all. [KW]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἄῤῥητον τὸ θαῦμα, τῆς σῆς κυήσεως Μητροπάρθενε· πῶς γὰρ καὶ λοχεύεις, καὶ ἁγνεύεις ἐνταυτῶ; πῶς παιδοτοκεῖς καὶ ἀγνοεῖς, πεῖραν ὅλως ἀνδρός; Ὡς οἶδεν ὁ ὑπὲρ φύσιν, ἐξ ἐμοῦ καινοπρεπῶς, Λόγος Θεοῦ γεννηθείς.

The wonder of thy conceiving is past speech, O Mother and Virgin: for how hast thou given birth and yet remained undefiled? How dost thou bear child, without knowing a man? ‘All this is understood by the Word of God, who was born from me in a new way, surpassing nature.’ [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Σὺ τοὺς Νινευΐτας, μετανοήσαντας καὶ νηστεύσαντας, τῆς ἀπειλουμένης, ἐπανήγαγες ὀργῆς, τοὺς δὲ Σοδομίτας, ἐν πυρὶ ἀπετέφρωσας, ἐν πλησμονῇ ἀσελγοῦντας. Ἀλλὰ ῥῦσαί με Χριστέ, τῆς ἀπειλῆς αὐτῶν.

When the men of Nineveh repented and fasted, Thou hast delivered them from the wrath that threatened them; but Thou hast consumed with fire the men of Sodom in their wanton shamelessness. Deliver me, O Christ, from the punishment which they suffered. [KW]

Ὁ Εἱρμός. Ἦχος πλ. δʹ.

Heirmos (NM). Mode pl. 4.

Ἴδετε ἴδετε.ὁ καθιέρωσας.

Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι ὁ Θεὸς ἡμῶν, ὁ καθιέρωσας ἀπαρχὴν ὑμῖν δεκτήν, τὴν ἐξ ἡμερῶν ὅλου τοῦ ἔτους ἀποδεκάτωσιν, καὶ ταύτην δοὺς τῷ λαῷ μου, εἰς ἐκλύτρωσιν παθῶν, εἰς σωτηρίας ἀρχήν.

See now, see that I am your God, who have sanctified for you the tenth part of the days of every year as acceptable first­ fruits: and this commandment have I given to My people for their deliverance from the passions and as a beginning of salvation. [KW]

Τοῦ Μηναίου - - -

From Menaion - - -

Κανὼν τοῦ Ἁγίου.

Canon for the Saint.

ᾨδὴ γʹ. Ἦχος δʹ. Ὁ Εἱρμός.

Ode iii. Mode 4. Heirmos.

Οὐκ ἐν σοφίᾳ.

Στίχ. Ἅγιος εἶ, Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου.

Verse: Holy are You, O Lord, and my spirit praises You.

Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλʼ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος, πλὴν σοῦ φιλάνθρωπε.

Not in our wisdom, * nor in power and wealth do we boast, O Lord; * but we boast in You, the Father’s personified Wisdom, O Christ. * No one else is holy but for You who are benevolent. [SD]

Τροπάρια.

Troparia.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Saint of God, intercede for us.

Στηριζομένη, βακτηρίᾳ τῶν λόγων σου Ὅσιε, τὰς ὁρμὰς τῶν δυσσεβῶν, καὶ θεομάχων αἱρέσεων, ἐλαύνει διώκουσα, ἡ Ἐκκλησία Χριστοῦ.

Made firm by the staff of your words, venerable one, the Church of Christ expels and drives away the assaults of the impious and of the heresies which fight against God. [VPA]

Στίχ. Κύριος ἀνέβη εἰς οὐρανούς, καὶ ἑβρόντησεν, αὐτὸς κρινεῖ ἄκρα γῆς, δίκαιος ὢν.

Verse: The Lord went up into the heaven and thundered. The Lord judges the ends of the earth. [SAAS]

Ὑπερμαχήσας, τοῦ σεπτοῦ θεοφόρε κηρύγματος, ἀνεδείχθης νικητής, τῇ συμμαχίᾳ τοῦ Πνεύματος, σοφῶς δυναμούμενος, Πάτερ Σωφρόνιε.

Having been a champion of august preaching, God-bearer, you were shown to be a victor through the power of the Spirit, being wisely empowered, Father Sophronios. [VPA]

Στίχ. Καὶ δώσει ἰσχὺν τοῖς βασιλεῦσιν ἡμῶν, καὶ ὑψώσει κέρας χριστῶν αὐτοῦ.

Verse: He gives strength to our leaders, and He will exalt the horn of His Christ. [SAAS]

Νεκρώσας πᾶσαν, φθειρομένης σαρκὸς ἡδυπάθειαν, τὴν ἀκήρατον ψυχήν, διʼ εὐσεβείας ἐζώωσας, καὶ ταύτην ἀνέδειξας, ἔνθεον ὄργανον.

You put to death all the pleasure of the corrupted flesh and enlivened your pure soul through piety and showed it as a divine organ. [VPA]

Δόξα.

Glory.

Ἡ θεολόγος, καὶ τερπνὴ καὶ μελίῤῥυτος γλῶσσά σου, τοὺς τοῦ λόγου ποταμούς, ἀναπηγάζει θεόληπτε, τὰ θεῖα διδάγματα, πᾶσι προχέουσα.

Your theologizing, delightful, and sweet-sounding tongue springs up rivers of the Word, God-inspired one, gushing forth divine teachings for all. [VPA]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Σὲ τὴν τεκοῦσαν τὸν Θεόν, Θεοτόκον δοξάζομεν, τῷ Γεννήματι τῷ σῷ, προσηγορίαν ἁρμόζοντες, καὶ κλῆσιν κατάλληλον, πάναγνε Δέσποινα.

We glorify you who gave birth to God, O Theotokos, fitting together a corresponding name and calling, all-pure Lady. [VPA]

Ὁ Εἱρμός.

Heirmos.

Οὐκ ἐν σοφίᾳ καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλʼ ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ Σοφίᾳ Χριστέ· οὐ γάρ ἐστιν Ἅγιος, πλὴν σοῦ φιλάνθρωπε.

Not in our wisdom, * nor in power and wealth do we boast, O Lord; * but we boast in You, the Father’s personified Wisdom, O Christ. * No one else is holy but for You who are benevolent. [SD]

Ode 3: Short Litany

Ode 3: Short Litany

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὺ εἶ ὁ Θεὸς ἡμῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΧΟΡΟΣ

CHOIR

Κάθισμα.

Kathisma.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ. Ταχὺ προκατάλαβε.

Mode 4. N/M (Come quickly.)

Ταχὺ προκατάλαβε.

Τοῖς λόγοις ἐκόσμησας τὴν Ἐκκλησίαν Χριστοῦ, τοῖς ἔργοις ἐτήρησας τὸ κατʼ εἰκόνα Θεοῦ, Σωφρόνιε Ὅσιε· ἔλαμψε γὰρ ἐν κόσμῳ, ἡ ἐν σοὶ σωφροσύνη, χάριτας διδαγμάτων, ἀπαστράπτουσα πᾶσι, τοῖς πίστει ἑορτάζουσι Πάτερ τὴν μνήμην σου.

You adorned the Church of Christ by your words, and by your works you kept that which is according to the image of God, venerable Sophronios, for your soundness of mind illumined the world, shining with gifts of teachings on all who with faith celebrate your memory, O Father. [VPA]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος δʹ. Ταχὺ προκατάλαβε.

Mode 4. N/M (Come quickly.)

Ἐκαίνισας Ἄχραντε τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν τοῖς πάθεσι τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.

By your divine childbirth, undefiled one, you renewed the mortal nature which had been corrupted by the passions of those on earth and you lifted everyone up from death towards the life of incorruption. Therefore, as it proper, we all bless you, Virgin glorified as you had foretold. [VPA]

Τοῦ Μηναίου - - -

From Menaion - - -

Κανὼν τοῦ Ἁγίου.

Canon for the Saint.

ᾨδὴ δʹ. Ἦχος δʹ. Ὁ Εἱρμός.

Ode iv. Mode 4. Heirmos.

Ὁ καθήμενος ἐν δόξῃ.

Στίχ. Δόξα τῇ δυνάμει σου, Κύριε.

Verse: Glory to Your strength, O Lord.

Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα Χριστὲ τῇ δυνάμει σου.

He who sits in holy glory * on the throne of divinity, * Jesus our most high God, * on a swift and light cloud has come to us, * and by the might of His undefiled hand has saved * those who cry to Him: Glory to Your strength, O Christ. [SD]

Τροπάρια.

Troparia.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Saint of God, intercede for us.

Μίαν ἄναρχον οὐσίαν, ἐν τρισὶν ὑποστάσεσιν, ἰδικαῖς τελείαις, Πάτερ σὺ σοφῶς ἐδογμάτισας, διαιρουμένην ἀτμήτως, ἑνουμένην τε ἀσυγχύτως, βουλήσει μιᾷ καὶ Θεότητι.

Father, you wisely taught one beginningless nature in three hypostases, each one perfect, separated without division and united without confusion through one will and Godhead [VPA]

Στίχ. Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν.

Verse: The Lord God is my strength; He will direct my feet to the end. [SAAS]

Ἔχων σώφρονας τὰς φρένας, καὶ τὸν νοῦν σωφρονέστερον, οὐ φυρμὸν ἐφρόνεις, Πάτερ οὐ τροπὴν οὐδὲ σύγχυσιν, τῶν ἡνωμένων ἀτρέπτως δύο φύσεων, ἐν ἑνὶ Χριστῷ, μονογενεῖ ἀπαστράπτουσαν.

Having self-restraint in heart and a most self-restrained mind, you did not consider mixture or mode nor confusion of the two natures united unchangeably shining in one only-begotten Christ. [VPA]

Στίχ. Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβᾷ με, τοῦ νικῆσαί με ἐν τῇ ᾠδῇ αὐτοῦ.

Verse: He will set me upon high places, so to conquer by His song. [SAAS]

Λαμπρυνόμενος ἐνθέως, φωτισμῷ τῷ τοῦ Πνεύματος, τὴν δεινὴν μανίαν, τὴν τοῦ Νεστορίου διέλυσας, ταυτοβουλίᾳ καὶ γνώμῃ τοῦ τὴν ἕνωσιν, δογματίσαντος, ἐπὶ Χριστοῦ δύο φύσεων.

Divinely illumined with the illumination of the Spirit, you did away with the awful madness of Nestorius who had taught the unity in Christ of two natures in one will and thought. [VPA]

Δόξα.

Glory.

Πύῤῥον ἔφλεξας ἀντάρτην,τῷ πυρὶ τῶν δογμάτων σου, ἀθετοῦντα δύο, εἶναι τοῦ Χριστοῦ τὰ θελήματα, ταῖς διαφόροις οὐσίαις τὰ κατάλληλα, ἐνεργείας τε, ἅμα διπλᾶς Πάτερ Ὅσιε.

By the fire of your teachings you burned Pyrrhos (who was holding to denying that there are two wills in Christ, according to the different natures, and also the two operations. [VPA]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ὡραιώθης ὑπὲρ πᾶσαν, τῶν Ἀγγέλων εὐπρέπειαν, ὡς τεκοῦσα τούτων, Κόρη ποιητήν τε καὶ Κύριον, ἐκ σῶν ἀχράντων αἱμάτων σωματούμενον, τὸν ῥυόμενον, πάντας αὐτόν τοὺς δοξάζοντας.

You were beautified above all the comeliness of angels, as having given birth to their creation and Lord, O maiden, who has taken a body from your spotless blood and who draws to himself all who glorify him. [VPA]

Τοῦ Μηναίου - - -

From Menaion - - -

Κανὼν τοῦ Ἁγίου.

Canon for the Saint.

ᾨδὴ εʹ. Ἦχος δʹ. Ὁ Εἱρμός.

Ode v. Mode 4. Heirmos.

Ἀσεβεῖς οὐκ ὄψονται.

Στίχ. Κύριε, ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν.

Verse: O Lord our God, grant us peace.

Ἀσεβεῖς οὐκ ὄψονται, τὴν δόξαν σου Χριστέ· ἀλλʼ ἡμεῖς σε Μονογενές, πατρικῆς ἀπαύγασμα, δόξης Θεότητος, ἐκ νυκτὸς ὀρθρίζοντες, ἀνυμνοῦμέν σε φιλάνθρωπε.

The ungodly will not see Your glory, O Christ. * Rather we in the morning rise early and we sing Your praise, * only-begotten Son, the reflection of the Father’s glory, O benevolent Lord. [SD]

Τροπάρια.

Troparia.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Saint of God, intercede for us.

Τὴν σεπτὴν ἀνάστασιν, καὶ τάφον τῆς ζωῆς, ἀκλινεῖ πόθῳ θεωρῶν, θεωρίας ἤντλησας κρυφιομύστους, καὶ πιστοῖς μετέδωκας, Ἱεράρχα τῆς ἐλλάμψεως.

With steadfast yearning beholding the pure resurrection and grave of life, you drew up visions of illumination of hidden teaching and distributed them to the faithful, O hierarch. [VPA]

Στίχ. Ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ

Verse: The dead shall rise up; and those in the tombs shall arise. Those in the earth shall be glad. [SAAS]

Τὴν σεπτὴν ἀνάστασιν, καὶ τάφον τῆς ζωῆς, ἀκλινεῖ πόθῳ θεωρῶν, θεωρίας ἤντλησας κρυφιομύστους, καὶ πιστοῖς μετέδωκας, Ἱεράρχα τῆς ἐλλάμψεως.

With steadfast yearning beholding the pure resurrection and grave of life, you drew up visions of illumination of hidden teaching and distributed them to the faithful, O hierarch. [VPA]

Στίχ. Ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.

Verse: For your dew is a healing for them, but the land of the ungodly shall come to an end. [SAAS]

Ὁλικῶς ἐπόθησας, τὸν μόνον ἀγαθόν, πυρσωθεὶς φέγγει νοητῷ, καὶ πηγὴν ἠγάπησας τῆς ἀφθαρσίας, θεωρίαις Πάνσοφε, πρὸς αὐτὴν ἀνατεινόμενος.

