Βιβλία - Πηγαί |
Books - Sources |
Μηναῖον - Τῌ ΙΓʹ ΙΑΝΟΥΑΡΙΟΥ |
Menaion - January 13 |
Μνήμη τῶν ἐν Σινᾷ καί Ραϊθὼ ἀναιρεθέντων Ἁγίων Ἀββάδων |
Memory of the Holy Ascetic Fathers who were Killed in Sinai and Raitho |
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου |
Memory of the Holy Martyrs Hermylos and Stratonikos |
__________ |
__________ |
|
|
ΟΡΘΡΟΣ |
MATINS |
Ἀρχὴ τοῦ Ὄρθρου |
Matins Ordinary |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is our God always, now and ever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. |
Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. |
You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible. |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Προστασία φοβερὰ καὶ ἀκαταίσχυντε, μὴ παρίδῃς, Ἀγαθή, τὰς ἱκεσίας ἡμῶν, πανύμνητε Θεοτόκε· στήριξον Ὀρθοδόξων πολιτείαν, σῷζε οὓς ἐκέλευσας βασιλεύειν, καὶ χορήγει αὐτοῖς οὐρανόθεν τὴν νίκην· διότι ἔτεκες τὸν Θεόν, μόνη εὐλογημένη. |
O awesome and unshamable Protection, O good and praiseworthy Theotokos, do not despise our petitions; make firm the community of the Orthodox; save those whom you have called to rule; grant them victory from heaven, for you gave birth to God and are truly blessed. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι δεόμεθα ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
Again we pray for pious and Orthodox Christians. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἐλπιδοφόρου. |
Again we pray for our Archbishop Elpidophoros. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are merciful and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. |
Amen. In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα τῇ ἁγίᾳ καὶ ὁμοουσίῳ καὶ ζωοποιῷ καὶ ἀδιαιρέτῳ Τριάδι πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Glory to the holy and consubstantial and life-creating and undivided Trinity always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. (3) |
Glory to God in the highest, and on earth peace, good will among men. (3) |
Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. (δίς) |
O Lord, You shall open my lips, and my mouth will declare Your praise. (2) |
Ψαλμὸς Γʹ (3). |
Psalm 3. |
Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλοὶ ἐπανίστανται ἐπʼ ἐμέ. Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. Σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι. Ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου. |
O Lord, why do those who afflict me multiply? Many are those who rise up against me. Many are those who say to my soul, “There is no salvation for him in his God.” But You, O Lord, are my protector, my glory and the One who lifts up my head. I cried to the Lord with my voice, and He heard me from His holy hill. I lay down and slept; I awoke, for the Lord will help me. I will not be afraid of ten thousands of people who set themselves against me all around. Arise, O Lord, and save me, O my God, for You struck all those who were foolishly at enmity with me; You broke the teeth of sinners. Salvation is of the Lord, and Your blessing is upon Your people. |
Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου. |
I lay down and slept; I awoke, for the Lord will help me. [SAAS] |
Ψαλμὸς ΛΖʹ (37). |
Psalm 37 (38). |
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπʼ ἐμὲ τὴν χεῖρά σου. Οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου, οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. Ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπʼ ἐμέ. Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου. Ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. Ἡ καρδία μου ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετʼ ἐμοῦ. Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξεναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν. Καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ. Καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰσακούσῃ, Κύριε ὁ Θεός μου. Ὅτι εἶπον· Μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπʼ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. Ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως. Οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Μὴ ἐγκαταλίπῃς με, Κύριε ὁ Θεός μου, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ. Πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. |
O Lord, do not rebuke me in Your wrath, nor chasten me in Your anger. For Your arrows are fixed in me, and Your hand rests on me; there is no healing in my flesh because of Your wrath; there is no peace in my bones because of my sins. For my transgressions rise up over my head; like a heavy burden they are heavy on me. My wounds grow foul and fester because of my folly. I suffer misery, and I am utterly bowed down; I go all the day long with a sad face. For my loins are filled with mockeries, and there is no healing in my flesh. I am afflicted and greatly humbled; I roar because of the groaning of my heart. O Lord, all my desire is before You, and my groaning is not hidden from You. My heart is troubled; my strength fails me, and the light of my eyes, even this is not with me. My friends and neighbors draw near and stand against me, and my near of kin stand far off; and those who seek my soul use violence, and those who seek evil for me speak folly; and they meditate on deceit all the day long. But I like a deaf man do not hear, and I am like a mute who does not open his mouth. I am like a man who does not hear, and who has no reproofs in his mouth. For in You, O Lord, I hope; You will hear, O Lord my God. For I said, “Let not my enemies rejoice over me, for when my foot was shaken, they boasted against me.” For I am ready for wounds, and my pain is continually with me. For I will declare my transgression, and I will be anxious about my sin. But my enemies live, and are become stronger than I; and those who hate me unjustly are multiplied; those who repaid me evil for good slandered me, because I pursue righteousness; and they threw away my love as though it were a stinking corpse. Do not forsake me, O Lord; O my God, do not depart from me; give heed to help me, O Lord of my salvation. |
Μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου. |
Do not forsake me, O Lord; O my God, do not depart from me. Give heed to help me, O Lord of my salvation. [SAAS] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. |
(χῦμα) |
(intoned) |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι. |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. Our hope, O Lord, glory to You. |
ΤΑ ΕΙΡΗΝΙΚΑ |
THE LITANY OF PEACE |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
In peace let us pray to the Lord. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (μεθ’ ἑκάστην δέησιν) |
Lord, have mercy. (after each petition) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν. |
For the peace from above and for the salvation of our souls, let us pray to the Lord. |
Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν. |
For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν. |
For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord. |
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν. |
For pious and Orthodox Christians, let us pray to the Lord. |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν Ἐλπιδοφόρου, τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν. |
For our Archbishop Elpidophoros, for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord. |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν. |
For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord. |
Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν. |
For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord. |
Ὑπὲρ τῆς Ἱερᾶς Σχολῆς ταύτης, τοῦ προέδρου, τῶν κοσμητόρων, τῶν διδασκόντων, διδασκομένων, εὐφόρων, εὐεργετῶν, καὶ ἀποφοίτων αὐτῆς, τοῦ Κυρίου δεηθῶμεν. |
For this sacred school, its president, deans, faculty, staff, and students; the trustees, benefactors, and alumni, let us pray to the Lord. |
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν. |
For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord. |
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν. |
For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord. |
Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν. |
For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord. |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος δʹ. |
Mode 4. |
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
Ἀπολυτίκιον. Τῶν Ἁγίων. |
Apolytikion. For the Saints. |
Ἦχος δʹ. |
Mode 4. |
Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθʼ ἡμῶν κατὰ τὴν σην ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν. |
O God of our Fathers, since You always deal with us in accordance with Your gentleness, do not withdraw Your mercy from us, but at their fervent entreaties, pilot our life in peace. [SD] |
Δόξα. Τὸ αὐτό. |
Glory. Repeat. |
Καὶ νῦν. |
Both now. |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι. |
When You were baptized in the River Jordan, O Lord, it was revealed that God is worshiped in Trinity. For the voice of the Father, who had begotten You, also bore witness to You, calling You “beloved Son,” and the Spirit, in the form of a dove, confirmed that what was said is true. In Your epiphany, O Christ God, You appeared and illumined the world. Glory to You! [GOASD] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Κοντάκιον. Τῶν Ὁσίων. |
Kontakion. For the Devout Saints. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. Τὰ ἄνω ζητῶν. |
Mode 1. N/M (In seeking the heights.) |
|
Τὰ ἄνω ζητῶν. |
Ἐκ τῆς κοσμικῆς, συγχύσεως ἐφύγετε, καὶ πρὸς γαληνήν, κατάστασιν μετέστητε, μαρτυρίου αἵμασι, καὶ ἀσκήσεως πόνοις στεφόμενοι· ὅθεν καὶ ἀνεδείχθητε, Μαρτύρων καὶ Ὁσίων ὁμόσκηνοι. |
You departed from the mundane distractions, and you transferred to a tranquil state, being crowned for shedding martyric blood and for your ascetic labors. Therefore you now dwell with the holy Martyrs and Ascetics. [SD] |
Ὁ Οἶκος. |
Oikos. |
Τὰ ἐπὶ γῆς νεκρώσαντες μέλη, ζωηφόρῳ νεκρώσει, τοῦ Χριστοῦ καὶ Θεοῦ τὸ πάθος ἐξεικονίσατε, πρότερον ἐν τῇ καλῇ ἀσκήσει, καὶ τὸ δεύτερον πάλιν ἐν τῇ ἀθλήσει. Ὅθεν αὐτός, καὶ διπλοῦς τοὺς στεφάνους κατέπεμψε, ταῖς κάραις ὑμῶν Πατέρες, ἑτοιμάσας σκηνὴν ἐπουράνιον, καὶ τόπον τὸν αἰώνιον, ἔνθα νῦν ἀγαλλόμενοι ὤφθητε, Μαρτύρων καὶ Ὁσίων ὁμόσκηνοι. |
You put to death your members on the earth by a life-giving death, and you mirrored the Passion of Christ our God, first in fine ascetic discipline, and then in martyrdom. Hence the Lord sent down double crowns upon your heads, O fathers, and He prepared for you a heavenly dwelling, an eternal place, where you now rejoice, as you dwell with the holy Martyrs and Ascetics. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΓʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμύλου καὶ Στρατονίκου. |
On January 13 we commemorate the holy martyrs Hermylos and Stratonikos. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου, τοῦ ἀπὸ τῆς Νισίβεως. |
On this day we also commemorate our devout father Iakovos of Nisibis. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἀθανάσιος ῥαβδιζόμενος τελειοῦται. |
On this day the holy martyr Athanasios was clubbed to death. |
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Παχώμιος καὶ Παπυρῖνος ἐν ποταμῷ τελειοῦνται. |
On this day Sts. Pachomios and Papyrinos died in a river. |
Τῇ αὐτῇ ἡμέρᾳ, τὰ Ἐγκαίνια τῆς Μονῆς τοῦ Προφήτου Ἠλιού, τῆς καλουμένης τοῦ Βαθέος ῥύακος. |
On this day was the consecration of the Monastery of Prophet Elias, which was also called the Monastery of the Deep Ravine. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Μάξιμος ὁ Καυσοκαλυβίτης, ὁ ἐν τῷ Ἁγίῳ Ὄρει τοῦ Ἄθω ἀσκήσας, κατὰ τὸ ͵ατκʹ (1320) ἔτος, ἐν εἰρήνῃ τελειοῦται. |
On this day our devout father Maximos Kafsokalyvitis, who lived as an ascetic on Mt. Athos, reposed in peace in the year 1320. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. Ἦχος δʹ. |
Ode viii. Heirmos. Mode 4. |
|
Χεῖρας ἐκπετάσας Δανιήλ. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκω ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. |
Daniel shut the lions’ gaping mouths inside the den of old, by stretching out his hands. * The three young men overcame the force * of the furnace fire, having girt * themselves in virtue, for they loved * godliness, and were together singing, * “Bless the Lord and praise Him, all you works of the Lord.” [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ θʹ. |
Ode ix. |
Μεγαλυνάριον. Ἦχος δʹ. |
The Magnificat. Mode 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Ὁ Εἱρμός. Ἦχος δʹ. |
Heirmos. Mode 4. |
|
Λίθος ἀχειρότμητος. |
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι σὲ Θεοτόκε μεγαλύνομεν. |
A cornerstone was cut out without hands from a never-quarried mountain, * which prefigured you, holy Virgin. * The stone is Christ, who joined the disparate natures. * As we rejoice because of this, O Theotokos, we magnify you. [SD] |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἐξαποστειλάριον. Τῶν Ὁσίων. |
Exaposteilarion. For the Devout Saints. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος γʹ. Ἐν πνεύματι τῷ ἱερῷ. |
Mode 3. The Elder in the Temple. |
|
Ἐν Πνεύματι τῷ Ἱερῷ. |
Τοῖς πόνοις τῆς ἀσκήσεως, τὸν ἀρχέκακον ὄφιν, εἰς τέλος ἀπεκτείνατε· ἐπὶ τέλους δὲ στέφη, τοῦ μαρτυρίου ἤρασθε, τῶν Πατέρων καύχημα, καὶ τῶν Μαρτύρων ἡ δόξα, Ῥαϊθὼ καὶ Σιναίου, ἡ πανέορτος πληθύς, τῶν θαυμασίων Πατέρων. |
