2025

2025

Τῇ Τρίτῃ | Τῌ ΙΑʹ ΦΕΒΡΟΥΑΡΙΟΥ

On Tuesday | February 11

   

   

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ἱερομάρτυρος.

For the Hieromartyr.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Letter to the Hebrews.

Εβρ 4:14 – 16, 5:1 – 6

Heb. 4:14 – 16; 5:1 – 6

Ἀδελφοί, ἔχοντες ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ Θεοῦ, κρατῶμεν τῆς ὁμολογίας. οὐ γὰρ ἔχομεν ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ᾽ ὁμοιότητα χωρὶς ἁμαρτίας. προσερχώμεθα οὖν μετὰ παρρησίας τῷ θρόνῳ τῆς χάριτος, ἵνα λάβωμεν ἔλεον καὶ χάριν εὕρωμεν εἰς εὔκαιρον βοήθειαν. Πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν, μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν· καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ προσφέρειν ὑπὲρ ἁμαρτιῶν. καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ Ἀαρών. οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ᾽ ὁ λαλήσας πρὸς αὐτόν· υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· καθὼς καὶ ἐν ἑτέρῳ λέγει· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.

Brethren, since we have a high priest who has passed through the heavens, Jesus, the Son of God, let us hold fast our confession. For we have not a high priest who is unable to sympathize with our weaknesses, but one who in every respect has been tempted as we are, yet without sin. Let us then with confidence draw near to the throne of grace, that we may receive mercy and find grace to help in time of need. For every high priest chosen from among men is appointed to act on behalf of men in relation to God, to offer gifts and sacrifices for sins. He can deal gently with the ignorant and wayward, since he himself is beset with weakness. Because of this he is bound to offer sacrifice for his own sins as well as for those of the people. And one does not take the honor upon himself, but he is called by God, just as Aaron was. So also Christ did not exalt himself to be made a high priest, but was appointed by him who said to him, “You are my Son, today I have begotten you”; as he says also in another place, “You are a priest forever, according to the order of Melchizedek.” [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τοῦ Ἱερομάρτυρος.

For the Hieromartyr.

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 10:1, 5 – 8

Mt. 10:1, 5 – 8

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.

At that time, Jesus called to him his twelve disciples and gave them authority over unclean spirits, to cast them out, and to heal every disease and every infirmity. These twelve Jesus sent out, charging them, “Go nowhere among the Gentiles, and enter no town of the Samaritans, but go rather to the lost sheep of the house of Israel. And preach as you go, saying, ‘The kingdom of heaven is at hand.’ Heal the sick, raise the dead, cleanse lepers, cast out demons. You received without paying, give without pay.” [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΙΑʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου, Ἀρχιεπισκόπου Σεβαστείας.

On February 11 we commemorate the holy priest-martyr Blaise, Archbishop of Sebasteia.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο παῖδες, οἱ συναθλήσαντες τῷ Ἁγίῳ Βλασίῳ μετὰ τῶν ἑπτὰ γυναικῶν, ξίφει τελειοῦνται.

On this day the holy two children, who contested with St. Blaise and the seven women, died by the sword.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τοῦ λειψάνου τοῦ Ἁγίου Ζαχαρίου τοῦ Προφήτου, τοῦ Πατρὸς τοῦ τιμίου Προδρόμου.

On this day we also commemorate the finding of the relics of St. Zachariah the prophet, the father of the venerable Forerunner.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη Θεοδώρας τῆς Βασιλίσσης, τῆς στερεωσάσης τὴν ὀρθοδοξίαν.

On this day we also commemorate Theodora the Empress who upheld orthodoxy.

Ὁ Ἅγιος Νεομάρτυς Γεώργιος, ὁ Σέρβος, ὁ ἐν Σοφίᾳ τῇ πόλει μαρτυρήσας ἐν ἔτει ᾳφιε (1515), πυρὶ τελειοῦται.

The holy new martyr George the Serbian, who witnessed in the city of Sofia in the year 1515, died by fire.

Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι ἡ Αʹ ἑβδομάδα τοῦ Τριῳδίου.

It is the first week of the Triodion.