You wholly yearned after the only good, being aflame with noetic light, and you loved the stream of incorruption, being lifted up towards it through visions. [VPA]

Δόξα.

Glory.

Ναὸς ζῶν καὶ ἔμψυχος, ἐγένου τοῦ Θεοῦ, νεκρωθεὶς πᾶσι τοῖς ἐν γῇ, τὴν τοῦ λόγου τράπεζαν εὐθηνουμένην, κεκτημένος Ὅσιε, καὶ λυχνίαν τὴν τῆς πίστεως.

You became a living and animate temple of God, having put to death all things of the earth, gaining the rich table of the Logos and the lamp of faith, Venerable one. [VPA]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἐν δυσὶ νοούμενον, οὐσίαις τὸν Χριστόν, τὸν Υἱὸν τὸν μονογενῆ, τοῦ Θεοῦ τὸν ἄναρχον, σάρκα γενόμενον, ὑπὲρ λόγον τέτοκας, Θεομῆτορ ἀπειρόγαμε.

Unwedded mother of God, you gave birth beyond understanding to Christ, understood in two natures, the only-begotten and beginningless Son of God, having become flesh. [VPA]

Τοῦ Μηναίου - - -

From Menaion - - -

Κανὼν τοῦ Ἁγίου.

Canon for the Saint.

ᾨδὴ Ϛʹ. Ἦχος δʹ. Ὁ Εἱρμός.

Ode vi. Mode 4. Heirmos.

Θύσω σοι μετὰ φωνῆς.

Στίχ. Ὡς τὸν προφήτην Ἰωνᾶν, σῶσον ἡμᾶς, Κύριε.

Verse: Save us, O Lord, like You saved the Prophet Jonah.

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ διʼ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

“I will sacrifice to You, O Lord, with a voice of praise.” * So sings the Church You delivered * from the gore of sacrificing to demons; * for You cleansed her * by the blood that for mercy poured out from Your side. [SD]

Τροπάρια.

Troparia.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Saint of God, intercede for us.

Πλουσίως, ἐξεχύθη ἡ χάρις τοῦ Πνεύματος, τοῦ παναγίου θεόφρον, ἐν τοῖς χείλεσί σου· ὅθεν ὁ φθόγγος, τῶν σῶν λόγων, τοῦ ποταμοῦ μιμεῖται τὰ ῥεύματα.

The grace of the all-holy Spirit was richly poured out on your lips, godly-minded one. Therefore the sound of your words is like the flowing of a river. [VPA]

Στίχ. Φυλασσόμενοι μάταια καὶ ψευδῆ, ἔλεον αὐτοῖς ἐγκατέλιπον.

Verse: Those who follow vanity and lies forsake their own mercy. [SAAS]

Πλουσίως, ἐξεχύθη ἡ χάρις τοῦ Πνεύματος, τοῦ παναγίου θεόφρον, ἐν τοῖς χείλεσί σου· ὅθεν ὁ φθόγγος, τῶν σῶν λόγων, τοῦ ποταμοῦ μιμεῖται τὰ ῥεύματα.

The grace of the all-holy Spirit was richly poured out on your lips, godly-minded one. Therefore the sound of your words is like the flowing of a river. [VPA]

Στίχ. Ὅσα ηὐξάμην ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ Κυρίῳ.

Verse: As much as I vowed, I shall offer up to You, to You, the Lord of Deliverance. [SAAS]

Ὡς φοίνιξ, ἐν τῷ οἴκῳ Κυρίου ἐξήνθησας, τῇ εὐκαρπίᾳ τῶν λόγων, καθαρῷ τε βίῳ καταγλυκαίνων, τὰς καρδίας, Ἱεράρχα, τῶν πίστει τιμώντων σε.

You bloomed like a palm tree in the house of the Lord with the good fruit of your words, making sweet by your pure life the hearts of those who honor you with faith, O hierarch. [VPA]

Δόξα.

Glory.

Νεκροῦται, τῇ ζωτικῇ ῥομφαίᾳ τῆς γλώττης σου, τὸ τῶν αἱρέσεων στῖφος, καὶ θρασεῖα φάλαγξ τῶν θεομάχων, σφαττομένη, θανατοῦται δογμάτων σου ξίφεσιν.

By the living sword of your mouth the army of heresies is put to death and the daring ranks of those who fight against God, slain, die by the sword of your teachings [VPA]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ὑμνοῦμεν, Θεοτόκε τὸν ἄχραντον τόκον σου, διʼ οὗ σῳζόμεθα πάντες, καὶ θανάτου βρόχων καὶ δεινοτάτης, ἁμαρτίας, καὶ τῶν μυχῶν τοῦ ᾍδου λυτρούμεθα.

O Theotokos, we hymn your spotless birth-giving through which we all are saved and are delivered from the noose of death and most fearful sin and the innermost parts of Hades. [VPA]

Ὁ Εἱρμός.

Heirmos.

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ διʼ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.

“I will sacrifice to You, O Lord, with a voice of praise.” * So sings the Church You delivered * from the gore of sacrificing to demons; * for You cleansed her * by the blood that for mercy poured out from Your side. [SD]

Ode 6: Short Litany

Ode 6: Short Litany

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are the King of peace and the savior of our souls, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Μαρτυρικόν. Ἦχος δʹ.

For the Martyrs. Mode 4.

Τῶν ἐν ὅλῳ τῷ κόσμῳ Μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, διʼ αὐτῶν βοᾷ σοι· Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Your Church is arrayed in the holy blood of Your Martyrs who witnessed throughout the world, as though in purple and fine linen. Through them she cries to You, Christ our God, “Send down to Your people Your tender love, grant peace from above to Your commonwealth, and to our souls Your great mercy.” [SD]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΑʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σωφρονίου, Ἀρχιεπισκόπου Ἱεροσολύμων.

On March 11 we commemorate our devout father Sophronios, Archbishop of Jerusalem.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πιονίου, Πρεσβυτέρου τῆς ἐν Σμύρνῃ Ἁγίας Ἐκκλησίας.

On this day we also commemorate the holy hieromartyr Pionius, priest of the holy Church in Smyrna.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου, Θεοφόρου καὶ Θαυματουργοῦ, τοῦ ἐν τῷ Διϊππείῷ λεγομένῳ, τοῦ Νεοφανοῦς.

On this day we also commemorate our devout father George, the God-bearer and Wonderworker, the newly appeared, who was in the church called Diipeum.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου καὶ Θαλλοῦ, τῶν ἐν Λαοδικείᾳ μαρτυρησάντων.

On this day we also commemorate the holy martyrs Trophimos and Thallus who witnessed in Laodiceia.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εἰς Κωνσταντινούπολιν ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου.

On this day we also commemorate the translation to Constantinople of the relics of the holy martyr Epimachos.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοδώρας τῆς Βασιλίσσης.

On this day we also commemorate our devout mother Theodora the Empress.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΧΟΡΟΣ

CHOIR

Κανὼν τοῦ Ἁγίου.

Canon for the Saint.

ᾨδὴ ζʹ. Ἦχος δʹ. Ὁ Εἱρμός.

Ode vii. Mode 4. Heirmos.

Ὁ διασώσας ἐν πυρί.

Στίχ. Τῶν Πατέρων καὶ ἡμῶν Θεός, εὐλογητὸς εἶ.

Verse: Blessed are You, the God of our fathers.

Ὁ διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.

You saved Your Servants in the fire, * Abraham’s three youthful descendants; * and the Chaldeans You destroyed, * for they plotted unjustly against the just. * O supremely extolled and praised * Lord, the God of our fathers, You are blessed. [SD]

Τροπάρια.

Troparia.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Saint of God, intercede for us.

Μετὰ τῆς ἄνωθεν ῥοπῆς, ταῖς αἱρετικαῖς γλωσσαλγίαις, ἀντιταττόμενος Σοφέ, νικηφόρος γενόμενος ἔψαλλες· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Battling against heretical babbling with help from above, wise one, and becoming victorious, you chanted: Greatly hymned Lord, the God of our Fathers, you are blessed. [VPA]

Στίχ. Εὐλογημένος εἶ ὁ ἐπὶ θρόνου δόξης τῆς βασιλείας σου, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.

Verse: Blessed are You on the throne of Your kingdom, and You are praised and exalted beyond measure unto the ages. [SAAS]

Μετὰ τῆς ἄνωθεν ῥοπῆς, ταῖς αἱρετικαῖς γλωσσαλγίαις, ἀντιταττόμενος Σοφέ, νικηφόρος γενόμενος ἔψαλλες· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Battling against heretical babbling with help from above, wise one, and becoming victorious, you chanted: Greatly hymned Lord, the God of our Fathers, you are blessed. [VPA]

Στίχ. Εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὁ ὑπερύμνητος καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.

Verse: Blessed are You in the firmament of heaven, for You are praised and glorified unto the ages. [SAAS]

Ὁλος ἀνάθημα Θεῷ, τὰς τῶν Ἀσκητῶν φυτουργίας, περιϊπτάμενος σοφέ, τὸν λειμῶνα τὸν σὸν κατεφύτευσας, ἀρετῶν ἐμμελέτημα, τῷ Θεῷ τῷ ἐν ὑψίστοις καθιερώσας.

Dedicated to God, flying around the garden of the ascetics, and having planted your meadow for the practice of the virtues, you dedicated it to God in the highest. [VPA]

Δόξα.

Glory.

Νόμῳ πειθόμενος Χριστοῦ, τῆς σῆς ἐπιστήμης τὸν πλοῦτον, τοῖς δεομένοις εὐσεβῶς, ἀναμέλπων θεόφρον μετέδωκας· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.

Obeying the law of Christ, you shared the riches of your knowledge with those who lacked them, godly-minded one, chanting: Greatly hymned Lord, the God of our Fathers, you are blessed. [VPA]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Ἁγιασθεῖσα τὴν ψυχήν, καὶ προκαθαρθεῖσα τὸ σῶμα, τῇ ἐπελεύσει ἐπὶ σέ, τοῦ Ἁγίου Πανάμωμε Πνεύματος, τοῦ Ὑψίστου τὴν δύναμιν, ἐν γαστρί σου συλλαβοῦσα τίκτεις ἀσπόρως.

Having been sanctified in soul and purified beforehand in body by the coming of the Holy Spirit upon you, all-blameless one, you bore Him, having conceived without seed in your womb the power of the Most High. [VPA]

ᾨδὴ ηʹ.

Ode viii.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Κανὼν τοῦ Ἁγίου.

Canon for the Saint.

ᾨδὴ ηʹ. Ἦχος δʹ. Ὁ Εἱρμός.

Ode viii. Mode 4. Heirmos.

Παῖδας εὐαγεῖς.

Στίχ. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς τοὺς αἰῶνας.

Verse: O you works, to the Lord sing a hymn, and exalt Him beyond measure unto the ages.

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Guiltless were those Servants in the furnace. * The Son of the Theotokos went and rescued them. * He who was prefigured then, * having been incarnate now, * is gathering the whole wide world into His Church to sing: * “O all you works of the Lord, to all ages * sing praises to the Lord and exalt Him beyond measure.” [SD]

Τροπάρια.

Troparia.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Saint of God, intercede for us.

Ἱεραρχικῆς Ἱερουργίας, τῷ μύρῳ καθηγιάσθης τῷ τῆς χάριτος, ἔνθα πεφανέρωται, κόσμου ἡ σωτήριος Ἱεραρχία, πάνσοφε, Πάτερ Σωφρόνιε· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

You were sanctified with the myrrh of the grace of hierarchical service, where the hierarchy of the salvation of the world, all-wise Father Sophronios, shouting: Hymn the Lord and greatly exalt him unto all the ages [VPA]

Στίχ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Verse: Bless the Lord, all you works of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS]

Σοφίαν τιμῶν διαφερόντως, στεφάνῳ τῷ τῶν χαρίτων ἐστεφάνωσαι, δόξαν τὴν ἀμάραντον, πλοῦτον ἀναφαίρετον, τὸ τῆς σοφίας, Ἔνδοξε δῶρον δεξάμενος, καὶ Κύριον ὑμνεῖτε, κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Honoring wisdom especially, you were crowned with the crown of gifts of wisdom: unfading glory and riches not to be taken away, glorious one, and having received the gift, you are shouting: Hymn the Lord and greatly exalt him unto all the ages [VPA]

Στίχ. Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Verse: Bless the Lord, all you works of the Lord, you heavens of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS]

Ἱεροπρεπῶς Ἱερομύστα, τὴν θείαν δικαιοσύνην ἐνδυσάμενος, ἴθυνας Πανόλβιε, Πάτερ γενναιότατα, τὸ τοῦ Δεσπότου ποίμνιον λόγοις καὶ πράξεσι· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Being clothed with divine righteousness in a priestly manner, O teacher of sacred things, you guided in a most courageous manner the flock of the Master through your words and deeds, all-famous Father, crying out: Hymn the Lord and greatly exalt him unto all the ages [VPA]

Στίχ. Εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ Δυνάμεις Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Verse: Bless the Lord, all you waters above the heaven, all you powers of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS]

Μεγαλοπρεπῶς καὶ ὑπὲρ λόγον, ὁ Λόγος ὁ τῷ Πατρὶ Πάτερ συνάναρχος, λόγον σοι δεδώρηται, λόγους διατρέφοντα, καὶ γλωσσαλγίας λύοντα τὰς τῶν αἱρέσεων, τὸν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Magnificently and beyond understanding, the Logos who is co-beginningless with the Father gives you, Father, a mind which brings up words that undo the babblings of heresies, as you cry out: Hymn the Lord and greatly exalt him unto all the ages [VPA]

Στίχ. Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Verse: Bless the Lord, you sun and moon, you stars of heaven, and exalt Him beyond measure, unto all the ages. [SAAS]

Θεοτοκίον.

Theotokion.

