Βιβλία - Πηγαί |
Books - Sources |
Ὀκτώηχος - Ἦχος γʹ. |
Octoechos - Mode 3. |
Τῇ Κυριακῇ Πρωΐ |
On Sunday Morning |
Μηναῖον - Τῌ Εʹ ΙΑΝΟΥΑΡΙΟΥ |
Menaion - January 5 |
Προεόρτια τῶν Φώτων. |
Forefeast of Epiphany. |
__________ |
__________ |
|
|
ΟΡΘΡΟΣ |
MATINS |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος γʹ. |
Mode 3. |
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἀπολυτίκιον Ἀναστάσιμον. |
Resurrectional Apolytikion. |
Ἦχος γʹ. |
Mode 3. |
|
|
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
Let the heavens be glad. Let the earth rejoice exceedingly. For the Lord has shown strength with his arm. He trampled death by death. He became the first-born of the dead. Out of the belly of Hades, He has rescued us, and to the world He has granted the great mercy. [GOASD] |
Δόξα. Τὸ αὐτό. |
Glory. Repeat. |
Εὐφραινέσθω τὰ οὐράνια, ἀγαλλιάσθω τὰ ἐπίγεια, ὅτι ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, ὁ Κύριος· ἐπάτησε τῷ θανάτῳ τὸν θάνατον· πρωτότοκος τῶν νεκρῶν ἐγένετο· ἐκ κοιλίας ᾅδου ἐῤῥύσατο ἡμᾶς, καὶ παρέσχε τῷ κόσμῳ τὸ μέγα ἔλεος. |
Let the heavens be glad. Let the earth rejoice exceedingly. For the Lord has shown strength with his arm. He trampled death by death. He became the first-born of the dead. Out of the belly of Hades, He has rescued us, and to the world He has granted the great mercy. [GOASD] |
Καὶ νῦν. Προεόρτιον. |
Both now. For the Forefeast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος δʹ. Κατεπλάγη Ἰωσήφ. |
Mode 4. Joseph marveled. |
|
Κατεπλάγη Ἰωσήφ. |
Ἀπεστρέφετό ποτε, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, διʼ οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. |
Jordan River once turned back when Elisha struck its stream * with his mantle in the wake of Elias’s ascent; * and the water was parted to the one side and to the other. * And thus the fluid stream became a dry way for him, * a symbol and truly a type of Baptism, * by which we now pass over the streaming passage of the present life. * And Christ appeared at the Jordan River * to sanctify the waters. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Κάθισμα Αʹ. |
Kathisma I. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἦχος γʹ. |
Mode 3. |
Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων· ὁ Πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν. Οὐκέτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε. |
Christ has been raised from the dead; He is the first fruits of those who have fallen asleep. As the first-born of all creation and maker of all things that were made, in himself He renewed our human nature that had been ravaged. O Death, you no longer have dominion, for the Master of all has destroyed your power. [GOASD] |
Δόξα. |
Glory. |
Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου, ἐξέτεμες τῇ ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον κατʼ αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας τὴν ἧτταν ἀνακαλούμενος. Ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν, Κύριε δόξα σοι. |
You tasted death in the flesh, O Lord. But by Your resurrection, You cut off its bitterness and strengthened humanity against it, by reversing the failure that resulted in the ancient curse. O Defender of our life, glory to You, O Lord! [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος. |
Virgin Theotokos, we sing hymns extolling you, through whom came humanity’s salvation. For your Son and our God, who is benevolent, accepted the Passion and the crucifixion, in the flesh that He assumed from you, and thus from destruction He rescued us. [GOASD] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Κάθισμα Βʹ. |
Kathisma II. |
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. You were so beautiful. |
|
Τὴν ὡραιότητα. |
Τὸ ἀναλλοίωτον τὸ τῆς θεότητος, καὶ τὸ ἑκούσιον πάθος σου Κύριε, εἰς ἑαυτὸν καταπλαγείς, ὁ ᾅδης ἐπωδύρετο· Τρέμω τὴν τοῦ σώματος, μὴ φθαρεῖσαν ὑπόστασιν· βλέπω τὸν ἀόρατον, μυστικῶς πολεμοῦντά με· διὸ καὶ οὓς κατέχω κραυγάζουσι· Δόξα Χριστὲ τῇ ἀναστάσει σου. |
You voluntarily endured Your suffering, * and Your divinity remained unchanged, O Lord. * Hades was terrified by this; and lamenting, it said to itself, * “I fear Him whose physical constitution is not destroyed. * I see the invisible One mystically waging war on me. * Now those whom I am holding are crying out, * ‘Glory to Your resurrection, O Christ!’” [GOASD] |
Δόξα. |
Glory. |
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. You were so beautiful. |
|
Τὴν ὡραιότητα. |
Τὸ ἀκατάληπτον τὸ τῆς σταυρώσεως, καὶ ἀνερμήνευτον τὸ τῆς ἐγέρσεως, θεολογοῦμεν οἱ πιστοί, ἀπόῤῥητον μυστήριον· σήμερον γὰρ θάνατος, καὶ ὁ ᾅδης ἐσκύλευται, γένος δὲ ἀνθρώπινον, ἀφθαρσίαν ἐνδέδυται· διὸ καὶ εὐχαρίστως κραυγάζομεν· Δόξα Χριστὲ τῇ ἀναστάσει σου. |
We the believers now theologize about * the inexplicable, incomprehensible, * and hidden mystery of Your crucifixion and resurrection. * For death and the netherworld have been stripped of their spoils today, * and our human nature has now put on the imperishable. * And therefore in thanksgiving we cry aloud: * Glory to Your resurrection, O Christ. [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. You were so beautiful. |
|
Τὴν ὡραιότητα. |
