_

_

Link to Matins Ordinary

Use back button to return here.

 

Βιβλία - Πηγαί

Books - Sources

Μηναῖον - Τῌ Ζʹ ΦΕΒΡΟΥΑΡΙΟΥ

Menaion - February 7

Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παρθενίου, Ἐπισκόπου Λαμψάκων, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος.

Memory of our Devout Father Parthenios, Bishop of Lampsacus, and our Devout and God-bearing Father Luke of Stirion in Hellas

__________

__________

   

   

ΟΡΘΡΟΣ

MATINS

Ἀρχὴ τοῦ Ὄρθρου

Matins Ordinary

   

   

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

READER: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

READER: Amen.

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

READER: Amen.

Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι.

Glory to the Father and the Son and the Holy Spirit.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Both now and ever and to the ages of ages. Amen.

Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, Ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον Ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη.

O awesome and unshamable Protection, O good and praiseworthy Theotokos, do not despise our petitions; make firm the community of the Orthodox; save those whom you have called to rule; grant them victory from heaven, for you gave birth to God and are truly blessed.

ΙΕΡΕΥΣ

PRIEST

Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον.

Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

Again we pray for pious and Orthodox Christians.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἐλπιδοφόρου.

Again we pray for our Archbishop Elpidophoros.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (3)

Lord, have mercy. (3)

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

Amen. In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Glory to the holy and consubstantial and life-creating and undivided Trinity always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (3)

Glory to God in the highest, and on earth peace, good will among men. (3)

Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δίς)

O Lord, You shall open my lips, and my mouth will declare Your praise. (2)

Ψαλμὸς ΡΜΒʹ (142).

Psalm 142 (143).

Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

O Lord, hear my prayer; give ear to my supplication in Your truth; answer me in Your righteousness; do not enter into judgment with Your servant, for no one living shall become righteous in Your sight. For the enemy persecuted my soul; he humbled my life to the ground; he caused me to dwell in dark places as one long dead, and my spirit was in anguish within me; my heart was troubled within me. I remembered the days of old, and I meditated on all Your works; I meditated on the works of Your hands. I spread out my hands to You; my soul thirsts for You like a waterless land. Hear me speedily, O Lord; my spirit faints within me; turn not Your face from me, lest I become like those who go down into the pit. Cause me to hear Your mercy in the morning, for I hope in You; make me know, O Lord, the way wherein I should walk, for I lift up my soul to You. Deliver me from my enemies, O Lord, for to You I flee for refuge. Teach me to do Your will, for You are my God; Your good Spirit shall guide me in the land of uprightness. For Your name’s sake, O Lord, give me life; in Your righteousness You shall bring my soul out of affliction. In Your mercy You shall destroy my enemies; You shall utterly destroy all who afflict my soul, for I am Your servant.

Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου.

Answer me in Your righteousness, O Lord. Do not enter into judgment with Your servant.

Εἰσάκουσόν μου, Κύριε, ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου.

Answer me in Your righteousness, O Lord. Do not enter into judgment with Your servant.

Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.

Your good Spirit shall guide me in the land of uprightness. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός.

Alleluia. Alleluia. Alleluia. Glory to You, O God.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός.

Alleluia. Alleluia. Alleluia. Glory to You, O God.

(χῦμα)

(intoned)

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. Our hope, O Lord, glory to You.

ΤΑ ΕΙΡΗΝΙΚΑ

THE LITANY OF PEACE

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace let us pray to the Lord.

ΧΟΡΟΣ

CHOIR

Κύριε, ἐλέησον. (μεθ’ ἑκάστην δέησιν)

Lord, have mercy. (after each petition)

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἐλπιδοφόρου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop Elpidophoros, for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord.

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

Ὑπὲρ τῆς Ἱερᾶς Σχολῆς ταύτης, τοῦ προέδρου, τῶν κοσμητόρων, τῶν διδασκόντων, διδασκομένων, εὐφόρων, εὐεργετῶν, καὶ ἀποφοίτων αὐτῆς, τοῦ Κυρίου δεηθῶμεν.

For this sacred school, its president, deans, faculty, staff, and students; the trustees, benefactors, and alumni, let us pray to the Lord.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ

CHOIR

Ἀμήν.