Ἁγιοπρεπὴς Ναὸς ἐδείχθης, τοῦ Λόγου τοῦ πᾶσαν κτίσιν ἁγιάσαντος, ὄρος πῖον ἅγιον, ὄρος ἐμφανέστατον, εὐλογημένη Δέσποινα μόνη πανύμνητε. Διό σε Θεομῆτορ ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

You were shown to be a sanctified temple of the Logos who sanctifies all creation, a rich holy mountain, a manifest mountain, blessed, only all-hymned Lady. Therefore we hymn you, mother of God, and we greatly exalt you unto all the ages. [VPA]

(διαβαστά)

(read)

Στίχοι Ἐνδιάμεσοι Ὀγδόης ᾨδῆς.

Intermediate Verses of Ode Eight.

Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Bless the Lord, every shower and dew, all you winds, and exalt Him beyond measure, unto all the ages. [SAAS]

Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Bless the Lord, you fire and heat, you winter cold and summer heat, and exalt Him beyond measure, unto all the ages.

Εὐλογεῖτε δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Bless the Lord, you dews and snows, you frost and cold, and exalt Him beyond measure, unto all the ages.

Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Bless the Lord, you hoarfrosts and snows, you lightning and clouds, and exalt Him beyond measure, unto all the ages.

Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Bless the Lord, you light and darkness, you night and day, and exalt Him beyond measure, unto all the ages.

Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Bless the Lord, you earth, you mountains and hills, and all you things growing on the earth, and exalt Him beyond measure, unto all the ages.

Εὐλογεῖτε, πηγαί, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Bless the Lord, you springs, you seas and rivers, you sea-monsters and everything that moves in the waters, and exalt Him beyond measure, unto all the ages. [SAAS]

(ἐμμελῶς)

(sung)

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

Κανὼν Aʹ τοῦ Τριῳδίου.

Canon 1 from the Triodion.

ᾨδὴ ηʹ. Ἦχος πλ. δʹ. Οἱ θεοῤῥήμονες Παῖδες.

Ode viii. Mode pl. 4. (NM) Inspired by God

Οἱ θεοῤῥήμονες Παῖδες.

Στίχ. Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Verse: Bless the Lord, all you birds of heaven, all you wild animals and cattle, and exalt Him beyond measure, unto all the ages. [SAAS]

Ὁ δικαιώσας στενάξαντα τὸν Τελώνην, ὁ οἰκτειρήσας τὴν Πόρνην, ἀπὸ καρδίας δακρύσασαν, σῶσον οἴκτειρον Σῶτερ, ψυχὰς τῶν ὑμνούντων σε.

Thou hast justified the Publican who groaned aloud, and hast taken pity on the Harlot who wept from her heart. O Saviour, save and take pity on the souls of those who sing Thy praises. [KW]

Στίχ. Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραὴλ τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Verse: Bless the Lord, O children of men. Bless the Lord, O Israel, and exalt Him beyond measure, unto all the ages. [SAAS]

Καρποφορήσωμεν πράξεις ἐναρέτους, διὰ νηστείας Κυρίῳ, καὶ βλαβερῶν ἀποσχώμεθα, λογισμῶν, ἵνα ὅλως, τρυφῆς ἐπιτύχωμεν.

By fasting let us bring to the Lord the fruit of our virtuous deeds. Let us refrain from harmful thoughts, that we may share in perfect joy. [KW]

Στίχ. Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Verse: Bless the Lord, O priests of the Lord, O servants of the Lord, and exalt Him beyond measure, unto all the ages. [SAAS]

Οἱ τῶν Ἀγγέλων χοροί σε δυσωποῦσι, τῶν Ἀποστόλων οἱ δῆμοι, καὶ τῶν Μαρτύρων τὰ τάγματα, Ἰησοῦ τῷ λαῷ σου, συγχώρησιν δώρησαι.

The choirs of the angels, the company of the apostles and the army of the martyrs entreat Thee, O Jesus, to give Thy people pardon. [KW]

Στίχ. Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Verse: Bless the Lord, O spirits and souls of the righteous, O holy ones and humble in heart, and exalt Him beyond measure, unto all the ages. [SAAS]

Θεοτοκίον.

Theotokion.

Τὸ ἀλατόμητον ὄρος τὴν Παρθένον, τὴν φωτοφόρον λυχνίαν, τὴν εὐδιάβατον κλίμακα, καὶ Θεοῦ τὸ χωρίον, πιστοὶ μακαρίσωμεν.

With all the faithful, let us bless the Virgin: for she is the Mountain not cut by the hand of man, the Candlestick that bore the Light, the Ladder easy to climb, the dwelling-place of God. [KW]

Κανὼν Bʹ τοῦ Τριῳδίου.

Canon 2 from the Triodion.

ᾨδὴ ηʹ. Ἦχος πλ. δʹ. Τὸν ἐν ὄρει ἁγίῳ.

Ode viii. Mode pl. 4. (NM) Glorified in the holy mountain

Τὸν ἐν ὄρει ἁγίῳ.

Στίχ. Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Verse: Bless the Lord, O Hananiah, Azariah, and Mishael, and exalt Him beyond measure, unto all the ages. [SAAS]

Ἐν εὐσήμῳ, ἡμέρᾳ ἐγκρατείας, δεῦτε πάντες, σαλπίσωμεν τοῖς ὕμνοις, καὶ ὡς τρυφὴν τοῖς θείοις εὐωχούμενοι, Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

On this solemn day of abstinence let us all blow the trumpet and sing hymns: and keeping festival with holy joy, let us praise the Lord and exalt Him above all for ever. [KW]

Στίχ. Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Verse: Bless the Lord, O Apostles, Prophets, and Martyrs, and exalt Him beyond measure, unto all the ages. [SAAS]

Τίς βιβρώσκει, Θεοῦ ἄνθρωπον πάλαι; θὴρ ὁ λέων, ἐκ πλάνης τοῦ Προφήτου, παρακοῆς τὰ βρώματα δεξάμενον. Βλέπε οὖν ψυχή μου, μή σε ἀπατήσῃ, γαστριμαργίας ὄφις.

Of old the man of God was led astray by the prophet and ate the food of disobedience, and he was devoured by a lion. Be watchful, then, my soul, and suffer not the serpent of gluttony to deceive thee. [KW]

Στίχ. Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας.

Verse: We bless the Lord: Father, Son, and Holy Spirit; we sing a hymn to Him and exalt Him beyond measure unto the ages. [SAAS]

Τριαδικόν.

For the Trinity.

Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σὲ σέβω, Πάτερ, Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς βασιλείας, δοξάζω εἰς αἰῶνας.

As Unity in Essence I sing Thy praises; as Trinity in Persons I venerate Thee, Father, Son and All-Holy Spirit. The power of Thy Kingdom that has no beginning I glorify unto all ages. [KW]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Σὺ τὸ ὄρος, τοῦ Θεοῦ ἀνεδείχθης, Θεοτόκε, ἐν ᾧ Χριστὸς οἰκήσας, θείους ναοὺς εἰργάσατο τοὺς ψάλλοντας· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

O Theotokos, thou hast become the Mountain of God in which Christ came to dwell; and He has made into divine temples all those who sing: Praise ye the Lord.and exalt Him above all for ever. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Τὴν Νηστείαν, ὡς φύλακα ἁγνείας, καὶ μητέρα, ἀπαθείας τιμῶντες, δεῦτε λαοὶ ἐκ πόθου ἀσπασώμεθα, Κύριον ὑμνοῦντες, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

Come, ye people, let us greet the Fast with love, for it is the guardian of purity and the mother of dispassion; and let us praise the Lord and exalt Him above all for ever. [KW]

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

We praise and we bless and we worship the Lord.

Ὁ Εἱρμός. Ἦχος πλ. δʹ.

Heirmos. Mode pl. 4.

Τὸν ἐν ὄρει ἁγίῳ.

Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

O extol Him, who on the holy mountain * showed His glory, as Lord, * and in the bush with fire * revealed to Moses knowledge of the mystery * of the Ever-Virgin, supremely exalting Him unto all the ages. [SD]

Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν.

Stand for the singing of Ode ix.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Let us honor and magnify in song the Theotokos and the Mother of the light.

ΧΟΡΟΣ

CHOIR

ᾨδὴ θʹ.

Ode ix.

Μεγαλυνάριον. Ἦχος δʹ.

The Magnificat. Mode 4.

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Τοῦ Μηναίου - - -

From Menaion - - -

Κανὼν τοῦ Ἁγίου.

Canon for the Saint.

ᾨδὴ θʹ. Ἦχος δʹ. Ὁ Εἱρμός.

Ode ix. Mode 4. Heirmos.

Λίθος ἀχειρότμητος.

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν.

A cornerstone was cut out without hands from a never-quarried mountain, * which prefigured you, holy Virgin. * The stone is Christ, who joined the disparate natures. * As we rejoice because of this, O Theotokos, we magnify you. [SD]

Τροπάρια.

Troparia.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Saint of God, intercede for us.

Ῥῆσις ἐκ χειλέων σου θείων, προερχομένη θεοῤῥῆμον, τὰς τῶν εὐσεβῶν διανοίας, καταγλυκαίνει διὰ τῆς χάριτος, ὥς περ κηρίον στάζουσα, τῶν νοημάτων τὴν εὐπρέπειαν.

A word going forth from your divine lips, O you who speak about God, makes sweet the minds of the pious faithful by grace, like a honeycomb dripping the comeliness of understandings. [VPA]

Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ.

Verse: Blessed be the Lord God of Israel, for he has visited and redeemed his people. [RSV]

Ἔνδον οὐρανίων ἀδύτων, περιπολεύεις θεηγόρε, περὶ τὸν τῶν ὅλων Δεσπότην καὶ Βασιλέα, ἔνθα χορεύουσιν, Ἀγγελικαὶ λαμπρότητες, καὶ τῶν Ἁγίων τὰ στρατεύματα.

O God-inspired one, you walk about within the innermost heavenly places around the Lord and King of all, where the angelic luminaries and the ranks of the saints dance. [VPA]

Στίχ. Καὶ ἤγειρε κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ.

Verse: And has raised up a horn of salvation for us in the house of his servant David. [RSV]

Ζωὴν μετερχόμενος Πάτερ, ἐπὶ τῆς γῆς τὴν τῶν Ἀγγέλων, τῆς ἀγγελικῆς ἐν οὐρανοῖς, κατηξιώθης μακαριότητος· ἔνθα Χριστὸν δυσώπησον, σωθῆναι πάντας τοὺς ὑμνοῦντάς σε.

Seeking the life of the angels while upon the earth, Father, you were made worthy of the angelic blessedness in heaven, entreat Christ there that all who hymn you be saved. [VPA]

Στίχ. Καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων, τῶν ἀπʼ αἰῶνος Προφητῶν αὐτοῦ. Σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν, καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς.

Verse: As he spoke by the mouth of his holy prophets from of old. That we should be saved from our enemies, and from the hand of all who hate us. [RSV]

Ὡς τῶν ἀρωμάτων φιάλαι, αἱ σιαγόνες σου θεόφρον, νάρδου πιστικῆς πολυτίμου, σοφίας γέμων ὤφθης ἀλάβαστρον, Σῶμα Χριστοῦ τὸ τίμιον, ἀρωματίζων τοῖς σοῖς δόγμασι.

As bowls of aromatic herbs, your jaws, godly-minded one, you were seen as an alabaster of wisdom of the nard of most precious faith, spicing up the precious body of Christ with your teachings. [VPA]

Στίχ. Ποιῆσαι ἔλεος μετὰ τῶν Πατέρων ἡμῶν, καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ.

Verse: To perform the mercy promised to our fathers, and to remember his holy covenant. [RSV]

Θεοτοκίον.

Theotokion.

Νεφέλην σε κούφην Παρθένε, ὁ Ἠσαΐας ἐθεώρει· ἐπὶ σοὶ γὰρ Κύριος ἐλθών, καθεῖλε πάντα τὰ χειροποίητα, καὶ τὴν αὐτοῦ ἐπίγνωσιν, τοῖς σὲ ὑμνοῦσιν ἐφανέρωσε.

Isaiah saw you, O Virgin, as a light cloud, for coming upon you, the Lord destroyed all things made by hand and revealed the knowledge of himself to those who hymn you. [VPA]

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

Κανὼν Aʹ τοῦ Τριῳδίου.

Canon 1 from the Triodion.

ᾨδὴ θʹ. Ἦχος πλ. δʹ. Τὸν προδηλωθέντα.

Ode ix. Mode pl. 4. (NM) The burning bush

Τὸν προδηλωθέντα.

Στίχ. Ὅρκον, ὃν ὤμοσε πρὸς Ἀβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν ἀφόβως, ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας.

Verse: The oath which he swore to our father Abraham, to grant us that we, be[ing] delivered from the hand of our enemies. [RSV]

Ἡ καλὴ νηστεία, πιαίνουσα τὴν καρδίαν, στάχυν ἀρετῶν ὥριμον, ἐνθέως ἐκβλαστάνει, ἣν ποθήσωμεν, ἐν ἁγίαις ἡμέραις, τὸν ἁγιασμὸν ὑποδεχόμενοι.

The holy Fast enriches our heart, and makes it by the power of God increase in virtue, like a full ear of wheat. Let us therefore fast with gladness in these holy days, and so receive sanctification. [KW]

Στίχ. Λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς ἡμῶν.

Verse: [That we] might serve him without fear, in holiness and righteousness before him all the days of our life. [RSV]

Τὸν ἐν ἁμαρτίαις, πολλαῖς κατεσπιλωμένον, τετραυματισμένον ὁρῶν καὶ κατακεκριμένον, τῷ σῷ ἐλέει οἰκτείρας, σῶσον ἱκεσίαις Ἐλεῆμον, τῶν Ἁγίων σου.

I am defiled by many sins, wounded and under condemnation. Look upon me in Thy mercy, O compassionate Lord: take pity and save me by the prayers of Thy saints. [KW]

Στίχ. Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.

Verse: And you, child, will be called the prophet of the Most High; for you will go before the Lord to prepare his ways. [RSV]

Οἴμοι παναθλία, ψυχὴ πῶς ἀπολογήσῃ; ποία φρίκη σε λήψεται, Κριτοῦ καθεζομένου, μυριάδων παρισταμένων Ἀγγέλων; Σπεῦσον οὖν πρὸ τέλους μετανόησον.

