2025 |
2025 |
Τῇ Δευτέρᾳ | Τῌ Ιʹ ΦΕΒΡΟΥΑΡΙΟΥ |
On Monday | February 10 |
|
|
__________ |
__________ |
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Δευτέρᾳ τῆς ΛΔʹ Ἑβδομάδος |
Monday of the 34th Week |
Καθολικῆς Βʹ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα. |
The reading is from Peter’s Second Universal Letter. |
Βʹ Πε 1:20 – 21, 2:1 – 9 |
2 Pet. 1:20 – 21, 2:1 – 9 |
Ἀγαπητοί, τοῦτο πρῶτον γινώσκοντες, ὅτι πᾶσα προφητεία γραφῆς ἰδίας ἐπιλύσεως οὐ γίνεται. οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη ποτὲ προφητεία, ἀλλ᾿ ὑπὸ Πνεύματος Ἁγίου φερόμενοι ἐλάλησαν ἅγιοι Θεοῦ ἄνθρωποι. Ἐγένοντο δὲ καὶ ψευδοπροφῆται ἐν τῷ λαῷ, ὡς καὶ ἐν ὑμῖν ἔσονται ψευδοδιδάσκαλοι, οἵτινες παρεισάξουσιν αἱρέσεις ἀπωλείας, καὶ τὸν ἀγοράσαντα αὐτοὺς δεσπότην ἀρνούμενοι ἐπάγοντες ἑαυτοῖς ταχινὴν ἀπώλειαν· καὶ πολλοὶ ἐξακολουθήσουσιν αὐτῶν ταῖς ἀσελγείαις, δι᾿ οὓς ἡ ὁδὸς τῆς ἀληθείας βλασφημηθήσεται· καὶ ἐν πλεονεξίᾳ πλαστοῖς λόγοις ὑμᾶς ἐμπορεύσονται, οἷς τὸ κρῖμα ἔκπαλαι οὐκ ἀργεῖ, καὶ ἡ ἀπώλεια αὐτῶν οὐ νυστάξει. εἰ γὰρ ὁ Θεὸς ἀγγέλων ἁμαρτησάντων οὐκ ἐφείσατο, ἀλλὰ σειραῖς ζόφου ταρταρώσας παρέδωκεν εἰς κρίσιν τηρουμένους, καὶ ἀρχαίου κόσμου οὐκ ἐφείσατο, ἀλλὰ ὄγδοον Νῶε δικαιοσύνης κήρυκα ἐφύλαξε, κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπάξας, καὶ πόλεις Σοδόμων καὶ Γομόρρας τεφρώσας καταστροφῇ κατέκρινεν, ὑπόδειγμα μελλόντων ἀσεβεῖν τεθεικώς, καὶ δίκαιον Λὼτ καταπονούμενον ὑπὸ τῆς τῶν ἀθέσμων ἐν ἀσελγείᾳ ἀναστροφῆς ἐρρύσατο· βλέμματι γὰρ καὶ ἀκοῇ ὁ δίκαιος, ἐγκατοικῶν ἐν αὐτοῖς, ἡμέραν ἐξ ἡμέρας ψυχὴν δικαίαν ἀνόμοις ἔργοις ἐβασάνιζεν· — οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους τηρεῖν. |
Beloved, first of all you must understand this, that no prophecy of scripture is a matter of one’s own interpretation, because no prophecy ever came by the impulse of man, but moved by the Holy Spirit holy men of God spoke. But false prophets also arose among the people, just as there will be false teachers among you, who will secretly bring in destructive heresies, even denying the Master who bought them, bringing upon themselves swift destruction. And many will follow their licentiousness, and because of them the way of truth will be reviled. And in their greed they will exploit you with false words; from of old their condemnation has not been idle, and their destruction has not been asleep. For if God did not spare the angels when they sinned, but cast them into hell and committed them to chains of nether gloom to be kept until the judgment; if he did not spare the ancient world, but preserved Noah, a herald of righteousness, with seven other persons, when he brought a flood upon the world of the ungodly; if by turning the cities of Sodom and Gomorrah to ashes he condemned them to extinction and made them an example to those who were to be ungodly; and if he rescued righteous Lot, greatly distressed by the licentiousness of the wicked (for by what that righteous man saw and heard as he lived among them, he was vexed in his righteous soul day after day with their lawless deeds), then the Lord knows how to rescue the godly from trial, and to keep the unrighteous under punishment until the day of judgment. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Δευτέρᾳ τῆς ΙΖʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Monday of the 17th Week of Luke |
Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Mark. |
Μκ 13:9 – 13 |
Mk. 13:9 – 13 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Βλέπετε δὲ ὑμεῖς ἑαυτούς. παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. καὶ εἰς πάντα τὰ ἔθνη δεῖ πρῶτον κηρυχθῆναι τὸ εὐαγγέλιον. ὅταν δὲ ἀγάγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, μηδὲ μελετᾶτε, ἀλλ᾿ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τὸ Ἅγιον. παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. |
The Lord said to his disciples, “Take heed to yourselves; for they will deliver you up to councils; and you will be beaten in synagogues; and you will stand before governors and kings for my sake, to bear testimony before them. And the gospel must first be preached to all nations. And when they bring you to trial and deliver you up, do not be anxious beforehand what you are to say; but say whatever is given you in that hour, for it is not you who speak, but the Holy Spirit. And brother will deliver up brother to death, and the father his child, and children will rise against parents and have them put to death; and you will be hated by all for my name’s sake. But he who endures to the end will be saved.” [RSV] |
