Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Ὀκτώηχος - Ἦχος δʹ. |
Octoechos - Mode 4. |
Τῇ Κυριακῇ Πρωΐ |
On Sunday Morning |
Μηναῖον - Τῌ Ϛʹ ΙΑΝΟΥΑΡΙΟΥ |
Menaion - January 6 |
Κυριακὴ μετὰ τὴν Ἑορτήν |
Sunday after the Feast |
__________ |
__________ |
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἀντίφωνον Αʹ. Ἦχος βʹ. Ψαλμὸς 113. |
Antiphon 1. Mode 2. Psalm 113. |
Στίχ. αʹ. Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακώβ. |
Verse 1: In the exodus of Israel from Egypt, the house of Jacob. [SAAS] |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Στίχ. βʹ. Ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ. |
Verse 2: Judah became His sanctuary. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Στίχ. γʹ. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω. |
Verse 3: The sea saw them and fled, the Jordan turned back. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Στίχ. δʹ. Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σύ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; |
Verse 4: What is it to you, O Sea, that you fled, and to you, O Jordan, that you turned back? |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ταῖς πρεσβείαις τῆς Θεοτόκου, Σῶτερ, σῶσον ἡμᾶς. |
Through the intercessions of the Theotokos, Savior, save us. |
|
|
Ἀντίφωνον Βʹ. Ἦχος βʹ. Ψαλμὸς 114. |
Antiphon 2. Mode 2. Psalm 114. |
Στίχ. αʹ. Ἠγάπησα, ὅτι εἰσακούσεται Κύριος τῆς φωνῆς τῆς δεήσεώς μου. |
Verse 1: I have loved, because the Lord shall hear the voice of my supplication. [SAAS] |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were baptized in the Jordan by John. We sing to You, Alleluia. |
Στίχ. βʹ. Ὅτι ἔκλινε τὸ οὖς αὐτοῦ ἐμοί, καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι. |
Verse 2: For He inclined His ear to me, and in my days I shall call upon Him. |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were baptized in the Jordan by John. We sing to You, Alleluia. |
Στίχ. γʹ. Περιέσχον με ὠδῖνες θανάτου, κίνδυνοι ᾅδου εὕροσάν με. |
Verse 3: The pains of death surrounded me; the dangers of Hades found me. |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were baptized in the Jordan by John. We sing to You, Alleluia. |
Στίχ. δʹ. Ἐλεήμων ὁ Κύριος καὶ δίκαιος, καὶ ὁ Θεὸς ἡμῶν ἐλεεῖ. |
Verse 4: The Lord is merciful and righteous, and our God has mercy. |
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθείς, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Save us, O Son of God, who were baptized in the Jordan by John. We sing to You, Alleluia. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων καὶ καταδεξάμενος διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας, εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. |
Only-begotten Son and Logos of God, being immortal, You condescended for our salvation to take flesh from the holy Theotokos and ever-virgin Mary and, without change, became man. Christ, our God, You were crucified and conquered death by death. Being one of the Holy Trinity, glorified with the Father and the Holy Spirit: Save us. |
|
|
Ἀντίφωνον Γʹ. Ἦχος αʹ. Ψαλμὸς 117. |
Antiphon 3. Mode 1. Psalm 117. |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
Verse 1: Give thanks to the Lord, for He is good; for His mercy endures forever. [SAAS] |
Στίχ. βʹ. Εἰπάτω δὴ οἶκος Ἰσραήλ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
Verse 2: Let the house of Israel say that He is good, for His mercy endures forever. |
Στίχ. γʹ. Εἰπάτω δὴ οἶκος Ἀαρών, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
Verse 3: Let the house of Aaron say that He is good, for His mercy endures forever. |
Στίχ. δʹ. Εἰπάτωσαν δὴ πάντες οἱ φοβούμενοι τὸν Κύριον, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. |
Verse 4: Let all who fear the Lord say that He is good, for His mercy endures forever. |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. Ἦχος αʹ. |
Apolytikion of the Feast. Mode 1. |
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι. |
When You were baptized in the River Jordan, O Lord, it was revealed that God is worshiped in Trinity. For the voice of the Father, who had begotten You, also bore witness to You, calling You “beloved Son,” and the Spirit, in the form of a dove, confirmed that what was said is true. In Your epiphany, O Christ God, You appeared and illumined the world. Glory to You! [GOASD] |
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἀναστὰς ἐκ νεκρῶν, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, risen from the dead. We sing to You, Alleluia. |
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
Ἦχος δʹ. |
Mode 4. |
Τὸ φαιδρὸν τῆς ἀναστάσεως κήρυγμα, ἐκ τοῦ Ἀγγέλου μαθοῦσαι αἱ τοῦ Κυρίου Μαθήτριαι, καὶ τὴν προγονικὴν ἀπόφασιν ἀποῤῥίψασαι, τοῖς Ἀποστόλοις καυχώμεναι ἔλεγον· Ἐσκύλευται ὁ θάνατος, ἠγέρθη Χριστὸς ὁ Θεός, δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