Amen.

ΧΟΡΟΣ

CHOIR

Ἦχος δʹ.

Mode 4.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS]

Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Verse 1: Give thanks to the Lord and call upon His holy name.

Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them.

Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes.

Ἀπολυτίκιον. Τῶν Ἁγίων.

Apolytikion. For the Saints.

Ἦχος δʹ.

Mode 4.

Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθʼ ἡμῶν κατὰ τὴν σην ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

O God of our Fathers, since You always deal with us in accordance with Your gentleness, do not withdraw Your mercy from us, but at their fervent entreaties, pilot our life in peace. [SD]

Δόξα. Τὸ αὐτό.

Glory. Repeat.

Καὶ νῦν.

Both now.

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Apolytikion of the Feast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ.

Mode 1.

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Lady full of grace, rejoice, O Virgin Theotokos, for Christ our God, the Sun of righteousness has risen from you and He illumined those in darkness. And you, righteous Elder, be glad in heart, receiving in your embraces the One who liberates our souls and bestows on us the Resurrection. [SD]

Τοῦ Μηναίου - - -

From Menaion - - -

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Κοντάκιον.

Kontakion.

Ἦχος γʹ. Ἡ Παρθένος σήμερον.

Mode 3. N/M (On this day.)

Τῶν θαυμάτων εἴληφας, τὴν θείαν χάριν θεόφρον, ἱερὲ Παρθένιε, θαυματουργὲ Θεοφόρε, ἅπαντα τὰ τῶν πιστῶν πάθη ἀποκαθαίρων, πνεύματα τῆς πονηρίας Πάτερ ἐλαύνων· διὰ τοῦτό σε ὑμνοῦμεν, ὡς μέγαν μύστην Θεοῦ τῆς χάριτος.

You received divine grace to work miracles, / wise and holy God-bearing wonderworker Parthenius. / You cleansed the passions of all the faithful / and drove out evil spirits. / Therefore, we praise you as a great initiate of the grace of God. [OCA]

Ὁ Οἶκος.

Oikos.

Φῶς νοερὸν τὸ ἐκ φωτός, Πατρὸς τοῦ προανάρχου Υἱὲ Θεοῦ καὶ Λόγε, ὁ καταυγάζων πᾶσαν τὴν οἰκουμένην θεϊκῶς, φώτισόν μου τὰς φρένας, τὸν νοῦν καὶ τὸν λογισμόν, τοῦ ἀνυμνῆσαι σήμερον τὴν φαιδρὰν ταύτην πανήγυριν καὶ σεμνοπρεπεστάτην τοῦ Ὁσίου Παρθενίου· αὐτὸς γὰρ ἀληθῶς ἐν γῇ θαυμασίαν διετέλεσε ζωὴν καὶ πολιτείαν· διὰ τοῦτο συνελθόντες εὐφημοῦμεν αὐτόν, ὡς μέγαν μύστην Θεοῦ τῆς χάριτος.

Noetic light of light, O Son and Logos of God the unoriginate Father, as God You illumine the universe. I pray You, illumine my heart, mind, and thought, so that I may extol today that splendid and most magnificent celebration in honor of devout St. Parthenios. This man truly led a marvelous life on earth. That is why we assemble to extol him, as a great initiate of the grace of God. [SD]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Ζʹ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παρθενίου, Ἐπισκόπου Λαμψάκων.

On February 7 we commemorate our devout father Parthenius, bishop of Lampsakos.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ ἐν Ἑλλάδι.

On this day we also commemorate our devout father Luke of Greece.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων χιλίων Μαρτύρων, καὶ τριῶν οἰκετῶν, καὶ τεσσάρων Προτικτόρων, τῶν ἐν Νικομηδείᾳ μαρτυρήσαντων.

On this day we also commemorate the holy one thousand martyrs, three slaves, and four bodyguards who witnessed in Nicomedia.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἕξ Μάρτυρες, οἱ ἐκ Φρυγίας, πυρὶ τελειοῦνται.

On this day the holy six martyrs of Phyrgia died by fire.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου, τοῦ ἐν Μοναβάτοις ἀγωνισαμένου· καὶ τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου, καὶ τῆς Συνοδίας αὐτοῦ.

On this day we also commemorate our devout father Peter who struggled on Monobatos and the holy martyr Theopemptus and his companions.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

ΧΟΡΟΣ

CHOIR

ᾨδὴ ηʹ. Ὁ Εἱρμός. Ἦχος πλ. βʹ.

Ode viii. Heirmos. Mode pl. 2.

Νόμων πατρῴων.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

We praise and we bless and we worship the Lord.

Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Braving all danger for their ancestral Laws, the blessed young men in Babylon spat disdainfully upon the king’s unreasonable decree; and being joined to the fire, by which they were not consumed, they sang a hymn worthy of God the Ruler: “Sing a hymn to the Lord, all you works, and exalt Him beyond measure unto all the ages.” [SD]

Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν.

Stand for the singing of Ode ix.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν.

Let us honor and magnify in song the Theotokos and the Mother of the light.

ΧΟΡΟΣ

CHOIR

ᾨδὴ θʹ.

Ode ix.

Μεγαλυνάριον. Ἦχος πλ. βʹ.

The Magnificat. Mode pl. 2.

Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου.

Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί.

Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν.

Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν.

Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.

Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV]

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

Ὁ Εἱρμός. Ἦχος πλ. βʹ.

Heirmos. Mode pl. 2.

Θεὸν ἀνθρώποις.

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὂν οὐ τολμᾶ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος· ὂν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν.

It is impossible for God to be seen * by people; and angelic orders dare not to look at Him. * But the Word incarnate has been seen by mankind, through you, O all-pure Virgin. * Now magnifying Him, * joining the celestial hosts, all generations call you blest. [SD]

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD]

ΙΕΡΕΥΣ

PRIEST

Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

Again and again in peace let us pray to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For all the powers of heaven praise You, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ἐξαποστειλάριον.

Exaposteilarion.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε.

Mode 2. O Women, hearken.

Γυναῖκες ἀκουτίσθητε.

Λαμψάκου ὁ παμμέγιστος, Ποιμὴν καὶ περιβόητος, θαυματουργὸς Ἱεράρχης, τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τὸ Ἑλλησπόντου καύχημα, καὶ τῶν πιστῶν ἑδραίωμα, τιμάσθω νῦν Παρθένιος· ὑπὲρ τοῦ κόσμου γὰρ οὗτος, ἐξιλεοῦται τὸ Θεῖον.

The wonder-working Hierarch * of the all-holy Church of Christ, * Parthenios, that most famous * and grandest of sacred pastors * of Lampsacus, the strong support * of all believers and the boast * of Hellespont, now be honored. * For all the world he is praying * that God send His tender mercy. [SD]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας.

Stand for the reading of the Doxology.

Δοξολογία (διαβαστά)

Doxology (read)

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

READER: Amen.

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen.

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our morning prayer to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Παράσχου, Κύριε.

Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

PRIEST: Peace be with all.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

CHOIR: And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου.

Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ἀπόστιχα τῆς Ἑορτῆς.

Aposticha of the Feast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος βʹ. Οἶκος τοῦ Ἐφραθᾶ.

Mode 2. O House of Ephratha.

Οἶκος τοῦ Ἐφραθᾶ.

Φέρουσα ἡ Ἁγνή, καὶ ἄχραντος Παρθένος, τὸν Πλάστην καὶ Δεσπότην, ὡς βρέφος ἐν ἀγκάλαις, ἐν τῷ ναῷ εἰσέρχεται.

Carrying in her arms * the Master and Creator * now as a newborn infant, * into the Temple enters the Virgin all-immaculate. [SD]

Στίχ. Νῦν ἀπολύεις τον δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν.

Verse: Lord, now You are letting Your servant depart in peace, according to Your word; for my eyes have seen Your salvation which You have prepared before the face of all peoples. [NKJV]

Δέχου ὦ Συμεών, τὸν Κύριον τῆς δόξης, καθὼς ἐχρηματίσθης, ἐκ Πνεύματος Ἁγίου· ἰδοὺ γὰρ παραγέγονε.

Symeon the devout, * receive the Lord of glory * as once the Holy Spirit * revealed to you, O just one. * Behold! for He has now arrived. [SD]

Στίχ. Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Verse: A light to bring revelation to the Gentiles, and the glory of Your people Israel. [NKJV]

Νῦν εἶδον ἀγαθέ, Θεὲ οἱ ὀφθαλμοί μου, τὴν σὴν ἐπαγγελίαν, ἀπόλυσόν με τάχος, τὸν δοῦλόν σου φιλάνθρωπε.

Now have my eyes beheld * that You have kept Your promise, * O God all-good and loving. * Do not delay to let me, you servant, now depart in peace. [SD]

Δόξα· καὶ νῦν. Ὅμοιον.

Glory. Both now. Same Melody.

Χαῖρε ἡ τὴν χαράν, τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην, καὶ παύσασα τὴν λύπην, Παρθένε τῆς Προμήτορος.

Virgin, rejoice! For you * accepted Christ, the joy of * the world and the Life-giver. * You end the pain and sorrow of our ancestral mother Eve. [SD]

ΙΕΡΕΥΣ

PRIEST

Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα.

It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ἀπολυτίκιον. Τῶν Ἁγίων.

Apolytikion. For the Saints.

Ἦχος δʹ.

Mode 4.

Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθʼ ἡμῶν κατὰ τὴν σην ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

O God of our Fathers, since You always deal with us in accordance with Your gentleness, do not withdraw Your mercy from us, but at their fervent entreaties, pilot our life in peace. [SD]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Apolytikion of the Feast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος αʹ.

Mode 1.

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.

Lady full of grace, rejoice, O Virgin Theotokos, for Christ our God, the Sun of righteousness has risen from you and He illumined those in darkness. And you, righteous Elder, be glad in heart, receiving in your embraces the One who liberates our souls and bestows on us the Resurrection. [SD]

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Παρασκευῇ τῆς ΛΓʹ Ἑβδομάδος

Friday of the 33rd Week

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν.

Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Προκείμενον. Ἦχος βαρύς. Ψαλμὸς 98.

Prokeimenon. Grave Mode. Psalm 98.

Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ,

Exalt the Lord our God and worship at His holy mountain. [SAAS]

Στίχ. Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί.

Verse: The Lord reigns; let the peoples be angry. [SAAS]

ΙΕΡΕΥΣ

PRIEST

Σοφία.

Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καθολικῆς Βʹ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα.

The reading is from Peter’s Second Universal Letter.

ΙΕΡΕΥΣ

PRIEST

Πρόσχωμεν.

Let us be attentive.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Βʹ Πε 1:1 – 10

2 Pet. 1:1 – 10

Συμεὼν Πέτρος, δοῦλος καὶ ἀπόστολος Ἰησοῦ Χριστοῦ, τοῖς ἰσότιμον ἡμῖν λαχοῦσι πίστιν ἐν δικαιοσύνῃ τοῦ Θεοῦ ἡμῶν καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ Θεοῦ καὶ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν. Ὡς πάντα ἡμῖν τῆς θείας δυνάμεως αὐτοῦ τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τῆς ἐπιγνώσεως τοῦ καλέσαντος ἡμᾶς διὰ δόξης καὶ ἀρετῆς, δι᾿ ὧν τὰ τίμια ἡμῖν καὶ μέγιστα ἐπαγγέλματα δεδώρηται, ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τῆς ἐν κόσμῳ ἐν ἐπιθυμίᾳ φθορᾶς. καὶ αὐτὸ τοῦτο δὲ σπουδὴν πᾶσαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τῇ πίστει ὑμῶν τὴν ἀρετήν, ἐν δὲ τῇ ἀρετῇ τὴν γνῶσιν, ἐν δὲ τῇ γνώσει τὴν ἐγκράτειαν, ἐν δὲ τῇ ἐγκρατείᾳ τὴν ὑπομονήν, ἐν δὲ τῇ ὑπομονῇ τὴν εὐσέβειαν, ἐν δὲ τῇ εὐσεβείᾳ τὴν φιλαδελφίαν, ἐν δὲ τῇ φιλαδελφίᾳ τὴν ἀγάπην. ταῦτα γὰρ ὑμῖν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιγνωσιν· ᾧ γὰρ μὴ πάρεστι ταῦτα, τυφλός ἐστι, μυωπάζων, λήθην λαβὼν τοῦ καθαρισμοῦ τῶν πάλαι αὐτοῦ ἁμαρτιῶν. διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε.

Simeon Peter, a servant and apostle of Jesus Christ, To those who have obtained a faith of equal standing with ours in the righteousness of our God and Savior Jesus Christ: May grace and peace be multiplied to you in the knowledge of God and of Jesus our Lord. His divine power has granted to us all things that pertain to life and godliness, through the knowledge of him who called us by glory and virtue, by which he has granted to us his precious and very great promise, that through these you may escape from the corruption that is in the world because of passion, and become partakers of the divine nature. For this very reason make every effort to supplement your faith with virtue, and virtue with knowledge, and knowledge with self-control, and self-control with steadfastness, and steadfastness with godliness, and godliness with brotherly affection, and brotherly affection with love. For if these things are yours and abound, they keep you from being ineffective or unfruitful in the knowledge of our Lord Jesus Christ. For whoever lacks these things is blind and shortsighted and has forgotten that he was cleansed from his old sins. Therefore, brethren, be the more zealous to confirm your call and election, for if you do this you will never fall. [RSV]

ΙΕΡΕΥΣ

PRIEST

Εἰρήνη σοι τῷ ἀναγνόντι.

Peace be with you the reader.

ΧΟΡΟΣ

CHOIR

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Παρασκευῇ τῆς ΙϚʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Friday of the 16th Week of Luke

ΙΕΡΕΥΣ

PRIEST

Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.

Wisdom. Arise. Let us hear the holy Gospel.

Εἰρήνη πᾶσι.

Peace be with all.

( Καὶ τῷ πνεύματί σου. )

( And with your spirit. )

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Πρόσχωμεν.

Let us be attentive.

( Δόξα σοι, Κύριε, δόξα σοι. )

( Glory to You, O Lord, glory to You. )

Μκ 13:1 – 8

Mk. 13:1 – 8

Τῷ καιρῷ ἐκείνῳ, ἐκπορευομένου τοῦ Ἰησοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. καὶ ὁ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτῷ· βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ μὴ καταλυθῇ. Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ πάντα ταῦτα συντελεῖσθαι; ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς ἤρξατο λέγειν αὐτοῖς· βλέπετε μή τις ὑμᾶς πλανήσῃ. πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ ταραχαί. ἀρχαὶ ὠδίνων ταῦτα.

At that time, as Jesus came out of the temple, one of his disciples said to him, “Look, Teacher, what wonderful stones and what wonderful buildings!” And Jesus said to him, “Do you see these great buildings? There will not be left here one stone upon another, that will not be thrown down.” And as he sat on the Mount of Olives opposite the temple, Peter and James and John and Andrew asked him privately, “Tell us, when will this be, and what will be the sign when these things are all to be accomplished?” And Jesus began to say to them, “Take heed that no one leads you astray. Many will come in my name, saying, ‘I am he!’ and they will lead many astray. And when you hear of wars and rumors of wars, do not be alarmed; this must take place, but the end is not yet. For nation will rise against nation, and kingdom against kingdom; there will be earthquakes in various places, there will be famines and unrest; this is but the beginning of the birth-pangs.” [RSV]

ΧΟΡΟΣ

CHOIR

Δόξα σοι, Κύριε, δόξα σοι.

Glory to You, O Lord, glory to You.

ΙΕΡΕΥΣ: Σοφία.

PRIEST: Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον.

READER: Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ Ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ Ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, τῇ ἱερᾷ ἡμῶν Σχολῇ καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων.

The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, this sacred School, and this city, to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Dismissal

Dismissal

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παρθενίου, Ἐπισκόπου Λαμψάκων, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May He who condescended to be held in the arms of righteous Symeon, for our salvation, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Conclusion, i.e. “Through the prayers…”

Conclusion, i.e. “Through the prayers…”

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.