|
|
__________ |
__________ |
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
2025 |
2025 |
Τῌ Ιʹ ΦΕΒΡΟΥΑΡΙΟΥ |
February 10 |
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους |
Memory of the Holy Hieromartyr Haralambos |
Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ |
The Readings from Vespers the Previous Evening |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ησ μγʹ 9 – 14 |
Is 43:9 – 14 |
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπʼ ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ. |
Thus says the Lord: All the nations are gathered together, and the rulers shall be assembled from among them. Who will declare these things or tell us things from the beginning? Let them bring forth their witnesses, and be proven right; and let them speak the truth. “You are My witnesses, and I am a witness,” says the Lord God, “and My Servant whom I chose, that you may know and believe, and understand that I am He. Before Me there was no other God, nor shall there be after Me. I am God, and besides Me there is no one who saves. I proclaimed, and I saved. I denounced foreign gods so there were none among you. You are My witnesses, and I am a witness,” says the Lord God. “Even from the beginning, there is no one who can deliver out of My hands; I will work, and who will reverse it?” Thus says the Lord God who redeems you, the Holy One of Israel. [SAAS] |
Σολ γʹ 1 – 9 |
WSol 3:1 – 9 |
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφʼ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπʼ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. |
The souls of the righteous are in the hand of God, and no torture will ever touch them. In the eyes of the undiscerning they seemed to have died, and their departure was considered to be misfortune, and their passage from us to be their destruction; but they are at peace. For though in man’s view they were punished, their hope is full of immortality. Though chastened in a few things, great kindness will be shown them, for God tested them and found them worthy of Himself. He tested them like gold in a furnace and accepted them as a whole burnt offering. In the time of their visitation they will shine forth, and they will run about like sparks through straw. They will judge nations and rule over peoples, and the Lord shall reign over them unto the ages. Those who trust in Him will understand truth, and the faithful shall continue with Him in love, because grace and mercy are upon His elect [and He watches over His holy ones]. [SAAS] |
Σολ εʹ 15. Ϛʹ 3 |
WSol 5:15 – 6:3 |
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. |
The righteous live forever, and their reward is with the Lord; and their care is by the Most High. Therefore they shall receive a kingly dwelling of dignity and a crown of beauty from the hand of the Lord, because He will shelter them with His right hand and protect them with His arm. He will take His zeal as His full armor and will turn His creation into weapons against His enemies. He will wear righteousness as a breastplate and put on impartial judgment as a helmet. He will take holiness as an unconquerable shield and sharpen His relentless wrath for a sword; and creation will fight with Him against the senseless. Well-aimed flashes of lightning will strike and leap to their object as from a well-drawn bow of clouds; and hailstones full of anger will be hurled as from an engine of war. The water of the sea will be vexed with them, and the rivers will wash over them severely. A powerful wind will oppose them, and like a storm it will winnow them away. Lawlessness will lay waste all the earth, and wrongdoing will overturn the thrones of rulers. Listen therefore, O kings, and understand; learn, O judges of the ends of the earth. Give ear, you that rule over multitudes, and take pride in yourself over a multitude of nations. For power was given to you from the Lord, and your lordship from the Most High. [SAAS] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Ἱερομάρτυρος. |
For the Hieromartyr. |
Πρὸς Τιμόθεον Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to Timothy. |
Βʹ Τιμ 2:1 – 10 |
2 Tim. 2:1 – 10 |
Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ᾽ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ᾽ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. |
Timothy, my son, be strong in the grace that is in Christ Jesus, and what you have heard from me before many witnesses entrust to faithful men who will be able to teach others also. Share in suffering as a good soldier of Christ Jesus. No soldier on service gets entangled in civilian pursuits, since his aim is to satisfy the one who enlisted him. An athlete is not crowned unless he competes according to the rules. It is the hard-working farmer who ought to have the first share of the crops. Think over what I say, for the Lord will grant you understanding in everything. Remember Jesus Christ, risen from the dead, descended from David, as preached in my gospel, the gospel for which I am suffering and wearing fetters like a criminal. But the word of God is not fettered. Therefore I endure everything for the sake of the elect, that they also may obtain salvation in Christ Jesus with its eternal glory. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τοῦ Ἱερομάρτυρος. |
For the Hieromartyr. |
Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to John. |
Ιω 15:17 – 16:2 |
Jn. 15:17 – 16:2 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαὐτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ᾽ ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. ἀλλ᾽ ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ᾽ ἀρχῆς μετ᾽ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. |
The Lord said to his disciples, “This I command you, to love one another. If the world hates you, know that it has hated me before it hated you. If you were of the world, the world would love its own; but because you are not of the world, but I chose you out of the world, therefore the world hates you. Remember the word that I said to you, ‘A servant is not greater than his master.’ If they persecuted me, they will persecute you; if they kept my word, they will keep yours also. But all this they will do to you on my account, because they do not know him who sent me. If I had not come and spoken to them, they would not have sin; but now they have no excuse for their sin. He who hates me hates my Father also. If I had not done among them the works which no one else did, they would not have sin; but now they have seen and hated both me and my Father. It is to fulfill the word that is written in their law, ‘They hated me without a cause.’ But when the Comforter comes, whom I shall send to you from the Father, even the Spirit of truth, who proceeds from the Father, he will bear witness to me; and you also are witnesses, because you have been with me from the beginning. I have said all this to you to keep you from falling away. They will put you out of the synagogues; indeed, the hour is coming when whoever kills you will think he is offering service to God.” [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Ιʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους. |
On February 10, we commemorate the holy Hieromartyr Haralambos. |
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Βάπτος καὶ Πορφύριος, οἱ τιμωροῦντες τὸν Ἅγιον Χαραλάμπη, ξίφει τελειοῦνται. |
On this day the holy Martyrs Baptos and Porphyrios, who had tortured St. Haralambos, died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ πιστεύσασαι Ἅγιαι τρεῖς γυναῖκες ξίφει τελειοῦνται. |
On this day the three holy women who believed [through St. Haralambos] died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Παρθένων, Ἐνναθᾶ, Οὐαλεντίνης, καὶ Παύλου. |
On this day we also commemorate the holy Martyrs and virgins Ennatha, Valentina, and Paul. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. |
On this day we also commemorate our father among the saints Anastasios, Archbishop of Constantinople. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος τοῦ ταχυδρόμου. |
On this day we also commemorate our devout father Zeno the courier. |
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your saints, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |
Εἶναι ἡ Αʹ ἑβδομάδα τοῦ Τριῳδίου. |
It is the first week of the Triodion. |