When the women disciples of the Lord heard the Angel joyously proclaim the resurrection, they cast aside the ancestral verdict, and boasting in glory they said to the Apostles, “Death has been despoiled! Christ God has risen, granting the great mercy to the world!” [GOASD] |
Ἀπολυτίκιον τῆς Ἑορτῆς. |
Apolytikion of the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητόν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας, δόξα σοι. |
When You were baptized in the River Jordan, O Lord, it was revealed that God is worshiped in Trinity. For the voice of the Father, who had begotten You, also bore witness to You, calling You “beloved Son,” and the Spirit, in the form of a dove, confirmed that what was said is true. In Your epiphany, O Christ God, You appeared and illumined the world. Glory to You! [GOASD] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
Κοντάκιον. |
Kontakion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος δʹ. Αὐτόμελον. |
Mode 4. Automelon. |
|
Ἐπεφάνης σήμερον. |
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφʼ ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε· Ἦλθες ἐφάνης τὸ Φῶς τὸ ἀπρόσιτον. |
You revealed yourself today on earth, O Master, * and Your light was stamped on us, who in the knowledge of the truth, * O Lord, extol Your epiphany. * You came; You revealed yourself, O unapproachable Light. [SD] |
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
Ὁ Ἀπόστολος |
The Epistle |
Κυριακὴ μετὰ τὰ Φώτα. |
Sunday After Epiphany |
Προκείμενον. Ἦχος πλ. βʹ. Ψαλμὸς 32. |
Prokeimenon. Mode pl. 2. Psalm 32. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς. |
Let Your mercy, O Lord, be upon us. [SAAS] |
Στίχ. Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν Κυρίῳ. |
Verse: Rejoice greatly in the Lord, O righteous ones. [SAAS] |
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Ephesians. |
Εφ 4:7 – 13 |
Eph. 4:7 – 13 |
Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; ὁ καταβὰς αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. |
Brethren, grace was given to each of us according to the measure of Christ’s gift. Therefore it is said, “When he ascended on high he led a host of captives, and he gave gifts to men.” (In saying, “He ascended,” what does it mean but that he had also descended into the lower parts of the earth? He who descended is he who also ascended far above all the heavens, that he might fill all things.) And his gifts were that some should be apostles, some prophets, some evangelists, some pastors and teachers, to equip the saints for the work of ministry, for building up the body of Christ, until we all attain to the unity of the faith and of the knowledge of the Son of God, to maturity, to the measure of the stature of the fullness of Christ. [RSV] |
|
|
Ἀλληλούϊα. Ἦχος πλ. αʹ. Ψαλμὸς 88. |
Alleluia. Mode pl. 1. Psalm 88. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι. |
Verse 1: O Lord, I will sing of Your mercies forever. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Ὅτι εἶπας· Εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται. |
Verse 2: For You said, “Mercy shall be built up forever.” |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Κυριακὴ μετὰ τὰ Φώτα |
Sunday After Epiphany |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
Μτ 4:12 – 17 |
Mt. 4:12 – 17 |
Τῷ καιρῷ ἐκείνῳ, ἀκούσας ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν, καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος· γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. |
At that time, Jesus when heard that John had been arrested, he withdrew into Galilee; and leaving Nazareth he went and dwelt in Capernaum by the sea, in the territory of Zebulun and Naphtali, that what was spoken by the prophet Isaiah might be fulfilled: “The land of Zebulun and the land of Naphtali, toward the sea, across the Jordan, Galilee of the Gentiles — the people who sat in darkness have seen a great light, and for those who sat in the region and shadow of death light has dawned.” From that time Jesus began to preach, saying, “Repent, for the kingdom of heaven is at hand.” [RSV] |
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
Κοινωνικόν. Ψαλμὸς 148. |
Communion Hymn. Psalm 148. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν. Ἀλληλούϊα. |
Praise the Lord from the heavens. Alleluia. [SAAS] |
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἦχος βʹ. |
Mode 2. |
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Ὁ ἐν Ἰορδάνῃ ὑπὸ Ἰωάννου βαπτισθῆναι καταδεξάμενος, διὰ τὴν ἡμῶν σωτηρίαν, καὶ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who condescended to be baptized by John in the Jordan, for our salvation, and rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |