Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Μηναῖον - Τῌ Γʹ ΦΕΒΡΟΥΑΡΙΟΥ |
Menaion - February 3 |
Μνήμη τοῦ Ἁγίου Συμεὼν τοῦ Θεοδόχου, καὶ Ἄννης τῆς Προφήτιδος |
Memory of St. Symeon who Received God, and the Prophetess Anna |
__________ |
__________ |
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμὸς 44. |
Antiphon 1. Mode 2. Psalm 44. |
Στίχ. αʹ. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. |
Verse 1: My heart overflowed with a good word; I tell my works to the King. [SAAS] |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Στίχ. βʹ. Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. |
Verse 2: My tongue is the pen of a swift-writing scribe. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Στίχ. γʹ. Ἐξεχύθη χάρις ἐν χείλεσί σου. |
Verse 3: Grace was poured out on Your lips. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Στίχ. δʹ. Διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. |
Verse 4: Therefore God blessed You forever. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
|
|
Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς 44. |
Antiphon 2. Mode 2. Psalm 44. |
Στίχ. αʹ. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ. |
Verse 1: Gird Your sword upon Your thigh, O Mighty One. [SAAS] |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were held in the arms of righteous Symeon. We sing to You, Alleluia. |
Στίχ. βʹ. Καὶ ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε. |
Verse 2: Stretch Your bow, and grant prosperity, and reign. |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were held in the arms of righteous Symeon. We sing to You, Alleluia. |
Στίχ. γʹ. Τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται. |
Verse 3: Your arrows are sharp, O Mighty One. The peoples shall fall under You. |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were held in the arms of righteous Symeon. We sing to You, Alleluia. |
Στίχ. δʹ. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. |
Verse 4: Your royal scepter is a scepter of uprightness. |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were held in the arms of righteous Symeon. We sing to You, Alleluia. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. |
Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us. |
|
|
Ἀντίφωνον Γʹ. Ἦχος αʹ. Ψαλμὸς 44. |
Antiphon 3. Mode 1. Psalm 44. |
Στίχ. αʹ. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου. |
Verse 1: Listen, O daughter, behold and incline your ear. [SAAS] |
Στίχ. βʹ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. |
Verse 2: The rich among the people shall entreat your favor. |
Στίχ. γʹ. Μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. |
Verse 3: I will remember your name from generation to generation. |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος αʹ. |
Apolytikion of the Feast. Mode 1. |
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν. |
Lady full of grace, rejoice, O Virgin Theotokos, for Christ our God, the Sun of righteousness has risen from you and He illumined those in darkness. And you, righteous Elder, be glad in heart, receiving in your embraces the One who liberates our souls and bestows on us the Resurrection. [SD] |
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ ἐναντίον πάντων τῶν ἐθνῶν. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
The Lord made known His salvation in the sight of all the Gentiles. Save us, O Son of God, who were held in the arms of righteous Symeon. We sing to You, Alleluia. |
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει. Εὐφραίνου καὶ σὺ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις τὸν ἐλευθερωτὴν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν. |
Lady full of grace, rejoice, O Virgin Theotokos, for Christ our God, the Sun of righteousness has risen from you and He illumined those in darkness. And you, righteous Elder, be glad in heart, receiving in your embraces the One who liberates our souls and bestows on us the Resurrection. [SD] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
Κοντάκιον. |
Kontakion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλʼ εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος. |
You sanctified the womb of the Virgin by Your birth, and by Your presentation You blessed the hands of Symeon, when You came, and You saved us, O Christ our God. Now we pray You give peace to Your world at war, and let love for Your people prevail in all, O only benevolent Lord. [GOASD] |
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Ἁγίου. |
For the Saint. |
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 63. |
Prokeimenon. Mode 4. Psalm 63. |
Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ. |
The righteous man shall be glad in the Lord. [SAAS] |
Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς φωνῆς μου. |
