2025

2025

Τῇ Τετάρτῃ | Τῌ Εʹ ΦΕΒΡΟΥΑΡΙΟΥ

On Wednesday | February 5

   

   

__________

__________

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Τετάρτῃ τῆς ΛΓʹ Ἑβδομάδος

Wednesday of the 33rd Week

Καθολικῆς Αʹ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα.

The reading is from Peter’s First Universal Letter.

Αʹ Πε 4:1 – 11

1 Pet. 4:1 – 11

Ἀγαπητοί, Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν ἐν σαρκὶ πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς γὰρ ὑμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις. ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσι λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκί, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι. Πάντων δὲ τὸ τέλος ἤγγικε. σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ· εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ἧς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.

Beloved, since Christ suffered in the flesh for us, arm yourselves with the same thought, for whoever has suffered in the flesh has ceased from sin, so as to live for the rest of the time in the flesh no longer by human passions but by the will of God. Let the time that is past suffice for doing what the Gentiles like to do, living in licentiousness, passions, drunkenness, revels, carousing, and lawless idolatry. They are surprised that you do not now join them in the same wild profligacy, and they abuse you; but they will give account to him who is ready to judge the living and the dead. For this is why the gospel was preached even to the dead, that though judged in the flesh like men, they might live in the spirit like God. The end of all things is at hand; therefore keep sane and sober for your prayers. Above all hold unfailing your love for one another, since love covers a multitude of sins. Practice hospitality ungrudgingly to one another. As each has received a gift, employ it for one another, as good stewards of God’s varied grace: whoever speaks, as one who utters oracles of God; whoever renders service, as one who renders it by the strength which God supplies; in order that in everything God may be glorified through Jesus Christ. To him belong glory and dominion for ever and ever. Amen. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Τετάρτῃ τῆς ΙϚʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Wednesday of the 16th Week of Luke

Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Mark.

Μκ 12:28 – 37

Mk. 12:28 – 37

Τῷ καιρῷ ἐκείνῳ, προσελθὼν εἷς τῶν γραμματέων τῷ Ἰησοῦ, ἀκούσας συζητούντων τῶν Σαδδουκαίων μετʼ αὐτοῦ, ἰδὼν ὅτι καλῶς αὐτοῖς ἀπεκρίθη, ἐπηρώτησεν αὐτόν· ποία ἐστὶ πρώτη πάντων ἐντολή; ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ ὅτι πρώτη πάντων ἐντολή· ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεὸς ἡμῶν Κύριος εἷς ἐστι· καὶ ἀγαπήσεις Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη ἐντολή. καὶ δευτέρα ὁμοία, αὕτη· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστι. καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ᾿ ἀληθείας εἶπας ὅτι εἷς ἐστι καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας καὶ ἐξ ὅλης τῆς συνέσεως καὶ ἐξ ὅλης τῆς ψυχῆς καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν πλεῖόν ἐστι πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. καὶ ὁ Ἰησοῦς ἰδὼν ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ· οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ Θεοῦ· καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγε διδάσκων ἐν τῷ ἱερῷ· πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ Χριστὸς υἱὸς Δαυΐδ ἐστι; αὐτὸς γὰρ Δαυῒδ εἶπεν ἐν Πνεύματι Ἁγίῳ· λέγει ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. αὐτὸς οὖν Δαυΐδ λέγει αὐτὸν Κύριον· καὶ πόθεν υἱὸς αὐτοῦ ἐστι; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

At that time, one of the scribes came up to Jesus, and heard the Sadducees disputing with him, and seeing that he answered them well, asked him, “Which commandment is the first of all?” Jesus answered, “The first is, ‘Hear, O Israel: The Lord our God, the Lord is one; and you shall love the Lord your God with all your heart, and with all your soul, and with all your mind, and with all your strength.’ The second is this, ‘You shall love your neighbor as yourself.’ There is no other commandment greater than these.” And the scribe said to him, “You are right, Teacher; you have truly said that he is one, and there is no other but he; and to love him with all the heart, and with all the understanding, and with all the strength, and to love one’s neighbor as oneself, is much more than all whole burnt offerings and sacrifices.” And when Jesus saw that he answered wisely, he said to him, “You are not far from the kingdom of God.” And after that no one dared to ask him any question. And as Jesus taught in the temple, he said, “How can the scribes say that the Messiah is the son of David? David himself, inspired by the Holy Spirit, declared, ‘The Lord said to my Lord, Sit at my right hand, till I put your enemies under your feet.’ David himself calls him Lord; so how is he his son?” And the great throng heard him gladly. [RSV]

   

   

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Εʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης.

On February 5 we commemorate the holy martyr Agatha.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ ἐν τῷ Σκοπέλῳ.

On this day we also commemorate our devout father Theodosius of Skopelos.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πολυεύκτου, Παρτιάρχου Κωνσταντινουπόλεως.

On this day we also commemorate our devout father Polyeuctus, Patriarch of Constantinople.

Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀντωνίου, τοῦ Ἀθηναίου, τοῦ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος διὰ ξίφους, κατὰ τὸ ἔτος ᾳψοδʹ (1774).

On this day we also commemorate the holy new martyr Anthony of Athens who witnessed in Constantinople by the sword in the year 1774.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

By the intercessions of Your Saints, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Νηστεία.

Strict: Refrain from meat, fish, oil, dairy, and eggs.

Εἶναι Τετάρτη ἢ Παρασκευή.

It is a Wednesday or Friday.