2025

2025

Τῷ Σαββάτῳ | Τῌ Δʹ ΙΑΝΟΥΑΡΙΟΥ

On Saturday | January 4

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Σάββατον πρὸ τῶν Φώτων.

Saturday Before Epiphany

Πρὸς Τιμόθεον Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to Timothy.

Αʹ Τιμ 3:13 – 16, 4:1 – 5

1 Tim. 3:13 – 16; 4:1 – 5

Τέκνον Τιμόθεε, οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρός σε τάχιον· ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ. Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων, ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.

Timothy, my son, those who serve well as deacons gain a good standing for themselves and also great confidence in the faith which is in Christ Jesus. I hope to come to you soon, but I am writing these instructions to you so that, if I am delayed, you may know how one ought to behave in the household of God, which is the church of the living God, the pillar and bulwark of the truth. Great indeed, we confess, is the mystery of our religion: God was manifested in the flesh, vindicated in the Spirit, seen by angels, preached among the nations, believed on in the world, taken up in glory. Now the Spirit expressly says that in later times some will depart from the faith by giving heed to deceitful spirits and doctrines of demons, through the pretensions of liars whose consciences are seared, who forbid marriage and enjoin abstinence from foods which God created to be received with thanksgiving by those who believe and know the truth. For everything created by God is good, and nothing is to be rejected if it is received with thanksgiving; for then it is sanctified by the word of God and prayer. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Σάββατον πρὸ τῶν Φώτων.

Saturday Before Epiphany

Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Matthew.

Μτ 3:1 – 6

Mt. 3:1 – 6

Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας καὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς ὑπὸ Ἡσαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ ὑπ᾿ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.

At that time, John the Baptist came preaching in the wilderness of Judea, “Repent, for the kingdom of heaven is at hand.” For this is he who was spoken of by the prophet Isaiah when he said, “The voice of one crying in the wilderness: prepare the way of the Lord, make his paths straight.” Now John wore a garment of camel’s hair, and a leather girdle around his waist; and his food was locusts and wild honey. Then went out to him Jerusalem and all Judea and all the region about the Jordan, and they were baptized by him in the river Jordan, confessing their sins. [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τῶν Ἀποστόλων.

For the Apostles.

Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to the Corinthians.

Αʹ Κορ 4:9 – 16

1 Cor. 4:9 – 16

Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν, ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ, καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι. ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνητεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσί· λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, βλασφημούμενοι παρακαλοῦμεν· ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα, ἀλλ᾿ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶ. ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ᾿ οὐ πολλοὺς πατέρας· ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. παρακαλῶ οὖν ὑμᾶς, μιμηταί μου γίνεσθε.

Brethren, God has exhibited us apostles as last of all, like men sentenced to death; because we have become a spectacle to the world, to angels and to men. We are fools for Christ’s sake, but you are wise in Christ. We are weak, but you are strong. You are held in honor, but we in disrepute. To the present hour we hunger and thirst, we are ill-clad and buffeted and homeless, and we labor, working with our own hands. When reviled, we bless; when persecuted, we endure; when slandered, we try to conciliate; we have become, and are now, as the refuse of the world, the off-scouring of all things. I do not write this to make you ashamed, but to admonish you as my beloved children. For though you have countless guides in Christ, you do not have many fathers. For I became your father in Christ Jesus through the gospel. I urge you, then, be imitators of me. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Προεόρτιον.

For the Forefeast.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to John.

Ιω 1:18 – 28

Jn. 1:18 – 28

Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ; καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. καὶ ἠρώτησαν αὐτόν· τί οὖν; Ἠλίας εἶ σύ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ. εἶπον οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης. καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε Ἠλίας οὔτε ὁ προφήτης; ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν Ἰωάννης βαπτίζων.

No one has ever seen God; the only-begotten Son, who is in the bosom of the Father, he has made him known. And this is the testimony of John, when the Jews sent priests and Levites from Jerusalem to ask him, “Who are you?” He confessed, he did not deny, but confessed, “I am not the Christ.” And they asked him, “What then? Are you Elijah?” He said, “I am not.” “Are you the prophet?” And he answered, “No.” They said to him then, “Who are you? let us have an answer for those who sent us. What do you say about yourself?” He said, “I am the voice of one crying in the wilderness, ‘Make straight the way of the Lord,’ as the prophet Isaiah said.” Now they had been sent from the Pharisees. They asked him, “Then why are you baptizing, if you are neither the Christ, nor Elijah, nor the prophet?” John answered them, “I baptize with water; but among you stands one whom you do not know, even he who comes after me, who ranks before me, the thong of whose sandal I am not worthy to untie.” This took place in Bethany beyond the Jordan, where John was baptizing. [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ Δʹ τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἁγίων καὶ ἐνδόξων Ἑβδομήκοντα Ἀποστόλων.

On January 4, the Synaxis of the Holy and glorious 70 Apostles.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Θεόκτιστος, ὁ Ἡγούμενος τοῦ ἐν τῷ Κουκούμῳ τῆς Σικελίας, ἐν εἰρήνῃ τελειοῦται.

On this day the devout St. Theoktistos, the Abbot of Koukouma in Sicily, reposed in peace.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες ἐν εἰρήνῃ τελειοῦνται.

On this day the Holy 6 Martyrs reposed in peace.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ζωσίμου Μοναχοῦ καὶ Ἀθανασίου Κομενταρησίου.

On this day the commemoration of the Holy Martyrs Zosimas the Monk and Athanasios the Notary.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ἀπολλιναρίας τῆς Συγκλητικῆς.

On this day the commemoration of the devout Apollinaria the Senator.

Μνήμη τῶν Ἁγίων Μαρτύρων Χρυσάνθου καὶ Εὐφημίας, τῆς πλησίον τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.

The commemoration of the Holy Martyrs Chrysanthos and Ephimia, who was close to the Holy Martyr Akakios.

Μνήμη τοῦ Ἁγίου νέου Ὁσιομάρτυρος Ὀνουφρίου, τοῦ ἐν Χίῳ μαρτυρήσαντος ἐν ἔτει ͵αωιηʹ (1818).

The holy New-Martyr Onuphrios, who witnessed on Chios in the year 1818.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

By the intercessions of Your Saints, O God, have mercy and save us. Amen

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις εἰς πάντα.

Fast Free: All foods allowed.

Εἶναι τὸ Δωδεκαήμερον.

It is the ru.Twelve Days of Christmas