2025 |
2025 |
Τῇ Πέμπτῃ | Τῌ ΙΓʹ ΦΕΒΡΟΥΑΡΙΟΥ |
On Thursday | February 13 |
|
|
__________ |
__________ |
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Πέμτῃ τῆς ΛΔʹ Ἑβδομάδος |
Thursday of the 34th Week |
Καθολικῆς Αʹ Ἐπιστολῆς Ἰωάννου τὸ ἀνάγνωσμα. |
The reading is from John’s First Universal Letter. |
Αʹ Ιω 1:8 – 2:6 |
1 Jn. 1:8 – 2:6 |
Ἀδελφοί, ἐὰν εἴπωμεν ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμῖν. ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος, ἵνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας. ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν, καὶ ὁ λόγος αὐτοῦ οὐκ ἔστιν ἐν ἡμῖν. Τεκνία μου, ταῦτα γράφω ὑμῖν ἵνα μὴ ἁμάρτητε· καὶ ἐάν τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν πατέρα, Ἰησοῦν Χριστὸν δίκαιον· καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου. καὶ ἐν τούτῳ γινώσκομεν ὅτι ἐγνώκαμεν αὐτόν, ἐὰν τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν. ὁ λέγων, ἔγνωκα αὐτόν, καὶ τὰς ἐντολὰς αὐτοῦ μὴ τηρῶν, ψεύστης ἐστί, καὶ ἐν τούτῳ ἡ ἀλήθεια οὐκ ἔστιν· ὃς δ᾿ ἂν τηρῇ αὐτοῦ τὸν λόγον, ἀληθῶς ἐν τούτῳ ἡ ἀγάπη τοῦ Θεοῦ τετελείωται. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ ἐσμεν. ὁ λέγων ἐν αὐτῷ μένειν ὀφείλει, καθὼς ἐκεῖνος περιεπάτησε, καὶ αὐτὸς οὕτω περιπατεῖν. |
Brethren, if we say we have no sin, we deceive ourselves, and the truth is not in us. If we confess our sins, he is faithful and just, and will forgive our sins and cleanse us from all unrighteousness. If we say we have not sinned, we make him a liar, and his word is not in us. My little children, I am writing this to you so that you may not sin; but if any one does sin, we have an advocate with the Father, Jesus Christ the righteous; and he is the expiation for our sins, and not for ours only but also for the sins of the whole world. And by this we may be sure that we know him, if we keep his commandments. He who says “I know him” but disobeys his commandments is a liar, and the truth is not in him; but whoever keeps his word, in him truly love for God is perfected. By this we may be sure that we are in him: he who says he abides in him ought to walk in the same way in which he walked. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Πέμπτῃ τῆς ΙΖʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Thursday of the 17th Week of Luke |
Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Mark. |
Μκ 13:31 – 37, 14:1 – 2 |
Mk. 13:31 – 37: 14:1 – 2 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ ἐμοὶ λόγοι οὐ μὴ παρελεύσονται. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. Βλέπετε, ἀγρυπνεῖτε καὶ προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ ἢ μεσονυκτίου ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ· μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. ἃ δὲ ὑμῖν λέγω, πᾶσι λέγω· γρηγορεῖτε. Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν. ἔλεγον δὲ μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ. |
The Lord said to his disciples, “Heaven and earth will pass away, but my words will not pass away. But of that day or that hour no one knows, not even the angels in heaven, nor the Son, but only the Father. Take heed, watch and pray; for you do not know when the time will come. It is like a man going on a journey, when he leaves home and puts his servants in charge, each with his work, and commands the doorkeeper to be on the watch. Watch therefore — for you do not know when the master of the house will come, in the evening, or at midnight, or at cockcrow, or in the morning — lest he come suddenly and find you asleep. And what I say to you I say to all: Watch.” It was now two days before the Passover and the feast of Unleavened Bread. And the chief priests and the scribes were seeking how to arrest him by stealth, and kill him; for they said, “Not during the feast, lest there be a tumult of the people.” [RSV] |
|
|
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΓʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρτινιανοῦ. |
On February 13 we commemorate our devout father Martinian. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Μαρτύρων, Ἀκύλα καὶ Πρισκίλλης. |
On this day we also commemorate the holy apostles and martyrs Aquila and Priscilla. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐλογίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. |
On this day we also commemorate our devout father Evlogios, Archbishop of Alexandria. |
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Πατὴρ καὶ Υιὸς σταυρωθέντες τελειοῦνται. |
On this day a father and son died by crucifixion. |
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |
Εἶναι ἡ Αʹ ἑβδομάδα τοῦ Τριῳδίου. |
It is the first week of the Triodion. |