By your ascetic discipline * you put to death within you * the serpent, that arch-evil foe. * In the end, you were also * awarded crowns of martyrdom, * pride and joy of the fathers, * the glory of the martyr saints, * O celebrated chorus * of Sinai and Raitho, * most marvelous holy fathers. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
Δοξολογία (διαβαστά) |
Doxology (read) |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Παράσχου, Κύριε. |
Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀπόστιχα. Τῆς Ἑορτῆς. |
Aposticha. For the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος πλ. βʹ. Αἱ Ἀγγελικαί. |
Mode pl. 2. N/M (O angelic powers.) |
|
Αἱ Ἀγγελικαί. |
Δεῦτε καὶ ἡμεῖς, ἐν αἰσθήσει τῆς καρδίας, δράμωμεν πιστοί, ἐν τοῖς ῥείθροις Ἰορδάνου, καὶ τὸν Χριστὸν ἰδόντες, σαρκικῶς βαπτιζόμενον, ὑπὸ Ἰωάννου τοῦ Προδρόμου, νῦν σὺν αὐτῷ δοξολογοῦντες, αὐτῷ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. |
Come, faithful, with fervent hearts, ⁄ let us run to the streams of Jordan! ⁄ Let us see Christ baptized in the flesh by John the forerunner! ⁄ Let us join him to glorify the Lord, crying to Him: ⁄⁄ Blessed is our God made manifest! Glory to You! [OCA] |
Στίχ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. |
Verse: The sea saw them and fled, the Jordan turned back. [SAAS] |
Νῦν τοῦ Ἰεσσαί, ἀνεβλάστησεν ἡ ῥάβδος, θείαν κιβωτόν, καὶ τοῦ μάννα θεοδόχον, ἐξ ἧς προῆλθεν ἄνθος, τῆς ζωῆς τὸ ἀκήρατον· ὃν ὁ Ἰορδάνης καταπτήξας, καὶ ὁ Ἰωάννης χειραπτήσας, πιστῶς ἔκραζεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. |
Now the root of Jesse has sprouted a Virgin stem: ⁄ She is the holy ark, bearing the divine manna. ⁄ From her the Flower of Life has blossomed! ⁄ The Jordan cowers before Him! ⁄ John lays his hand upon Him, crying with faith: ⁄⁄ Blessed is our God made manifest! Glory to You! [OCA] |
Στίχ. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; |
Verse: What is it to you, O Sea, that you fled, and to you, O Jordan, that you turned back? [SAAS] |
Ἄσατε ᾠδαῖς, αἱ οὐράνιαι Δυνάμεις· ψάλατε βροτοί, καὶ ἀγάλλεσθε συμφώνως· ἰδοὺ γὰρ ὁ Δεσπότης, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, ἔρχεται ἐν ῥείθροις, Ἰορδάνου, ἵνα βαπτισθῇ ὑπὸ τοῦ δούλου· λαοὶ κράξωμεν· Εὐλογημένος ὁ φανείς, Θεὸς ἡμῶν δόξα σοι. |
Sing praises, you powers of heaven! ⁄ Join them in songs of joy, mortal men! ⁄ Behold, the Master, splendor of the Father, ⁄ has come to the banks of Jordan ⁄ to be baptized by His servant. ⁄ Cry out, people: ⁄⁄ Blessed is our God made manifest! Glory to You! [OCA] |
Δόξα. Τῶν Ὁσίων. |
Glory. For the Devout Saints. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Μακάριοί ἐστε Ὅσιοι, καὶ Μάρτυρες Χριστοῦ τοῦ Θεοῦ. Ὅσιοι μέν, ὅτι δικαιοσύνης χάριν ἐδιώχθητε· Μάρτυρες δέ, ὅτι μάχαιρα ὑμᾶς οὐκ ἐχώρισε τῆς ἀγάπης τοῦ Χριστοῦ· καὶ διὰ τοῦτο χαίρετε, ὅτι πολὺς ὁ μισθὸς ὑμῶν ἐν τοῖς οὐρανοῖς. |
Blessed are you, O devout Ascetics and Martyrs of Christ our God. You are devout Ascetics, because you you pursued the grace of virtue and righteousness; and you are Martyrs, because the sword did not separate you from the love of Christ. Therefore, rejoice! For great is your reward in heaven. [SD] |
Καὶ νῦν. Τῆς Ἑορτῆς. |
Both now. For the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην· ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαπτίζει Κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ ἀποστολικὴν φωνὴν προσᾴδοντες, συμφώνως βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος. |
Nature is illumined today. The universe celebrates today, everyone in heaven as well as on earth. Angels and humans are mingling; for wherever the King is, His retinue goes there as well. So let us all run to the Jordan River; and we shall see John there, and witness how he baptizes the Master’s head, which is spiritual and sinless. And now, in the words of the Apostle, let us sing together and cry out: “The grace of God has appeared for the salvation of all men,” enlightening believers and granting them the great mercy. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀπολυτίκιον. Τῶν Ἁγίων. |
Apolytikion. For the Saints. |
Ἦχος δʹ. |
Mode 4. |
Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθʼ ἡμῶν κατὰ τὴν σην ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφʼ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν. |
O God of our Fathers, since You always deal with us in accordance with Your gentleness, do not withdraw Your mercy from us, but at their fervent entreaties, pilot our life in peace. [SD] |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι. |