Τὸν ἀκατάληπτον καὶ ἀπερίγραπτον, τὸν ὁμοούσιον Πατρὶ καὶ Πνεύματι, ἐν τῇ γαστρί σου μυστικῶς, ἐχώρησας Θεομῆτορ· μίαν καὶ ἀσύγχυτον, τῆς Τριάδος ἐνέργειαν, ἔγνωμεν τῷ τόκῳ σου, ἐν τῷ κόσμῳ δοξάζεσθαι· διὸ καὶ εὐχαρίστως βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη. |
You carried mystically within your womb the Lord, * incomprehensible, uncircumscribable, * and one in essence with the Father and the Spirit, O Mother of God. * Ever since your childbirth, we have learned how to glorify * the Trinity’s energy, which is single and unconfused. * And therefore in thanksgiving we sing to you: * Rejoice, O favored Maiden full of grace! [GOASD] |
Εὐλογητάρια Ἀναστάσιμα. |
Resurrectional Evlogetaria. |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Τῶν Ἀγγέλων ὁ δῆμος, κατεπλάγη ὁρῶν σε, ἐν νεκροῖς λογισθέντα, τοῦ θανάτου δὲ Σωτήρ, τὴν ἰσχὺν καθελόντα, καὶ σὺν ἑαυτῷ τὸν Ἀδὰμ ἐγείραντα, καὶ ἐξ ᾍδου πάντας ἐλευθερώσαντα. |
When the hosts of the Angels saw how You were accounted among the dead, they all marveled. You, O Savior, are the One who destroyed the might of death; and when You arose You raised Adam with yourself and from Hades liberated everyone. [SD] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Τί τὰ μύρα, συμπαθῶς τοῖς δάκρυσιν, ὦ Μαθήτριαι κιρνᾶτε; ὁ ἀστράπτων ἐν τῷ τάφῳ Ἄγγελος, προσεφθέγγετο ταῖς Μυροφόροις· Ἴδετε ὑμεῖς τὸν τάφον καὶ ᾔσθητε· ὁ Σωτὴρ γὰρ ἐξανέστη τοῦ μνήματος. |
“Why do you mingle the ointments with your tears full of pity, O women disciples?” Thus the Angel who was shining in the tomb cried to the myrrh-bearing women. “See for yourselves the empty tomb and understand, that the Savior has risen from the sepulcher.” |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Λίαν πρωΐ, Μυροφόροι ἔδραμον, πρὸς τὸ μνῆμά σου θρηνολογοῦσαι· ἀλλʼ ἐπέστη, πρὸς αὐτὰς ὁ Ἄγγελος, καὶ εἶπε· θρήνου ὁ καιρὸς πέπαυται, μὴ κλαίετε, τὴν Ἀνάστασιν δέ, Ἀποστόλοις εἴπατε. |
Very early in the morning, the myrrh-bearing women were hastening to Your tomb lamenting. But the Angel appeared to them and uttered, “The time for lamentation has ended; weep no more. Go announce the Resurrection to the Apostles.” |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Μυροφόροι γυναῖκες, μετὰ μύρων ἐλθοῦσαι, πρὸς τὸ μνῆμά σου, Σῶτερ ἐνηχοῦντο. Ἀγγέλου τρανῶς, πρὸς αὐτὰς φθεγγομένου· Τί μετὰ νεκρῶν, τὸν ζώντα λογίζεσθε; ὡς Θεὸς γάρ, ἐξανέστη τοῦ μνήματος. |
When the myrrh-bearing women had come with their spices to Your sepulcher, O Savior, they heard the voice of an Angel clearly speaking to them, “Why do you account among the dead the One who lives? For as God, He has risen from the sepulcher.” |
Δόξα. |
Glory. |
Προσκυνοῦμεν Πατέρα, καὶ τὸν τούτου Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν Ἁγίαν Τριάδα, ἐν μιᾷ τῇ οὐσίᾳ, σὺν τοῖς Σεραφείμ, κράζοντες τό· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ, Κύριε. |
We bow down in worship to the Father and His Son and the Holy Spirit, the Holy Trinity, one in essence; and we cry aloud with the Seraphim: Holy, Holy, Holy are You, O Lord. |
Καὶ νῦν. |
Both now. |
Ζωοδότην τεκοῦσα, ἐλυτρώσω Παρθένε, τὸν Ἀδὰμ ἁμαρτίας, χαρμονὴν δὲ τῇ Εὔᾳ, ἀντὶ λύπης παρέσχες, ῥεύσαντα ζωῆς, ἴθυνε πρὸς ταύτην δέ, ὁ ἐκ σοῦ σαρκωθείς Θεὸς καὶ ἄνθρωπος. |
Giving birth to the Giver of life, O Virgin, you delivered Adam from sin, and to Eve you have rendered joy in place of sorrow. He who from you became incarnate, God and man, has directed to life him who fell from it. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (3) |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα καὶ δεδόξασταί σου ἡ βασιλεία, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For blessed is Your name, and glorified is Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ὑπακοή. Ἦχος γʹ. |
Hypakoe. Mode 3. |
Ἐκπλήττων τῇ ὁράσει, δροσίζων τοῖς ῥήμασιν, ὁ ἀστράπτων Ἄγγελος, ταῖς Μυροφόροις ἔλεγε· Τὸν ζῶντα τί ζητεῖτε ἐν μνήματι; ἡγέρθη κενώσας τὰ μνήματα· τῆς φθορᾶς ἀλλοιωτήν, γνῶτε τὸν ἀναλλοίωτον· εἴπατε τῷ Θεῷ· Ὡς φοβερὰ τὰ ἔργα σου! ὅτι τὸ γένος ἔσωσας τῶν ἀνθρώπων. |
Astounding in appearance, refreshing by the words he spoke, the dazzling Angel said to the Myrrh-bearing Women, “Why do you look in a tomb for the One who is alive? He has risen and emptied the tombs. Know that He is the unchanging Changer of death. Say to God, ‘How awesome are Your works! For You have saved the human race.’” [GOASD] |
ΧΟΡΟΣ |
CHOIR |
Οἱ Ἀναβαθμοί. |
Anavathmoi. |
Ἀντίφωνον Αʹ. Ἦχος γʹ. |
Antiphon 1. Mode 3. |
Τὴν αἰχμαλωσίαν Σιών, σὺ ἐξείλου ἐκ Βαβυλῶνος, κᾀμὲ ἐκ τῶν παθῶν, πρός ζωήν ἕλκυσον Λόγε. |
From Babylon You rescued the captives of Zion. O Logos, also pull me up from the passions to life. [GOASD] |
Ἐν τῷ νότῳ οἱ σπείροντες, δάκρυσιν ἐνθέοις, θεριοῦσι στάχυας, ἐν χαρᾷ ἀειζωΐας. |
Those who sow with godly tears in the south, with joy will reap the ears of everlasting life. [GOASD] |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ἁγίῳ Πνεύματι, πᾶσα ἀγαθοδωρία, ὡς Πατρὶ καὶ Υἱῷ συναστράπτει· ἐν ᾧ τὰ πάντα ζῇ καὶ κινεῖται. |
In the Holy Spirit, as in the Father and the Son, every gift of goodness intrinsically shines forth. And in Him all things both live and move. [GOASD] |
Ἀντίφωνον Βʹ. |
Antiphon 2. |
Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον τῶν ἀρετῶν, μάτην κοπιῶμεν· τὴν δὲ ψυχὴν σκέποντος, οὐδεὶς ἡμῶν πορθεῖται τὴν πόλιν. |
Unless the Lord builds the house of the virtues, we labor in vain. But if He is guarding the soul, no one can destroy our city. [GOASD] |
Τοῦ καρποῦ τῆς γαστρός, τῷ Πνεύματι υἱοποιητῶς σοι τῷ Χριστῷ, ὡς Πατρὶ οἱ Ἅγιοι πάντοτε εἰσί. |
O Christ, the Son of the Father, the fruit of the womb, the saints are ever adopted sons, through You in the Spirit. [GOASD] |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ἁγίῳ Πνεύματι, ἐνθεωρεῖται πᾶσα ἁγιότης, σοφία· οὐσιοῖ πᾶσαν γὰρ κτίσιν· αὐτῷ λατρεύσωμεν, Θεὸς γὰρ ὡς Πατρί τε καὶ Λόγῳ. |
In the Holy Spirit are perceived all holiness and wisdom, for He gives substance to all creation. Since He is God, let us worship Him, as we do the Father and the Logos. [GOASD] |
Ἀντίφωνον Γʹ. |
Antiphon 3. |
Οἱ φοβούμενοι τὸν Κύριον, μακάριοι, τρίβους βαδιοῦνται τῶν ἐντολῶν, φάγονται, ζωηρὰν γὰρ παγκαρπίαν. |
Blessed are those who fear the Lord: they will walk in the ways of His commandments. They shall eat every kind of life-giving fruit. [GOASD] |
Κύκλῳ τῆς τραπέζης σου εὐφράνθητι, καθορῶν σου ποιμενάρχα, τὰ ἔκγονα φέροντα, κλάδους ἀγαθοεργίας. |
As you see your children’s children around your table bearing branches of good works, be glad, O arch-pastor. [GOASD] |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ἁγίῳ Πνεύματι, ὁ πᾶς πλοῦτος τῆς δόξης, ἐξ οὗ χάρις καὶ ζωὴ πάσῃ τῇ κτίσει· σὺν Πατρὶ γάρ, ἀνυμνεῖται καὶ τῷ Λόγῳ. |
In the Holy Spirit is all the wealth of glory. From Him issue grace and life to all creation. And He is extolled with the Father and the Logos. [GOASD] |
Προκείμενον. |
Prokeimenon. |
Εἴπατε ἐν τοῖς ἔθνεσιν· Ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. (δίς) |
Say among the Gentiles, “The Lord is King, for He established the world, which shall not be shaken.” (2) |
Στίχ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν. |
Verse: Oh, sing a new song to the Lord. |
Εἴπατε ἐν τοῖς ἔθνεσιν· Ὅτι Κύριος ἐβασίλευσε, καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. |
Say among the Gentiles, “The Lord is King, for He established the world, which shall not be shaken.” [SAAS] |
Ode 6: Short Litany |
Ode 6: Short Litany |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Σὺ γὰρ εἶ ὁ βασιλεὺς τῆς εἰρήνης καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the King of peace and the savior of our souls, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Κοντάκιον Ἀναστάσιμον. |
Resurrectional Kontakion. |
Ἐξανέστης σήμερον, ἀπὸ τοῦ τάφου Οἰκτίρμον, καὶ ἡμᾶς ἐξήγαγες, ἐκ τῶν πυλῶν τοῦ θανάτου· σήμερον Ἀδὰμ χορεύει, καὶ χαίρει Εὔα, ἅμα δέ, καὶ οἱ Προφῆται, σὺν Πατριάρχαις, ἀνυμνοῦσιν ἀκαταπαύστως, τὸ θεῖον κράτος τῆς ἐξουσίας σου. |
From the tomb You rose today, O Lord of tender compassion, also from the gates of death You led us out, O our Savior. On this day Adam is dancing and Eve rejoices, and with them the holy Patriarchs and the Prophets are unceasingly extolling the divine power of Your authority. [GOASD] |
Ὁ Οἶκος. |
Oikos. |
Ὁ οὐρανὸς καὶ ἡ γῆ σήμερον χορευέτωσαν, καὶ Χριστὸν τὸν Θεὸν ὁμοφρόνως ὑμνείτωσαν, ὅτι τοὺς δεσμίους ἐκ τῶν τάφων ἀνέστησε. Συγχαίρει πᾶσα ἡ κτίσις, προσφέρουσα ἐπάξια ᾄσματα, τῷ πάντων Κτίστῃ καὶ Λυτρωτῇ ἡμῶν· ὅτι τοὺς βροτοὺς ἐξ ᾅδου σήμερον, ὡς ζωοδότης συνανελκύσας, πρὸς οὐρανοὺς συνανυψοῖ, καὶ καταῤῥσσει τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, καὶ πύλας τοῦ ᾅδου διαθλάττει, τῷ θείῳ κράτει τῆς ἐξουσίας αὐτοῦ. |
Let heaven and earth join in dance today and in harmony extol Christ our God, for He raised the prisoners from their tombs. All creation celebrates together, offering worthy songs to our Redeemer, the Creator of all. For today, with himself as the Giver of Life, He raises people from the netherworld and lifts them up to heaven. He quashes the enemy’s haughtiness and smashes the gates of Hades, by the divine power of His authority. [GOASD] |
Κοντάκιον. Προεόρτιον. |
Kontakion. For the Forefeast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος δʹ. Ἐπεφάνης σήμερον. |
Mode 4. You revealed yourself today. |
|
Ἐπεφάνης σήμερον. |
Ἐν τοῖς ῥείθροις σήμερον τοῦ Ἰορδάνου, γεγονὼς ὁ Κύριος, τῷ Ἰωάννῃ ἐκβοᾷ· Μὴ δειλιάσῃς βαπτίσαι με· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. |
To the flowing streams today * of River Jordan * comes the Lord and cries aloud * to John the Baptist, and He says, * “Be not afraid to baptize me now; * for I have come to save Adam, the first-formed man.” [SD] |
Ὁ Οἶκος. |
Oikos. |
Οὐκ ἀπαιτῷ σε, Βαπτιστά, τοὺς ὅρους ὑπερβῆναι, οὐ λέγω σοι· Εἰπέ μοι ἃ λέγεις τοῖς ἀνόμοις, καὶ παραινεῖς ἁμαρτωλοῖς, μόνον βάπτισόν με σιωπῶν, καὶ προσδοκῶν τὰ ὑπὸ τοῦ Βαπτίσματος· ἕξεις γὰρ διὰ τοῦτο ἀξίωμα, ὅπερ οὐχ ὑπῆρξε τοῖς Ἀγγέλοις· καὶ γὰρ πάντων τῶν Προφητῶν μείζονά σε ποιήσω· ἐκείνων μὲν οὐδεὶς σαφῶς με κατεῖδεν, ἀλλʼ ἐν τύποις καὶ σκιαῖς καὶ ἐνυπνίοις, σὺ δέ, ἐπὶ σοῦ ἱστάμενον κατὰ γνώμην· σῶσαι γὰρ ἥκω, Ἀδὰμ τὸν πρωτόπλαστον. |
I am not requiring you to cross the boundaries, O Baptist. I am not telling you, “Say to me the things you tell the lawless and exhort the sinners.” Simply baptize me in silence and anticipation of the blessings that from Baptism result, and whereby you will have the office that did not exist among the Angels. Indeed, I will make you greater than all the Prophets. None of them saw me clearly, but only in types and shadows and dreams; but you have me standing before you as I wish. For I have come to save Adam, the first-formed man. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Εʹ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων, Θεοπέμπτου καὶ Θεωνᾶ. |
On January 5, we commemorate the holy Martyrs Theopemptus and Theonas. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Συγκλητικῆς. |
On this day we also commemorate Saint Syncletike. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γρηγορίου, τοῦ ἐν τῷ Ἀκρίτᾳ. |
On this day we also commemorate our devout father Gregory who was in Acritas. |
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φωστηρίου. |
On this day we also commemorate our devout father Phosterios. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σάϊς, ἐν θαλάσσῃ βληθείς, τελειοῦται. |
On this day, the holy Martyr Sais died after being thrown into the sea. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόειδος, ὑπὸ δημίων πατούμενος, τελειοῦται. |
On this day, the holy Martyr Theoeidos died when he was trampled by the executioners. |
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Δομνίνα ἐν εἰρήνῃ τελειοῦται. |
On this day, the devout woman Domnina died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Τατιανὴ ἐν εἰρήνῃ τελειοῦται. |
On this day, the devout woman Tatiana died in peace. |
Ὁ Ἅγιος νέος Ὁσιομάρτυς Ῥωμανός, ὁ ἀπὸ Καρπενησίου, ἐν Βυζαντίῳ μαρτυρήσας ἐν ἔτει ͵αχϞδʹ (1694), ξίφει τελειοῦται. |
The holy new monastic Martyr Romanos of Karpenisi witnessed in Byzantium in the year 1694 and died by the sword. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. |
By their holy intercessions, O God, have mercy on us. |
Katavasias Odes 1-8 |
Katavasias Odes 1-8 |
ΧΟΡΟΣ |
CHOIR |
Καταβασίαι τῶν Φώτων Αʹ |
Katavasias of Epiphany I |
ᾨδὴ αʹ. Ἦχος βʹ. |
Ode i. Mode 2. |
Βυθοῦ ἀνεκάλυψε πυθμένα, καὶ διὰ ξηρᾶς οἰκείους ἕλκει, ἐν αὐτῷ κατακαλύψας ἀντιπάλους, ὁ κραταιὸς ἐν πολέμοις Κύριος· ὅτι δεδόξασται. |
Behold, how the Lord, mighty in battle, * uncovered the bottom of the Red Sea, * and He led His people over it on dry ground, * and in it covered and drowned the enemies, for He is glorified. [GOASD] |
ᾨδὴ γʹ. |
Ode iii. |
Ἰσχὺν ὁ διδούς, τοῖς Βασιλεῦσιν ἡμῶν Κύριος, καὶ κέρας χριστῶν αὑτοῦ ὑψῶν, Παρθένου ἀποτίκτεται· μολεῖ δὲ πρὸς τὸ Βάπτισμα· διὸ πιστοὶ βοήσωμεν· Οὔκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὔκ ἔστι δίκαιος, πλήν σου Κύριε. |
In strength giving strength to those who govern us, He is the Lord, * exalting the horn of His anointed. * And He was from the Virgin born; and now He goes to baptism. * O faithful, let us cry aloud and say that there is no one holy like our God, * and no one is righteous except for You, O Lord. [GOASD] |
ᾨδὴ δʹ. |
Ode iv. |
Ἀκήκοε Κύριε φωνῇς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ, ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ· ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις. |
When You thundered on the many waters, * O Father, and to Your Son were bearing witness, * then John, who You said was the voice of one crying * in the wilderness, clearly heard Your voice. * Being filled with the Spirit who was also present, he cried aloud, * “You are the Christ, the wisdom and the power of God.” [GOASD] |
ᾨδὴ εʹ. |
Ode v. |
Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἤκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δὲ ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται. |
It is Jesus, the Author of life, * who has come rescinding the penalty on first-created Adam. * Being God, and having no need to be purified, * He is purified for fallen Adam in the Jordan. * He put to death the enmity, and He grants to us the peace surpassing all understanding. [GOASD] |
ᾨδὴ Ϛʹ. |
Ode vi. |
Ἡ φωνὴ τοῦ Λόγου, ὁ Λύχνος τοῦ φωτὸς ὁ Ἑωσφόρος, ὁ τοῦ Ἡλίου Πρόδρομος, ἐν τῇ ἐρήμῳ, Μετανοεῖτε πᾶσι βοᾷ τοῖς λαοῖς, καὶ προκαθαίρεσθε· ἰδοὺ γὰρ πάρεστι Χριστός, ἐκ φθορᾶς τὸν κόσμον λυτρούμενος. |
As he is the voice and the lamp of the divine light, * the morning star before the Sun, the Forerunner John * now in the wilderness cries out to all, “Repent; prepare and cleanse yourselves. * Behold, among us is the Christ, who redeems the world from the pit of death.” [GOASD] |
ᾨδὴ ζʹ. |
Ode vii. |
Νέους εὐσεβεῖς, καμίνῳ πυρὸς προσομιλήσαντας, διασυρίζον πνεῦμα δρόσου, ἀβλαβεῖς διεφύλαξε, καὶ θείου Ἀγγέλου συγκατάβασις· ὅθεν ἐν φλογὶ δροσιζόμενοι, εὐχαρίστως ἀνέμελπον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. |
Young and pious men were thrown into the furnace of blazing fire. * The Angel of the Lord came down to them and drove out the fiery flame * and moist whistling wind preserved them free of harm. * Being thus refreshed in the flames, they gave glory, singing in gratitude, * “O supremely praised and most exalted Lord and God of our fathers, You are blessed.” [GOASD] |
ᾨδὴ ηʹ. |
Ode viii. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Μυστήριον παράδοξον, ἡ Βαβυλῶνος ἔδειξε κάμινος, πηγάσασα δρόσον· ὅτι ῥείθροις ἔμελλεν, ἄϋλον πῦρ εἰσδέχεσθαι ὁ Ἰορδάνης, καὶ στέγειν σαρκί, βαπτιζόμενον τὸν Κτίστην, ὃν εὐλογοῦσι Λαοί, καὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας. |
Of old, the furnace in Babylon portended paradoxical mysteries, when dew was exuded; * for the River Jordan would admit the immaterial fire when its Maker, who became incarnate, was baptized in its waters. * All peoples bless Him as Lord, and exalt Him beyond measure, unto all the ages. [GOASD] |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Εὐαγγελίου. |
Stand for the Gospel reading. |
ΔΙΑΚΟΝΟΣ: Τοῦ Κυρίου δεηθῶμεν. |
DEACON: Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι ἅγιος εἶ, ὁ Θεὸς ἡμῶν, καὶ ἐν ἁγίοις ἐπαναπαύῃ, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You, our God, are holy, and You rest among the holy ones, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἦχος βʹ. |
Mode 2. |
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. (δίς) Αἰνεσάτω πνοή πᾶσα τὸν Κύριον. |
Let everything that breathes praise the Lord. (2) Let everything that breathes praise the Lord. [SAAS] |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Καὶ ὑπέρ τοῦ καταξιωθῆναι ἡμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν. |
Let us pray to the Lord our God that we may be made worthy to hear the holy Gospel. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. |
Wisdom. Arise. Let us hear the holy Gospel. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
ΔΙΑΚΟΝΟΣ: Πρόσχωμεν. |
DEACON: Let us be attentive. |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΙΕΡΕΥΣ (ἀπὸ τῆς ἁγίας τραπέζης) |
PRIEST (from the altar table) |
Ἑωθινὸν Ϛʹ |
Eothinon 6 |
Λουκᾶν 24:36 – 53 |
Luke. 24:36 – 53 |
Τῷ καιρῷ ἐκείνῳ, ἀναστὰς ὁ Ἰησοῦς ἐκ νεκρῶν ἔστη ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς· τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ᾿ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλὴμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους. Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ᾿ αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. ἀμήν. |
At that time, Jesus, having risen from the dead, stood in the midst of his disciples and said to them, “Peace to you!” But they were startled and frightened, and supposed that they saw a spirit. And he said to them, “Why are you troubled, and why do questionings rise in your hearts? See my hands and feet, that it is I myself; handle me, and see; for a spirit has not flesh and bones as you see that I have.” And when he said this, he showed them his hands and his feet. And while they still disbelieved for joy, and wondered, he said to them, “Have you anything here to eat?” They gave him a piece of broiled fish and some honeycomb, and he took it and ate before them. Then he said to them, “These are my words which I spoke to you, while I was still with you, that everything written about me in the law of Moses and the prophets and the psalms must be fulfilled.” Then he opened their minds to understand the scriptures, and said to them, “Thus it is written, that the Christ should suffer and on the third day rise from the dead, and that repentance and forgiveness of sins should be preached in his name to all nations, beginning from Jerusalem. You are witnesses of these things. And behold, I send the promise of my Father upon you; but stay in the city of Jerusalem, until you are clothed with power from on high.” Then he led them out as far as Bethany, and lifting up his hands, he blessed them. While he blessed them, he parted from them, and was carried up into heaven. And they worshiped him, and they returned to Jerusalem with great joy, and were continually in the temple praising and blessing God. Amen. [RSV] |
ΧΟΡΟΣ |
CHOIR |
Δόξα σοι, Κύριε, δόξα σοι. |
Glory to You, O Lord, glory to You. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν ἁγίαν σου ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας διʼ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. |
Having beheld the Resurrection of Christ, let us worship the holy Lord Jesus, the only sinless one. Your Cross, O Christ, we venerate, and Your holy Resurrection we praise and glorify. For You are our God; apart from You we know no other; we call upon Your name. Come, all faithful, let us venerate the holy Resurrection of Christ; for behold, through the Cross, joy has come to the whole world. Ever blessing the Lord, let us praise His Resurrection; for having endured the Cross for us, He destroyed death by death. [GOA] |
ΧΟΡΟΣ |
CHOIR |
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἦχος βʹ. (ἢ τῆς ἑβδομάδος.) |
Mode 2. (or the Mode of the week) |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. |
Wash me thoroughly from my lawlessness and cleanse me from my sin. |
Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. |
For I know my lawlessness, and my sin is always before me. |
Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. |
Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. |
Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. |
For behold, I was conceived in transgressions, and in sins my mother bore me. |
Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. |
Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. |
Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. |
You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. |
Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. |
You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. |
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. |
Turn Your face from my sins, and blot out all my transgressions. |
Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. |
Create in me a clean heart, O God, and renew a right spirit within me. |
Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. |
Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. |
Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. |
Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. |
Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. |
I will teach transgressors Your ways, and the ungodly shall turn back to You. |
Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. |
Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. |
Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. |
O Lord, You shall open my lips, and my mouth will declare Your praise. |
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. |
For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. |
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. |
A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. |
Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. |
Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built. |
Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. |
Then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings. |
Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. Καὶ ἐλέησόν με, ὁ Θεός. |
Then shall they offer young bulls on Your altar. And have mercy on me, O God. [SAAS] |
Δόξα. |
Glory. |
Ταῖς τῶν Ἀποστόλων πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Apostles, O Lord of mercy, blot out my many offenses. [SD] |
Καὶ νῦν. |
Both now. |
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων. |
At the intercession of the Theotokos, O Lord of mercy, blot out my many offenses. [SD] |
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. |
Verse: Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. |
Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου, καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωήν, καὶ μέγα ἔλεος. |
Jesus, having risen from the grave as He foretold, has granted us eternal life and great mercy. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφʼ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· |
O God, save Your people and bless Your inheritance. Look upon Your world with mercy and compassion. Raise the Orthodox Christians in glory, and send down upon us Your rich mercies: |
πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἐν ἁγίοις πατέρων ἡμῶν μεγάλων ἱεραρχῶν καὶ οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ τροπαιοφόρου, Δημητρίου τοῦ μυροβλήτου, Θεοδώρου τοῦ τήρωνος, Θεοδώρου τοῦ στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν ἱερομαρτύρων Χαραλάμπους καὶ Ἐλευθερίου, τῆς ἁγίας ἐνδόξου μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας· τῶν ἁγίων ἐνδόξων μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνης, Παρασκευῆς καὶ Εἰρήνης· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων σου τῶν ἁγίων· |
through the intercessions of our all-immaculate Lady Theotokos and ever-virgin Mary, by the power of the precious and life-giving Cross, the protection of the honorable, heavenly, bodiless powers, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, the holy, glorious, and praiseworthy apostles, our fathers among the saints, the great hierarchs and ecumenical teachers Basil the Great, Gregory the Theologian, and John Chrysostom; Athanasius, Cyril, and John the Merciful, patriarchs of Alexandria, Nicholas, bishop of Myra, Spyridon, bishop of Trimythous, Nektarios of Pentapolis, the wonderworkers; the holy, glorious, great martyrs George the triumphant, Demetrios the myrrh-streamer, Theodore the soldier, and Theodore the general; Menas the wonderworker; Charalampus and Eleutherius, the hieromartyrs; the holy, glorious, and victorious martyrs; the glorious great Martyr and all-laudable Euphemia; the holy and glorious Martyrs Thecla, Barbara, Anastasia, Catherine, Kyriaki, Photini, Marina, Paraskevi and Irene; our venerable and God-bearing fathers; (local patron saint); the holy and righteous ancestors of God Joachim and Anna; and all Your saints: |
ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς. |
We beseech you, only merciful Lord, hear us sinners who pray to you and have mercy on us. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (ιβʹ) |
Lord, have mercy. (12) |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθʼ οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Through the mercy, compassion, and love for humankind of Your only-begotten Son, with whom You are blessed, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ θʹ. |
Ode ix. |
Μεγαλυνάριον. Ἦχος βʹ. |
The Magnificat. Mode 2. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Ode 9: Katavasia |
Ode 9: Katavasia |
ᾨδὴ θʹ. Καταβασία. Ἦχος βʹ. |
Ode ix. Katavasia. Mode 2. |
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, τῶν ἄνω στρατευμάτων. |
O my soul, magnify the woman, who is higher in honor than the armies of heaven. |
Ἀπορεῖ πᾶσα γλῶσσα, εὐφημεῖν πρὸς ἀξίαν· ἰλιγγιᾷ δὲ νοῦς καὶ ὑπερκόσμιος, ὑμνεῖν σε Θεοτόκε· ὅμως ἀγαθὴ ὑπάρχουσα, τὴν πίστιν δέχου· καὶ γὰρ τὸν πόθον οἶδας, τὸν ἔνθεον ἡμῶν· σὺ γὰρ Χριστιανῶν εἶ προστάτις, σὲ μεγαλύνομεν. |
Mortal tongues are unable to befittingly praise you. * Even celestial minds are dazed extolling you, O Lady Theotokos. * Nonetheless, since you are good, accept our faith and longing. * You know that we revere you with God-inspired love. * You are the protector of Christians, and we magnify you. [GOASD] |
|
|
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος βʹ. |
Mode 2. |
Ἅγιος Κύριος ὁ Θεὸς ἡμῶν. (δίς) |
Holy is the Lord our God. (2) [SAAS] |
Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. |
Exalt the Lord our God, and worship at the footstool of His feet. |
Ὅτι ἅγιός ἐστι. |
For He is holy. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἐξαποστειλάριον. |
Exaposteilarion. |
Τὸ Ϛʹ Ἑωθινόν. |
Eothinon 6. |
Ἦχος βʹ. Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Mode 2. Let us in faith. |
|
Τοῖς Μαθηταῖς συνέλθωμεν. |
Δεικνύων ὅτι ἄνθρωπος, Σῶτερ εἶ κατʼ οὐσίαν, ἀναστὰς ἐκ τοῦ μνήματος, βρώσεως συμμετέσχες, καὶ μέσον στὰς ἐδίδασκες, μετάνοιαν κηρύσσειν· εὐθὺς δὲ πρὸς οὐράνιον, ἀνελήφθης Πατέρα, καὶ Μαθηταῖς, πέμπειν τὸν Παράκλητον ἐπηγγείλω. Ὑπέρθεε, Θεάνθρωπε, δόξα τῇ σῇ ἐγέρσει. |
Proving to Your disciples that * You are human in essence, * O Savior, You partook of food * after Your resurrection. * You stood among them and taught them * that they should preach repentance. * You promised them that You would send * the Holy Spirit. Then You were lifted up * and ascended to the heavenly Father. * O God, beyond divine, and man, * glory to Your resurrection! [GOASD] |
Προεόρτιον. |
For the Forefeast. |
Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε. |
Mode 2. O Women, hearken. |
|
Γυναῖκες ἀκουτίσθητε. |
Πῶς ῥεῖθρά σε ποτάμια, εἰσδέξονται Φιλάνθρωπε, τὸν ποταμοὺς καὶ θαλάσσας, ποιήσαντα ἐκ μὴ ὄντων; πῶς κορυφὴν τὴν ἄχραντον, τὴν σὴν τολμήσει Πρόδρομος, χειροθετῆσαι Δέσποτα; ὑμνοῦμεν φρίττοντες Λόγε, τῆς σῆς πτωχείας τὸ ὕψος. |
Amazing, how the river has received You in its streams, O Word, * who brought all the seas and rivers * to being from non-existence, * and also how the Forerunner has dared to lay his hand on Your * immaculate head, O Master! * Benevolent Lord, astounded, * we praise Your poverty’s grandeur. [GOASD] |
Οἱ Αἶνοι. Ἦχος γʹ. |
Lauds. Mode 3. |
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Δείξε Στιχολογίαν |
Show Stichologia |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Στιχηρὰ Ἀναστάσιμα. |
Resurrectional Stichera. |
Ἦχος γʹ. |
Mode 3. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. [SAAS] |
Δεῦτε πάντα τὰ ἔθνη, γνῶτε τοῦ φρικτοῦ μυστηρίου τὴν δύναμιν· Χριστὸς γὰρ ὁ Σωτὴρ ἡμῶν, ὁ ἐν ἀρχῇ Λόγος, ἐσταυρώθη διʼ ἡμᾶς, καὶ ἑκὼν ἐτάφη, καὶ ἀνέστη ἐκ νεκρῶν, τοῦ σῶσαι τὰ σύμπαντα. Αὐτὸν προσκυνήσωμεν. |
O come, all you nations. Know the power of the awe-inspiring mystery. For Christ our Savior, the Logos who was in the beginning, for us voluntarily was crucified and buried, and He rose from the dead, all to save the universe. Come and let us worship Him. [GOASD] |
Ἦχος γʹ. |
Mode 3. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. [SAAS] |
Διηγήσαντο πάντα τὰ θαυμάσια, οἱ φύλακές σου Κύριε· ἀλλὰ τὸ συνέδριον τῆς ματαιότητος, πληρῶσαν δώρων τὴν δεξιὰν αὐτῶν, κρύπτειν ἐνόμιζον τὴν ἀνάστασίν σου, ἣν ὁ κόσμος δοξάζει. Ἐλέησον ἡμᾶς. |
The soldiers who had guarded You, O Lord, reported all the marvelous events that had taken place. But that vain council filled their right hand with bribes, thinking that in this way they could hide Your resurrection, which the world glorifies. Have mercy on us. [GOASD] |
Ἦχος γʹ. |
Mode 3. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
Χαρᾶς τὰ πάντα πεπλήρωται, τῆς ἀναστάσεως τὴν πεῖραν εἰληφότα· Μαρία γὰρ ἡ Μαγδαληνή, ἐπὶ τὸ μνῆμα ἦλθεν, εὗρεν Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τοῖς ἱματίοις ἐξαστράπτοντα καὶ λέγοντα· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ᾧδε, ἀλλʼ ἐγήγερται, καθὼς εἶπε, προάγων ἐν τῇ Γαλιλαίᾳ. |
The universe is filled with joy since it experienced Your resurrection. Mary Magdalene came to the tomb. She found an Angel sitting on the stone. He was shining like lightning in dazzling apparel, and he said, “Why do you seek the living among the dead? He is not here; for He has risen, as He said. He is going before you to Galilee.” [GOASD] |
Ἦχος γʹ. |
Mode 3. |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
Ἐν τῷ φωτί σου Δέσποτα, ὀψόμεθα φῶς φιλάνθρωπε· ἀνέστης γὰρ ἐκ τῶν νεκρῶν, σωτηρίαν τῷ γένει τῶν ἀνθρώπων δωρούμενος, ἵνα σε πᾶσα κτίσις δοξολογῇ, τὸν μόνον ἀναμάρτητον. Ἐλέησον ἡμᾶς. |
In Your light we shall see light, O benevolent Master. For You rose from the dead, granting salvation to the human race, so that all creation may glorify You, the only One who is without sin. Have mercy on us! [GOASD] |
Στιχηρά. Προεόρτια. |
Stichera. For the Forefeast. |
Ἦχος βʹ. Οἶκος τοῦ Ἐφραθᾶ. |
Mode 2. O House of Ephratha. |
|
Οἶκος τοῦ Ἐφραθᾶ. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
Ἴδε ὁ Βασιλεύς, ἰδοὺ ἡ προσδοκία, τοῦ Ἰσραὴλ ἐπέστη· Λαοὶ ἀγαλλιᾶσθε, τὸ φῶς γὰρ ἐπιφαίνεται. |
Here is the King; behold * the one anticipated * by Israel has come now. * The light begins to shine forth. * O peoples, therefore leap for joy. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
Ἴδε ὁ Βασιλεύς, ἰδοὺ ἡ προσδοκία, τοῦ Ἰσραὴλ ἐπέστη· Λαοὶ ἀγαλλιᾶσθε, τὸ φῶς γὰρ ἐπιφαίνεται. |
Here is the King; behold * the one anticipated * by Israel has come now. * The light begins to shine forth. * O peoples, therefore leap for joy. [SD] |
Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ. |
Verse: Therefore I will remember You from the land of the Jordan and Hermon. [SAAS] |
Ὦπται τοῖς ἐπὶ γῆς, μετὰ σαρκὸς τὸ θεῖον, νῦν φῶς τοῖς ἐν τῷ σκότει, ἐπέφανε καὶ πᾶσιν, ἡ χάρις ἑξανέτειλεν. |
God, having taken flesh, * is seen by those on earth now; * the light appeared and was seen* by those who sat in darkness; * and unto all has grace shone forth. [SD] |
Στίχ. Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν. |
Verse: The waters saw You, O God; the waters saw You and were afraid. [SAAS] |
Ὁ λύχνος τῷ Φωτί, ἡ αὐγὴ τῷ Ἡλίῳ, Πρόδρομος τῷ Λόγῳ, ὁ φίλος τῷ Νυμφίῳ, Προφῆτα καθυπούργησον. |
Minister to the Light, * O lamp, and as the daybreak * unto the Sun, O Prophet, * the friend unto the Bridegroom, * and to the Word as Forerunner. [SD] |
Δόξα. Προεόρτιον. |
Glory. For the Forefeast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Ἰωάννη Βαπτιστά, ὁ ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετʼ Ἀγγέλων μοι λειτούργησον, ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου, καὶ ὅταν ἴδῃς τὰ ὅρη τρέμοντα, καὶ τὸν Ἰορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον· ὁ σαρκωθεὶς ἐκ Παρθένου, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι. |
O Baptist John, who recognized me as the Lamb when you were still in the womb: serve me now in the river, and with Angels minister. Reach out with your hand and touch my immaculate head. And when you see the mountains trembling and the Jordan turning back, cry out with them, “O God incarnate of the Virgin for our salvation, glory to You, O Lord.” [SD] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ὑπερευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διὰ γὰρ τοῦ ἐκ σοῦ σαρκωθέντος, ὁ ᾅδης ἠχμαλώτισται, ὁ Ἀδὰμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ἡ Εὔα ἠλευθέρωται, ὁ θάνατος τεθανάτωται, καὶ ἡμεις ἐζωοποιήθημεν· διὸ ἀνυμνοῦντες βοῶμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας δόξα σοι. |
You are supremely blessed, O Virgin Theotokos. For through Him who from you became incarnate, Hades has been captured, and Adam has been called back; the curse has been killed, and Eve has been freed; death has been put to death, and we have been brought back to life. Therefore we extol Him and cry out, “O Christ our God, You are blessed, for so was Your good pleasure. Glory to You!” [GOASD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Μ. Δοξολογίαν. |
Stand for the Great Doxology. |
Ἡ Μεγάλη Δοξολογία |
Great Doxology |
Δόξα σοι τῷ δείξαντι τὸ φῶς. Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. |
Glory be to You who showed the light. Glory in the highest to God. His peace is on earth, His good pleasure in mankind. [SD] |
Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. |
We praise You, we bless You, we worship You, we glorify You, we give thanks to You for Your great glory. |
Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. |
Lord King, heavenly God, Father, Ruler over all; Lord, only-begotten Son, Jesus Christ; and You, O Holy Spirit. |
Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. |
Lord God, Lamb of God, Son of the Father, who take away the sin of the world, have mercy on us, You who take away the sins of the world. |
Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. |
Accept our supplication, You who sit at the right hand of the Father, and have mercy on us. |
Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. |
For You alone are holy, You alone are Lord, Jesus Christ, to the glory of God the Father. Amen. |
Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. |
Every day I will bless You, and Your name will I praise to eternity, and to the ages of ages. |
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. |
Vouchsafe, O Lord, this day, that we be kept without sin. |
Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. |
Blessed are You, O Lord, the God of our fathers, and praised and glorified is Your name to the ages. Amen. |
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. |
Let Your mercy be on us, O Lord, as we have set our hope on You. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord. Teach me Your statutes. |
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. |
Lord, You have been our refuge from generation to generation. I said: Lord, have mercy on me. Heal my soul, for I have sinned against You. |
Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. |
Lord, I have fled to You. Teach me to do Your will, for You are my God. |
Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. |
For with You is the fountain of life; in Your light we shall see light. |
Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. |
Continue Your mercy to those who know You. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. |
Μετὰ τὸ τέλος τῆς Δοξολογίας λέγομεν Τροπάριον Ἀναστάσιμον. |
After the Doxology, sing the following Resurrectional Troparion. |
Ἦχος δʹ. (ἢ τῆς ἑβδομάδος.) |
Mode 4. (or the Mode of the week) |
Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν. ᾌσωμεν τῷ ἀναστάντι ἐκ τάφου καὶ ἀρχηγῷ τῆς ζωῆς ἡμῶν· καθελὼν γὰρ τῷ θανάτῳ τὸν θάνατον, τὸ νῖκος ἔδωκεν ἡμῖν, καὶ τὸ μέγα ἔλεος. |
Today has salvation come to pass in the world. Let us sing to Him who resurrected from the tomb and is the Author of our life. For, destroying death by death, He gave us the victory and the great mercy. [SD] |