Alas for thee, most miserable soul, what answer shalt thou make? What fear will seize thee, when the Judge is seated on His throne and ten thousands of the angels stand at His side! Make haste, then, and repent before the end. [KW]

Στίχ. Τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ, ἐν ἀφέσει ἁμαρτιῶν αὐτῶν, διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν.

Verse: To give knowledge of salvation to his people in the forgiveness of their sins, through the tender mercy of our God. [RSV]

Θεοτοκίον.

Theotokion.

Τὸ βασιλικὸν ὄχημα, τὴν φαιδρὰν νεφέλην, ὄρος τὸ πιώτατον, ὄρος τετυρωμένον, ἀπειρόγαμε δυσωποῦμεν Παρθένε. Ἴασαι τὰ πάθη τῶν ψυχῶν ἡμῶν.

O chariot of the King, cloud of light, rich mountain, hill flowing with milk, we entreat thee, O Virgin who hast not known marriage: heal the passions of our souls. [KW]

Κανὼν Bʹ τοῦ Τριῳδίου.

Canon 2 from the Triodion.

ᾨδὴ θʹ. Ἦχος πλ. δʹ. Τὸν προδηλωθέντα.

Ode ix. Mode pl. 4. (NM) The burning bush

Τὸν προδηλωθέντα.

Στίχ. Ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους, ἐπιφᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις.

Verse: When the day shall dawn upon us from on high to give light to those who sit in darkness and in the shadow of death. [RSV]

Ἀληθῆ νηστείαν, νηστεύσωμεν τῷ Κυρίῳ, ὡς βρωμάτων ἐγκράτειαν, γλώσσης θυμοῦ καὶ ψεύδους, καὶ παντὸς ἄλλου ἀλλοτρίωσιν πάθους, ἵνα καθαρῶς τὸ Πάσχα ἴδωμεν.

Let us keep a true fast before the Lord: let us abstain not only from food but from angry speech and lying, and from every other passion, that we may behold Easter in purity. [KW]

Στίχ. Τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

Verse: To guide our feet into the way of peace. [RSV]

Σὺ τὸν Σαμουὴλ ἤνθησας, καρπὸν ἡ νηστεία, σὺ ἐτιθηνήσω Σαμψὼν τὸν μέγαν ἀριστέα, σὺ τελειοῖς Ἱερεῖς καὶ Προφήτας, σὺ ἡμᾶς ἁγίασον, νηστεία σεμνή.

Fasting bore Samuel as fruit; through fasting Samson grew up brave and strong; through fasting priests and prophets were made perfect: and through the holy Fast may we also be sanctified. [KW]

Δόξα. Τριαδικόν.

Glory. For the Trinity.

Τὸ τρισσοφαὲς Κύριε, τῆς σῆς μοναρχίας, ἐκφαντορικαῖς λάμψεσιν, εἰς νοῦν ἡμῶν ἀστράπτον, ἀπὸ πλάνης πολυσχιδοῦς ἐπιστρέφει, πρὸς ἑνωτικὴν ἡμᾶς ἐνθέωσιν.

O Lord, the threefold Brightness of Thy single Power shines on our mind with the light of revelation; it turns us from the error that divides, and brings us to the divine life that unites. [KW]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.

O Theotokos, thou art our armour and our rampart; thou art the defence of those that run to thee. And now we implore thine intercession, that we may be delivered from our enemies. [KW]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ἔχοντες τὸ Πνεῦμα, τὸ ἅγιον τῆς νηστείας, ἑστιάτορα πλούσιον, τῶν αὐτοῦ χαρισμάτων, ἐμφορηθῶμεν καὶ δαψιλῶς ἐντρυφῶμεν, τοῦτο ἀνυμνοῦντες ὡς Θεὸν ἡμῶν.

The Holy Spirit calls us to the rich banquet of the Fast: with gladness let us take our fill from His gifts of grace and sing His praises as our God. [KW]

Ὁ Εἱρμός. Ἦχος πλ. δʹ.

Heirmos. Mode pl. 4.

Τὸν προδηλωθέντα.

Τὸν προδηλωθέντα ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.

Let us sing to Him who to Moses of old prefigured * in the burning bush the childbirth of ever-virgin Mary, * for the salvation of us the believers. * Let us magnify Him with unceasing hymns. [SD]

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Φωταγωγικά

Photagogic Hymns

Τοῦ Ὡρολογίου - - -

From Horologion - - -

Ἦχος δʹ.

Mode 4.

Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, πρεσβείαις τοῦ Προδρόμου, καὶ σῶσόν με.

O Lord, who cause the light to rise on Your world, purify from every sin my soul, which is in the darkness; by the intercessions of the Forerunner, and save me. [SD]

Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, πρεσβείαις τῶν ἁγίων καὶ σῶσόν με.

O Lord, who cause the light to rise on Your world, purify from every sin my soul, which is in the darkness; by the intercessions of the Saints, and save me. [SD]

Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν, ἀπὸ πάσης ἁμαρτίας καθάρισον, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσόν με.

O Lord, who cause the light to rise on Your world, purify from every sin my soul, which is in the darkness; by the intercessions of the Theotokos, and save me. [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Οἱ Αἶνοι. (διαβαστά)

Lauds. (read)

Ψαλμὸς ΡΜΗʹ (148).

Psalm 148.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι· πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ· τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι· τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά· βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς· νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου· ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ· ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ.

Praise the Lord from the heavens; praise Him in the highest. Praise Him, all you His angels; praise Him, all you His hosts. Praise Him, sun and moon; praise Him, all you stars and light. Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name, for He spoke, and they were made; He commanded, and they were created. He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. Praise the Lord from the earth, you dragons and all the deeps, Fire and hail, snow and ice, stormy wind, which perform His word, mountains and all the hills, fruitful trees and all cedars, wild animals and all cattle, creeping things and flying birds, kings of the earth and all peoples, princes and all judges of the earth, young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted; His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people, a hymn for all His saints, for the children of Israel, a people who draw near to Him. [SAAS]

Ψαλμὸς ΡΜΘʹ(149).

Psalm 149.

Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ, ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς, τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς, τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.

Sing to the Lord a new song, His praise in the assembly of His holy ones. Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. Let them praise His name with dance; with tambourine and harp let them sing to Him; for the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds; the high praise of God shall be in their mouth and a two-edged sword in their hand, to deal retribution to the nations, reproving among the peoples, to shackle their kings with chains and their nobles with fetters of iron, to fulfill among them the written judgment: This glory have all His holy ones. [SAAS]

Ψαλμὸς ΡΝʹ (150).

Psalm 150.

Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ· αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ· αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ· αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Ἀλληλούϊα.

Praise God in His saints; praise Him in the firmament of His power; praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. Praise Him with the sound of a trumpet; praise Him with the harp and lyre; praise Him with timbrel and dance; praise Him with strings and flute; praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. Alleluia. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας.

Stand for the reading of the Doxology.

Δοξολογία (διαβαστά)

Doxology (read)

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

READER: Amen.

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen.

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our morning prayer to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Παράσχου, Κύριε.

Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

PRIEST: Peace be with all.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

CHOIR: And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου.

Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ἀπόστιχα. Τοῦ Τριῳδίου.

Aposticha. From the Triodion.

Τοῦ Τριῳδίου - - -

From Triodion - - -

Ἰδιόμελον. Ἦχος πλ. αʹ.

Idiomelon. Mode pl. 1.

Ἵνα τί ῥαθυμοῦσα ψυχή μου, τῇ ἁμαρτίᾳ δουλεύεις; καὶ ἵνα τί ἀσθενοῦσα, τῷ ἰατρῷ οὐ προστρέχεις; Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ σωτηρίας νῦν ἡμέρα ἀληθής, διεγέρθητι, νίψον σου τὸ πρόσωπον τοῖς τῆς μετανοίας δάκρυσι, καὶ ἐλαίῳ εὐποιΐας, τὴν λαμπάδα φαίδρυνον, ὅπως εὕρῃς ἱλασμόν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.

In thine idleness, my soul, why art thou become a slave of sin? And in thy sickness why dost thou not run to the physician? Behold, now is the accepted time; behold, now is the true day of salvation. Rise up and wash thy face with tears of repentance, and make thy lamp burn brightly with the oil of good deeds, so that Christ our God may grant thee cleansing and great mercy. [KW]

Στίχ. Ἐνεπλήσθημεν τὸ πρωΐ τοῦ ἐλέους σου, Κύριε, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν· εὐφρανθείημεν ἀνθʼ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν, ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν.

Verse: We were filled with Your mercy in the morning, and in all our days we greatly rejoiced and were glad; gladden us in return for the days You humbled us, for the years we saw evil things. And behold Your servants and Your works, and guide their sons. [SAAS]

Ἵνα τί ῥαθυμοῦσα ψυχή μου, τῇ ἁμαρτίᾳ δουλεύεις; καὶ ἵνα τί ἀσθενοῦσα, τῷ ἰατρῷ οὐ προστρέχεις; Ἰδοὺ καιρὸς εὐπρόσδεκτος, ἰδοὺ σωτηρίας νῦν ἡμέρα ἀληθής, διεγέρθητι, νίψον σου τὸ πρόσωπον τοῖς τῆς μετανοίας δάκρυσι, καὶ ἐλαίῳ εὐποιΐας, τὴν λαμπάδα φαίδρυνον, ὅπως εὕρῃς ἱλασμόν, παρὰ Χριστοῦ τοῦ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.

In thine idleness, my soul, why art thou become a slave of sin? And in thy sickness why dost thou not run to the physician? Behold, now is the accepted time; behold, now is the true day of salvation. Rise up and wash thy face with tears of repentance, and make thy lamp burn brightly with the oil of good deeds, so that Christ our God may grant thee cleansing and great mercy. [KW]

Μαρτυρικόν.

For the Martyrs.

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφʼ ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφʼ ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον.

Verse: And let the brightness of the Lord our God be upon us, and prosper for us the works of our hands. [SAAS]

Οἱ Ἀθλοφόροι σου Κύριε, τὰς τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν, μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν. Ταῖς πρεσβείαις αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

O Lord, Your medal-winning Martyrs imitated the angelic orders, by enduring the tortures as if they themselves were also bodiless. There singular hope was to obtain the promised blessings. At their intercession, grant peace to Your world, and great mercy to our souls, O Christ our God. [SD]

Δόξα· καὶ νῦν. Θεοτοκίον.

Glory. Both now. Theotokion.

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Now we call you blessed, O Virgin Theotokos, and we glorify you, duty-bound as believers; the city unshakable, the wall indestructible, the firm and steadfast protection, and the place of refuge for our souls. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἐν τῷ Ναῷ ἑστῶτες τῆς δόξης σου, ἐν οὐρανῷ ἑστάναι νομίζομεν· Θεοτόκε, πύλη ἐπουράνιε, ἄνοιξον ἡμῖν τὴν θύραν τοῦ ἐλέους σου.

Standing in your glorious church, O Theotokos, we think we are standing in heaven. O heavenly Gate, open to us the door of your mercy.

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Ἐπουράνιε βασιλεῦ, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν στερέωσον· τὴν πίστιν στήριξον· τὰ ἔθνη πράυνον· τὸν κόσμον εἰρήνευσον· τὴν ἁγίαν ἐκκλησίαν καὶ τὴν πόλιν (ἢ τὴν ἁγίαν μονὴν) ταύτην καλῶς διαφύλαξον· τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς δικαίων τάξον· καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

O heavenly King, uphold our rulers, strengthen the Faith, calm the nations, give peace to the world. Protect this holy Church (or, Monastery); grant our departed fathers and brethren that they may dwell with the righteous, and accept us in repentance and confession; for You are good and benevolent.

Καὶ ποιοῦμεν Μετανοίας τρεῖς μεγάλας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ Μετανοίᾳ ἀνὰ Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ Ὁσίου Ἐφραίμ.

We now make three prostrations: i.e. we recite the Prayer of St. Ephrem (quietly or mentally), and with each verse we make a bow or prostration.

Ἄν καὶ συνηθίζεται ἡ εὐχὴ αὕτη νὰ λέγεται ἐκφώνως, ὅμως ἡ ὀρθὴ πράξις εἶναι νὰ λέγεται μυστικῶς καὶ νοερῶς ὑπὸ πάντων, κλήρου τε καὶ λαοῦ, ποιούντων τῶν μετανοιῶν κτλ.

While it has become customary for this prayer to be recited by someone aloud, nevertheless the indicated practice is that it be recited inaudibly and mentally by everyone, clergy and congregants alike, with the accompanying bows etc.

Εὐχὴ τοῦ Ἁγίου Ἐφραίμ

Prayer of St. Ephrem

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας καὶ ἀργολογίας μή μοι δῷς.

O Lord and Master of my life, do not permit the spirit of laziness and meddling, the lust for power and idle talk to come into me.

Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.

Instead, grant me, Your servant, the spirit of prudence, humility, patience and love.

Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen.

Μετὰ δὲ ταύτας, ἑτέρας μικρὰς ιβ Μετανοίας, λέγοντες καθʼ ἑκάστην, «Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ ἐλέησόν με». Εἶ αὖθις Μετάνοιαν μεγάλην μίαν, λέγοντες πάλιν τὸν τελευταῖον στίχον τῆς ἀνωτέρω Εὐχῆς.

Then we make the sign of the cross 12 times, each time saying, “God, be gracious to me a sinner and have mercy on me.” Then we repeat the third verse of the Prayer (quietly or mentally) and make a final bow or prostration.

Ναί, Κύριε βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Yes, Lord and King, give me the power to see my own faults and not to judge my brother. For You are blessed unto the ages of ages. Amen.

Ἀναστάντες δέ ἀρχόμεθα· «Δεῦτε προσκυνήσωμεν…» καὶ ψάλλομεν τὴν Αʹ Ὥραν.

Then we begin the First Hour, saying: “Come let us worship…”

ἤ·

or:

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. (3) Εὐλόγησον.

Lord, have mercy. (3) Father, bless!

Dismissal

Dismissal

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Conclusion, i.e. “Through the prayers…”

Conclusion, i.e. “Through the prayers…”

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.