When You were baptized in the River Jordan, O Lord, it was revealed that God is worshiped in Trinity. For the voice of the Father, who had begotten You, also bore witness to You, calling You “beloved Son,” and the Spirit, in the form of a dove, confirmed that what was said is true. In Your epiphany, O Christ God, You appeared and illumined the world. Glory to You! [GOASD] |
Τὰ Ἀναγνώσματα |
The Readings |
Ὁ Ἀπόστολος |
The Epistle |
Μεθέορτος. |
Post-festal. |
ΙΕΡΕΥΣ |
PRIEST |
Πρόσχωμεν. |
Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 103. |
Prokeimenon. Mode 4. Psalm 103. |
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. |
He makes His angels spirits and His ministers a flame of fire. [SAAS] |
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. |
Verse: Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly. [SAAS] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σοφία. |
Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Galatians. |
ΙΕΡΕΥΣ |
PRIEST |
Πρόσχωμεν. |
Let us be attentive. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Γαλ 3:23 – 29; 4:1 – 5 |
Gal. 3:23 – 29; 4:1 – 5 |
Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ· ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ. εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστὲ καὶ κατ᾽ ἐπαγγελίαν κληρονόμοι. Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. |
Brethren, before faith came, we were confined under the law, kept under restraint until faith should be revealed. So that the law was our custodian until Christ came, that we might be justified by faith. But now that faith has come, we are no longer under a custodian; for in Christ Jesus you are all sons of God, through faith. For as many of you as were baptized into Christ have put on Christ. There is neither Jew nor Greek, there is neither slave nor free, there is neither male nor female; for you are all one in Christ Jesus. And if you are Christ’s, then you are Abraham’s offspring, heirs according to promise. I mean that the heir, as long as he is a child, is no better than a slave, though he is the owner of all the estate; but he is under guardians and trustees until the date set by the father. So with us; when we were children, we were slaves to the elemental principles of the universe. But when the time had fully come, God sent forth his Son, born of a woman, born under the law, to redeem those who were under the law, so that we might receive adoption as sons. [RSV] |
ΙΕΡΕΥΣ |
PRIEST |
Εἰρήνη σοι τῷ ἀναγνόντι. |
Peace be with you the reader. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Μεθέορτον. |
Post-festal. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Arise. Let us hear the holy Gospel. |
Εἰρήνη πᾶσι. |
Peace be with all. |
( Καὶ τῷ πνεύματί σου. ) |
( And with your spirit. ) |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Πρόσχωμεν. |
Let us be attentive. |
( Δόξα σοι, Κύριε, δόξα σοι. ) |
( Glory to You, O Lord, glory to You. ) |
Λκ 20:1 – 8 |
Lk. 20:1 – 8 |
Τῷ καιρῷ ἐκείνῳ, διδάσκοντος τοῦ Ἰησοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις καὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι· τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι. καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. |
At that time, as Jesus was teaching the people in the temple and preaching the gospel, the chief priests and the scribes with the elders came up and said to him, “Tell us by what authority you do these things, or who it is that gave you this authority.” He answered them, “I also will ask you a question; now tell me, was the baptism of John from heaven or from men?” And they discussed it with one another, saying, “If we say, ‘From heaven,’ he will say, ‘Why did you not believe him?’ But if we say, ‘From men,’ all the people will stone us; for they are convinced that John was a prophet.” So they answered that they did not know whence it was. And Jesus said to them, “Neither will I tell you by what authority I do these things.” [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΙΕΡΕΥΣ: Σοφία. |
PRIEST: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον. |
READER: Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ Ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ Ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, τῇ ἱερᾷ ἡμῶν Σχολῇ καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, this sacred School, and this city, to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who condescended to be baptized by John in the Jordan, for our salvation, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|