Verse: Hear my voice, O God. [SAAS] |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
Εβρ 9:11 – 14 |
Heb. 9:11 – 14 |
Ἀδελφοί, Χριστὸς παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς, οὐ χειροποιήτου, τοῦτ᾽ ἔστιν οὐ ταύτης τῆς κτίσεως, οὐδὲ δι᾽ αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ Ἅγια, αἰωνίαν λύτρωσιν εὑράμενος. εἰ γὰρ τὸ αἷμα ταύρων καὶ τράγων καὶ σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα, πόσῳ μᾶλλον τὸ αἷμα τοῦ Χριστοῦ, ὃς διὰ Πνεύματος αἰωνίου ἑαυτὸν προσήνεγκεν ἄμωμον τῷ Θεῷ, καθαριεῖ τὴν συνείδησιν ὑμῶν ἀπὸ νεκρῶν ἔργων εἰς τὸ λατρεύειν Θεῷ ζῶντι; |
Brethren, when Christ appeared as a high priest of the good things to come, then through the greater and more perfect tent (not made with hands, that is, not of this creation) he entered once for all into the Holy Place, not with the blood of goats and calves but with his own blood, thus securing an eternal redemption. For if the sprinkling of defiled persons with the blood of goats and bulls and with the ashes of a heifer sanctifies for the purification of the flesh, how much more shall the blood of Christ, who through the eternal Spirit offered himself without blemish to God, purify your conscience from dead works to serve the living God. [RSV] |
|
|
Ἀλληλούϊα. Ἦχος βαρύς. Ψαλμοὶ 96, 111. |
Alleluia. Grave Mode. Psalms 96, 111. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Φῶς ἀνέτειλε τῷ δικαίῳ. |
Verse 1: Light dawned for the righteous. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν. |
Verse 2: He dispersed; he gave to the poor. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τοῦ Ἁγίου. |
For the Saint. |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 2:25 – 38 |
Lk. 2:25 – 38 |
Τῷ καιρῷ ἐκείνῳ, ἦν ἄνθρωπος ἐν Ἱεροσολύμοις ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ Πνεῦμα ἦν Ἅγιον ἐπ᾿ αὐτόν· καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος τοῦ Ἁγίου μὴ ἰδεῖν θάνατον πρὶν ἢ ἴδῃ τὸν Χριστὸν Κυρίου. καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸν εἰς τὰς ἀγκάλας αὐτοῦ καὶ εὐλόγησε τὸν Θεὸν καὶ εἶπε· νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ. καὶ ἦν Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. Καὶ ἦν Ἄννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα ἔτη μετὰ ἀνδρὸς ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν· καὶ αὕτη αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα ἀνθωμολογεῖτο τῷ Κυρίῳ καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. |
At that time, there was a man in Jerusalem, whose name was Simeon, and this man was righteous and devout, looking for the consolation of Israel, and the Holy Spirit was upon him. And it had been revealed to him by the Holy Spirit that he should not see death before he had seen the Lord’s Christ. And in the Spirit he came into the temple; and when the parents brought in the child Jesus, to do for him according to the custom of the law, he took him up in his arms and blessed God and said, “Master, now you are dismissing your servant in peace, according to your word; for my eyes have seen your salvation, which you have prepared in the presence of all peoples, a light for revelation to the Gentiles, and for glory to your people Israel.” And his father and his mother marveled at what was said about him; and Simeon blessed them and said to Mary his mother, “Behold, this child is set for the fall and rising of many in Israel, and for a sign that is spoken against (and a sword will pierce through your own soul also), that thoughts of many hearts may be revealed.” And there was a prophetess, Anna, the daughter of Phanuel, of the tribe of Asher; she was of a great age, having lived with her husband seven years from her virginity, and as a widow till she was eighty-four. She did not depart from the temple, worshiping with fasting and prayer night and day. And coming up at that very hour she gave thanks to God, and spoke of him to all who were looking for the redemption of Jerusalem. [RSV] |
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
Κοινωνικόν. Ψαλμὸς 103. |
Communion Hymn. Psalm 103. |
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα. |
He makes His angels spirits and His ministers a flame of fire. Alleluia. [SAAS] |
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἦχος βʹ. |
Mode 2. |
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἐν ἀγκάλαις τοῦ δικαίου Συμεὼν βασταχθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ἁγίου καὶ Δικαίου Συμεὼν τοῦ Θεοδόχου, καὶ Ἄννης τῆς Προφήτιδος, ὧν καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who condescended to be held in the arms of righteous Symeon, for our salvation, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, of the Holy and Righteous Symeon who Received God, and the Prophetess Anna, whose memory we are observing, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |