_

Link to Vesperal Prayers

Use back button to return here.

 

Βιβλία - Πηγαί

Books - Sources

Μηναῖον - Τῌ Βʹ ΙΑΝΟΥΑΡΙΟΥ

Menaion - January 2

Προεόρτια τῶν Φώτων, καὶ μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σιλβέστρου, Πάπα Ῥώμης.

Forefeast of Epiphany, and Memory of our Father among the Saints Silvester, Pope of Rome.

__________

__________

   

   

ΕΣΠΕΡΙΝΟΣ

VESPERS

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Προοιμιακοῦ Ψαλμοῦ.

Stand for the reading of the Introductory Psalm.

Καθʼ ὃν δὲ χρόνον ἀναγινώσκεται ὁ Προοιμιακὸς Ψαλμός, ὁ Ἱερεύς, πρὸ τῆς ἁγίας Τραπέζης ἱστάμενος, ἀναγινώσκει τὰς λεγομένας εὐχὰς τοῦ Λυχνικοῦ.

While the Introductory Psalm is being read, the Priest stands in front of the holy Table and reads the so-called Lamp-lighting Prayers.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς ΡΓʹ (103).

Psalm 103 (104).

Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον. Ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν, ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Ὁ τιθεὶς νέφη τὴν ἐπίβασιν αὐτοῦ, ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ὁ θεμελιῶν τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ, ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα. Ἀπὸ ἐπιτιμήσεώς σου φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τὸν τόπον, ὃν ἐθεμελίωσας αὐτά. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀναμέσον τῶν ὀρέων διελεύσονται ὕδατα· ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπʼ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ, ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Χορτασθήσονται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐφύτευσας. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι, τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς λαγωοῖς. Ἐποίησε σελήνην εἰς καιρούς, ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ, ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας, ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων. Ἐκεῖ πλοῖα διαπορεύονται, δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ. Πάντα πρὸς σὲ προσδοκῶσι, δοῦναι τὴν τροφὴν αὐτῶν εἰς εὔκαιρον, δόντος σου αὐτοῖς συλλέξουσιν. Ἀνοίξαντός σου τὴν χεῖρα, τὰ σύμπαντα πλησθήσονται χρηστότητος, ἀποστρέψαντος δέ σου τὸ πρόσωπον, ταραχθήσονται. Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ πνεῦμα σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Ἤτω ἡ δόξα Κυρίου εἰς τοὺς αἰῶνας, εὐφρανθήσεται Κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. ᾌσω τῷ Κυρίῳ ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου, ἐγὼ δὲ εὐφρανθήσομαι ἐπὶ τῷ Κυρίῳ. Ἐκλείποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι, ὥστε μὴ ὑπάρχειν αὐτούς. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.

Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly; You clothe Yourself with thanksgiving and majesty, who cover Yourself with light as with a garment, who stretch out the heavens like a curtain; You are He who covers His upper chambers with water, who makes the clouds His means of approach, who walks on the wings of the winds, who makes His angels spirits and His ministers a flame of fire. He established the earth on its stable foundation; it shall not be moved unto ages of ages. The deep like a garment is His covering; the waters shall stand upon the mountains; at Your rebuke they shall flee; at the sound of Your thunder, they shall be afraid. The mountains rise up, and the plains sink down to the place You founded for them. You set a boundary they shall not pass over; neither shall they return to cover the earth. You are He who sends springs into the valley; the waters shall pass between the mountains; they shall give drink to all the wild animals of the field; the wild asses shall quench their thirst; the birds of heaven shall dwell beside them; they shall sing from the midst of the rocks. You are He who waters the mountains from His higher places; the earth shall be satisfied with the fruit of Your works. You are He who causes grass to grow for the cattle, and the green plant for the service of man, to bring forth bread from the earth; and wine gladdens the heart of man, to brighten his face with oil; and bread strengthens man’s heart. The trees of the plain shall be full of fruit, the cedars of Lebanon, which You planted; there the sparrows shall make their nests; the house of the heron takes the lead among them. The high mountains are for the deer; the cliff is a refuge for the rabbits. He made the moon for seasons; the sun knows its setting. You established darkness, and it was night, wherein all the wild animals of the forest will prowl about; the young lions roar and snatch their prey, and seek their food from God. The sun arises, and they are gathered together; and they shall be put to bed in their dens. Man shall go out to his work and to his labor until evening. O Lord, Your works shall be magnified greatly; You made all things in wisdom; the earth was filled with Your creation. There is this great and spacious sea: the creeping things are there without number; the living things are there, both small and great; there the ships pass through; there is this dragon You formed to play therein. All things wait upon You, that You may give them food in due season. When You give it to them, they shall gather it; when You open Your hand, all things shall be filled with Your goodness. But when You turn Your face away, they shall be troubled; when You take away their breath, they shall die and return again to their dust. You shall send forth Your Spirit, and they shall be created, and You shall renew the face of the earth. Let the glory of the Lord be forever; the Lord shall be glad in His works; He looks upon the earth and makes it tremble; He touches the mountains, and they smoke. I will sing to the Lord all my life; I will sing to my God as long as I exist; may my words be pleasing to Him, and I shall be glad in the Lord. May sinners cease from the earth, and the lawless, so as to be no more. Bless the Lord, O my soul.

Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ.

The sun knows its setting. You established darkness, and it was night.

Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας.

O Lord, Your works shall be magnified greatly; You made all things in wisdom. [SAAS]

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι ὁ Θεός. (3)

Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3)

Ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα σοι.

Our hope, O Lord, glory to You.

ΤΑ ΕΙΡΗΝΙΚΑ

THE PEACE LITANY

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.

In peace let us pray to the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ὑπὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν τοῦ Κυρίου δεηθῶμεν.

For the peace from above and for the salvation of our souls, let us pray to the Lord.

Ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως τοῦ Κυρίου δεηθῶμεν.

For the peace of the whole world, for the stability of the holy churches of God, and for the unity of all, let us pray to the Lord.

Ὑπὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.

For this holy house and for those who enter it with faith, reverence, and the fear of God, let us pray to the Lord.

Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν τοῦ Κυρίου δεηθῶμεν.

For pious and Orthodox Christians, let us pray to the Lord.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας, παντὸς τοῦ κλήρου καὶ τοῦ λαοῦ τοῦ Κυρίου δεηθῶμεν.

For our Archbishop (name), for the honorable presbyterate, for the diaconate in Christ, and for all the clergy and the people, let us pray to the Lord.

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν γένους, τοῦ Προέδρου, πάσης ἀρχῆς καὶ ἐξουσίας ἐν τῷ κράτει ἡμῶν, καὶ τοῦ κατὰ ξηράν, θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.

For our country, the president, all those in public service, and for our armed forces everywhere, let us pray to the Lord.

Ὑπὲρ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας, τῆς Ἱερᾶς ἡμῶν Ἀρχιεπισκοπῆς, [τῆς Ἱερᾶς Μητροπόλεως ταύτης,] τῆς πόλεως καὶ κοινότητος ταύτης, πάσης πόλεως, χώρας καὶ τῶν πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.

For the Holy and Great Church of Christ, for our Sacred Archdiocese, [for this Sacred Metropolis,] for this city and parish, for every city and land, and for the faithful who live in them, let us pray to the Lord.

Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας τῶν καρπῶν τῆς γῆς καὶ καιρῶν εἰρηνικῶν τοῦ Κυρίου δεηθῶμεν.

For favorable weather, for an abundance of the fruits of the earth, and for peaceful times, let us pray to the Lord.

Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καὶ τῆς σωτηρίας αὐτῶν τοῦ Κυρίου δεηθῶμεν.

For those who travel by land, sea, and air, for the sick, the suffering, the captives and for their salvation, let us pray to the Lord.

Ὑπὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.

For our deliverance from all affliction, wrath, danger, and distress, let us pray to the Lord.

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι πρέπει σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For to You belong all glory, honor, and worship, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΧΟΡΟΣ

CHOIR

Ἦχος δʹ.

Mode 4.

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Εἰσάκουσόν μου, Κύριε.

Lord, I have cried to You; hear me. Hear me, O Lord. Lord, I have cried to You; hear me. Give heed to the voice of my supplication when I cry to You. Hear me, O Lord. [SAAS]

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Εἰσάκουσόν μου, Κύριε.

Let my prayer be set forth before You as incense, the lifting up of my hands as the evening sacrifice. Hear me, O Lord. [SAAS]

Δείξε Στιχολογίαν

Show Stichologia

Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.

Set a watch, O Lord, before my mouth, a door of enclosure about my lips.

Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.

Incline not my heart to evil words, to make excuses in sins.

Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.

With men who work lawlessness; and I will not join with their choice ones.

Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με, ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.

The righteous man shall correct me with mercy, and he shall reprove me; but let not the oil of the sinner anoint my head.

Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν· κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.

For my prayer shall be intense in the presence of their pleasures. Their judges are swallowed up by the rock.

Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν· ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.

They shall hear my words, for they are pleasant. As a clod of ground is dashed to pieces on the earth, so their bones were scattered beside the grave.

Ὅτι πρὸς σέ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου· ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.

For my eyes, O Lord, O Lord, are toward You; in You I hope; take not my soul away.

Φύλαξόν με ἀπὸ παγίδος ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.

Keep me from the snares they set for me, and from the stumbling blocks of those who work lawlessness.

Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί· κατὰ μόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.

Sinners shall fall into their own net; I am alone, until I escape.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.

I cried to the Lord with my voice, with my voice I prayed to the Lord.

Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.

I shall pour out my supplication before Him; I shall declare my affliction in His presence.

Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἔγνως τὰς τρίβους μου.

When my spirit fainted within me, then You knew my paths.

Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.

For on the way I was going, they hid a trap for me.

Κατενόουν εἰς τὰ δεξιά, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.

I looked on my right, and saw there was no one who knew me.

Ἀπώλετο φυγὴ ἀπʼ ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.

Refuge failed me, and there was no one who cared for my soul.

Ἐκέκραξα πρὸς σέ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου, μερίς μου εἶ ἐν γῇ ζώντων.

I cried to You, O Lord; I said, “You are my hope, my portion in the land of the living.”

Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.

Attend to my supplication, for I was humbled exceedingly.

Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.

Deliver me from my persecutors, for they are stronger than I.

Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.

Bring my soul out of prison to give thanks to Your name, O Lord.

Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.

The righteous shall wait for me, until You reward me.

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε· Κύριε, εἰσάκουσον τῆς φωνῆς μου.

Out of the depths I have cried to You, O Lord; O Lord, hear my voice.

Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.

Let Your ears be attentive to the voice of my supplication.

Κρύψε Στιχολογίαν

Hide Stichologia

   

   

Στιχηρά. Προεόρτια.

Stichera. For the Forefeast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ. Ὡς γενναῖον ἐν Μάρτυσι.

Mode 4. To a brave one.

Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε Κύριε, τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.

If You, O Lord, should mark transgression, O Lord, who would stand? For there is forgiveness with You. [SAAS]

Προεόρτια ᾄσματα, εὐσεβῶς προηχήσωμεν, τοῦ σεπτοῦ Βαπτίσματος, τοῦ Θεοῦ ἡμῶν· ἰδοὺ γὰρ μέλλει ὡς ἄνθρωπος, σαρκὶ παραγίνεσθαι, πρὸς τὸν Πρόδρομον αὑτοῦ, καὶ αἰτεῖσθαι τὸ Βάπτισμα, τὸ σωτήριον, εἰς ἀνάπλασιν πάντων τῶν ἐν πίστει, ἱερῶς φωτιζομένων, καὶ μετεχόντων τοῦ Πνεύματος.

In preparing to celebrate the illustrious baptism * of our God and Lord, let us sing forefestal hymns. * For now, incarnate, He makes His way as man to His Forerunner, * the all-holy Baptist John, * to request He receive from him saving baptism, * so that all who believe may be illumined and receive the Holy Spirit * and be reborn sacramentally. [GOASD]

Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου. Ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Because of Your law, O Lord, I waited for You; my soul waited for Your word. My soul hopes in the Lord. [SAAS]

Ὁ Χριστὸς ἀναδείκνυται· ὁ Θεὸς ἐπιφαίνεται· ὁ Δαυΐδ προέγραψεν ἐμφανέστατα· καὶ πρὸς τὸν δοῦλον τὸ Βάπτισμα, αἰτούμενος ἔρχεται· Ἰορδάνη ποταμέ, εὐφροσύνης πληρώθητι. Γῆ καὶ θάλασσα, οἱ βουνοὶ καὶ τὰ ὄρη, καὶ ἀνθρώπων, νῦν σκιρτήσατε καρδίαι, φῶς νοητὸν εἰσδεχόμεναι.

Long ago, Prophet David said that our God will come openly * and reveal himself. And now Christ is publicly * showing himself to the world, as He approaches His servant John, * seeking baptism from him. * River Jordan, be filled with joy. Also earth and sea * and the hills and the mountains, skip and tremble. And the hearts of all believers, * exult, receiving the noetic light. [GOASD]

Ἀπὸ φυλακῆς πρωΐας μέχρι νυκτός· ἀπὸ φυλακῆς πρωΐας ἐλπισάτω Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

From the morning watch until night; from the morning watch until night, let Israel hope in the Lord. [SAAS]

Ποταμὸν τῆς εἰρήνης σε, καὶ χειμάῤῥουν ὡς γέγραπται, τῆς τρυφῆς ὑπάρχοντα παντοδύναμε, πῶς σε ποτάμια ῥεύματα, εἰσδέξονται Κύριε, ἐπιβαίνοντα γυμνόν, οὐρανοὺς τὸν τοῖς νέφεσι, περιβάλλοντα, καὶ γυμνώσαντα πᾶσαν τὴν κακίαν, τοῦ ἐχθροῦ καὶ ἀφθαρσίαν, τοὺς γηγενεῖς ἐπενδύσαντα;

O almighty One, You are known as the river of peace and as * the abundant water of heavenly delight. * Therefore we marvel how You went down naked into Jordan’s streams, * which accepted You, O Lord, * who have covered heaven with clouds, as the Psalmist said, * and stripped naked the foe of all his evil, and have clothed in incorruption * all those on earth who believe in You. [GOASD]

Στιχηρά. Τοῦ Ἁγίου.

Stichera. For the Saint.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. δʹ. Ὢ τοῦ παραδόξου.

Mode pl. 4. What a paradoxal.

Ὢ τοῦ παραδόξου.

Ὅτι παρὰ τῷ Κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρʼ αὐτῷ λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

For with the Lord there is mercy, and with Him is abundant redemption; and He shall redeem Israel from all his transgressions. [SAAS]

Πάτερ Ἱεράρχα Σίλβεστρε, ἱερωσύνης φωτί, ἱερῶς φωτιζόμενος, τοὺς πιστοὺς ἐφώτισας, φωτοβόλοις διδάγμασι, Μονάδα φύσει τὴν τρισυπόστατον, οὐσίαν σέβειν· καὶ ἀπεδίωξας, σκότος αἱρέσεων· τὴν φωσφόρον σήμερον, ὅθεν φαιδρῶς, μνήμην σου γηθόμενοι, πανηγυρίζομεν.

Father Silvester the hierarch, * by ordination the light * of the priesthood illumined you, * and with teachings full of light * you illumined the faithful all * to worship one God in three hypostases * and single nature. And thus did you expel * darkness of heresies. * We are therefore filled with sacred joy today * as we gaily celebrate your shining memory. [SD]

Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.

Praise the Lord, all you Gentiles; praise Him, all you peoples. [SAAS]

Πάτερ θεοφόρε Σίλβεστρε, στύλος ὡράθης πυρός, ἱερῶς προηγούμενος, ἱεροῦ συστήματος, καὶ νεφέλη σκιάζουσα, Αἰγύπτου πλάνης πιστοὺς ἐξαίρουσα, καὶ πρὸς τὴν θείαν γῆν μεταφέρουσα, ταῖς ἀπλανέσι σου, διδαχαῖς ἑκάστοτε· τὴν εὐκλεῆ, ὅθεν καὶ πανίερον, μνήμην σου σέβομεν.

Father Silvester the God-bearer, * as bishop you went before * the believers, much like that cloud * and the fiery pillar once * had delivered the Israelites. * You led them out of Egyptian heresies * to the divine land of Orthodox belief, * for you instructed them * every day unerringly. We therefore now * honor your preeminent, all-sacred memory. [SD]

Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.

For His mercy rules over us; and the truth of the Lord endures forever. [SAAS]

Πάτερ θεηγόρε Σίλβεστρε, ῥείθροις τῶν σῶν προσευχῶν, τὸν πολύμορφον δράκοντα, ἀσφαλῶς ἀπέπνιξας, ἱερῶς θαυμαζόμενος. Ἑλλήνων πλήθη, Θεῷ προσήγαγες, Ἑβραίων θράσος δὲ ἐταπείνωσας, θαύματα μέγιστα, ἐκτελῶν ἐνώπιον, τούτων σαφῶς· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.

Father Silvester inspired by God, * you surely drowned in the streams * of your strong prayers the multiform * hellish dragon. And the Lord * made you wondrous in miracles. * You brought to God many pagans and Hellenes, * humiliating the impudence of Jews, * when you distinctly worked * many signs and wonders clearly in their sight. * Therefore we all call you blessed and we honor you. [SD]

Δόξα· καὶ νῦν. Προεόρτιον.

Glory. Both now. For the Forefeast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Ἔρχεται πρὸς Ἰορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ Ἰωάννου, καὶ φησὶ πρὸς αὐτόν· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ Σύ ἔρχῃ πρός με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί· σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ σου.

Christ, the truth, comes to the Jordan, to be baptized by John, who says to Him, “It is I who need to be baptized by You. And You come to me? I who am grass do not dare to touch You, the fire. Sanctify me, O Lord, in Your divine epiphany.” [GOASD]

   

   

(Εἴσοδος οὐ γίνεται.)

(No Entrance)

   

   

Ὁ λαὸς ἵσταται διὰ τὸ Φῶς Ἱλαρόν.

Stand for the hymn.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Φῶς ἱλαρὸν ἁγίας δόξης ἀθανάτου Πατρός, οὐρανίου, ἁγίου, μάκαρος, Ἰησοῦ Χριστέ, ἐλθόντες ἐπὶ τὴν ἡλίου δύσιν, ἰδόντες φῶς ἑσπερινόν, ὑμνοῦμεν Πατέρα, Υἱόν καὶ ἅγιον Πνεῦμα, Θεόν. Ἄξιόν σε ἐν πᾶσι καιροῖς ὑμνεῖσθαι φωναῖς αἰσίαις, Υἱὲ Θεοῦ, ζωὴν ὁ διδούς· * διὸ ὁ κόσμος σὲ δοξάζει.

Gladsome light of holy glory of the holy, blessed, heavenly, immortal Father, O Jesus Christ: arriving at the hour of sunset and having seen the evening light, we praise the Father, Son, and Holy Spirit, God. It is worthy for You to be praised at all times with happy voices, O Son of God and Giver of life; * and therefore the world glorifies You. [SD]

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἑσπέρας προκείμενον.

The evening Prokeimenon!

ΧΟΡΟΣ

CHOIR

Προκείμενον. Ἦχος πλ. αʹ.

Prokeimenon. Mode pl. 1.

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με. (δίς)

Save me, O God, in Your name, and judge me in Your power. (2) [SAAS]

Στίχ. Ὁ Θεός, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὰ ῥήματα τοῦ στόματός μου.

Verse: O God, hear my prayer; give ear to the words of my mouth.

Ὁ Θεός, ἐν τῷ ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς με.

Save me, O God, in Your name, and judge me in Your power.

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς εὐχῆς.

Stand for the reading of prayer.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Καταξίωσον, Κύριε, ἐν τῇ ἑσπέρᾳ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ( Ἀμήν. )

O Lord, keep us this evening without sin. Blessed are you, O Lord, God of our fathers, and praised and glorified is your name to the ages. Amen. O Lord, let your mercy be upon us for we have set our hope in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, Master, grant me understanding of your commandments. Blessed are you, Holy One, enlighten me with your commandments. Lord, your mercy is forever. Do not despise the works of your hands. To you is due praise, to you is due song, to you is due glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. ( Amen. ) [HC]

ΤΑ ΠΛΗΡΩΤΙΚΑ

LITANY OF COMPLETION

ΔΙΑΚΟΝΟΣ

DEACON

Πληρώσωμεν τὴν ἑσπερινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ.

Let us complete our evening prayer to the Lord.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.

Help us, save us, have mercy on us, and protect us, O God, by Your grace.

ΧΟΡΟΣ: Κύριε, ἐλέησον.

CHOIR: Lord, have mercy.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὴν ἑσπέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That the whole evening may be perfect, holy, peaceful, and sinless, let us ask the Lord.

ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν)

CHOIR (after each petition)

Παράσχου, Κύριε.

Grant this, O Lord.

ΔΙΑΚΟΝΟΣ

DEACON

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord.

Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For pardon and remission of our sins and transgressions, let us ask the Lord.

Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord.

Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα.

That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord.

Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα.

And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ.

Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.

Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For You are good and benevolent God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι.

PRIEST: Peace be with all.

ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου.

CHOIR: And with your spirit.

ΔΙΑΚΟΝΟΣ

DEACON

Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Let us bow our heads to the Lord.

ΧΟΡΟΣ: Σοί, Κύριε.

CHOIR: To You, O Lord.

ΙΕΡΕΥΣ (χαμηλοφώνως)

PRIEST (in a low voice)

Κύριε ὁ Θεὸς ἡμῶν, ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων, ἔπιδε ἐπί τοὺς δούλους σου καὶ ἐπὶ τὴν κληρονομίαν σου· σοὶ γὰρ τῷ φοβερῷ καὶ φιλανθρώπῳ κριτῇ οἱ σοὶ δοῦλοι ὑπέκλιναν τὰς κεφαλάς, τοὺς δὲ αὐτῶν ὑπέταξαν αὐχένας, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένοντες βοήθειαν, ἀλλὰ τὸ σὸν περιμένοντες ἔλεος καὶ τὴν σὴν ἀπεκδεχόμενοι σωτηρίαν· οὓς διαφύλαξον ἐν παντὶ καιρῷ καὶ κατὰ τὴν παροῦσαν ἑσπέραν καὶ τὴν προσιοῦσαν νύκτα ἀπὸ παντὸς ἐχθροῦ, ἀπὸ πάσης ἀντικειμένης ἐνεργείας διαβολικῆς καὶ διαλογισμῶν ματαίων καὶ ἐνθυμήσεων πονηρῶν.

Lord our God, who inclined the heavens and came down for the salvation of humankind, look upon Your servants and Your inheritance; for they have bowed their heads and bent their necks to You, the fearsome yet compassionate Judge, not expecting human help, but awaiting Your mercy and anticipating Your salvation. Guard them at all times, this evening and the coming night, from every enemy, from all demonic activity against them, from unprofitable reflections, and from wicked thoughts.

ΙΕΡΕΥΣ (ἐκφώνως)

PRIEST (aloud)

Εἴη τὸ κράτος τῆς βασιλείας σου εὐλογημένον καὶ δεδοξασμένον, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed and glorified be the majesty of Your kingdom, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ἀπόστιχα Προεόρτια.

Aposticha of the Forefeast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἰδιόμελον Αʹ. Ἦχος αʹ.

Idiomelon 1. Mode 1.

Λαμπρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, λαμπροτέρα δὲ Σωτὴρ ἡ ἐπερχομένη. Ἐκείνη Ἄγγελον ἔσχεν εὐαγγελιστήν, καὶ αὕτη Πρόδρομον εὗρε προετοιμαστήν. Ἐν ἐκείνῃ, αἱμάτων ἐκχεομένων, ὡς ἄτεκνος ὠδύρετο ἡ Βηθλεέμ· ἐν ταύτῃ, ὑδάτων εὐλογουμένων, πολύτεκνος γνωρίζεται ἡ Κολυμβήθρα. Τότε Ἀστὴρ τοὺς Μάγους ἐμήνυσε, νῦν δὲ Πατὴρ κόσμῳ σε ὑπέδειξεν. Ὁ σαρκωθείς, καὶ πάλιν ἐρχόμενος ἐμφανῶς, Κύριε δόξα σοι.

The feast, which passed, is radiant, ⁄ but the one to come is brighter still! ⁄ There the angel proclaimed glad tidings, ⁄ but here the Forerunner prepares the Savior’s way! ⁄ There blood was spilled, as Bethlehem was made barren, ⁄ but here the life-giving water gives birth to many sons. ⁄ There the star revealed You to the Magi, ⁄ but here the Father proclaims You to the universe. ⁄⁄ Incarnate Lord, coming to be made manifest, glory to You! [OCA]

Ἰδιόμελον Βʹ. Ἦχος βʹ.

Idiomelon 2. Mode 2.

Στίχ. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ.

Verse: Therefore I will remember You from the land of the Jordan and Hermon. [SAAS]

Πάλιν Ἰησοῦς ὁ ἐμὸς καθαίρεται ἐν τῷ Ἰορδάνῃ, μᾶλλον δὲ καθαίρει τὰς ἁμαρτίας ἡμῶν· ἔρχεται γὰρ ἀληθῶς ἐπὶ τὸ Βάπτισμα, ἐκπλῦναι θέλων τοῦ Ἀδὰμ τὸ χειρόγραφον, καί φησί πρὸς τὸν Ἰωάννην· Δεῦρο ὑπηρέτησον, ὦ Βαπτιστά, μυστηρίου ξένου τὸ κεφάλαιον· δεῦρο, ἔκτεινον τὴν σὴν χεῖρα ταχύ, καὶ ἅψαι τῆς κορυφῆς, τοῦ συντρίψαντος τὴν κάραν τοῦ δράκοντος, καὶ ἀνοίξαντος τὸν Παράδεισον, ὃν ἔκλεισεν ἡ παράβασις, ἀπάτῃ τοῦ ὄφεως, τῇ γεύσει τοῦ ξύλου ποτέ.

Again my Jesus is washed in the Jordan! ⁄ Again He cleanses my many sins! ⁄ Truly He comes for Baptism, to wipe out Adam’s transgression. ⁄ He says to John: Come, Baptist; perform the awesome mystery! ⁄ Come, stretch out your hand! ⁄ Touch the Head that crushes the heads of demons. ⁄ I will open the paradise which was closed of old, ⁄⁄ by the deceit of the serpent! [OCA]

Ἰδιόμελον Γʹ. Ἦχος γʹ.

Idiomelon 3. Mode 3.

Στίχ. Εἴδοσάν σε ὕδατα, ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν.

Verse: The waters saw You, O God; the waters saw You and were afraid. [SAAS]

Φαιδρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, ἔνδοξος ἡ παροῦσα ἡμέρα. Ἐν ἐκείνῃ, τῷ Σωτῆρι Μάγοι προσεκύνησαν· ἐν ταύτῃ δὲ τὸν Δεσπότην, δοῦλος κλητὸς ἐβάπτισεν. Ἐκεῖ Ποιμένες ἀγραυλοῦντες, εἶδον καὶ ἐθαύμαζον· ὧδε φωνὴ τοῦ Πατρός, τὸν μονογενῆ Υἱὸν ἐκήρυττε.

The feast, which passed, was radiant, ⁄ but the one to come is even more glorious! ⁄ There the Magi worshipped the Savior; ⁄ here the servant baptizes the Master! ⁄ There the shepherds saw the Child and were amazed; ⁄⁄ here the voice of the Father proclaims the only-begotten Son! [OCA]

Δόξα· καὶ νῦν.

Glory. Both now.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος γʹ.

Mode 3.

Δεῦτε ἅπαντες πιστοί, τὴν Ἰουδαίαν ἀφέντες, διέλθωμεν τὴν ἔρημον τοῦ Ἰορδάνου, καὶ θεασώμεθα σήμερον ἐκεῖ, τὸν διʼ ἡμᾶς ἐπιφανέντα σαρκί, τὸ Βάπτισμα αἰτοῦντα, ἐν τοῖς ῥείθροις τοῦ Ἰορδάνου, τὸν Βαπτιστὴν παραιτούμενον, καὶ βοῶντα τῷ φόβῳ· Οὐ τολμῶ χειροθετῆσαι τῇ πηλίνῃ παλάμῃ τὸ πῦρ. Ὁ Ἰορδάνης καὶ ἡ θάλασσα ἔφυγον, Σωτήρ, καὶ ἀπεστράφησαν· κἀγὼ πῶς ἐπιθήσω ἐπὶ τὴν κορυφήν σου χεῖρα, ἣν τρέμει τὰ Σεραφίμ; Ἀνεχώρησεν ὁ Ἰορδάνης, ὡς ἐδέξατο τὴν Ἠλιού, διʼ Ἐλισσαίου μηλωτήν· πῶς μὴ δύῃ εἰς χάος καὶ βάθος, βλέπων γυμνόν σε ἐν τοῖς ῥείθροις; πῶς δὲ μὴ φλέξῃ με, ὅλος ἐκ σοῦ πυρούμενος; Τί βραδύνεις Βαπτιστά, τοῦ βαπτίσαι τὸν Κύριόν μου; ὁ Ἰορδάνης βοᾷ πρὸς Ἰωάννην. Τί τῶν πολλῶν κωλύεις τὴν κάθαρσιν, πᾶσαν τὴν κτίσιν ἡγίασεν· ἄφες ἁγιάσαι κἀμὲ καὶ τῶν ὑδάτων τὴν φύσιν, ὅτι εἰς τοῦτο ἐπεφάνη.

Come, all you faithful! ⁄ Let us leave the land of Judea! ⁄ Instead, let us go to the wilderness of Jordan! ⁄ Let us behold the Baptism of our incarnate Enlightener! ⁄ The Baptist hesitates, crying out with fear: ⁄ I dare not place my hand on Your head, Savior! ⁄ f the sea fled and the Jordan turned back, ⁄ how shall I touch the Fire before which the seraphim tremble? ⁄ The Jordan was parted when Elisha struck it with Elijah’s mantle; ⁄ shall not the waters return to their primal chaos ⁄ when they behold You naked in their courses? ⁄ How shall I not be burned by the all-consuming fire? ⁄ The Jordan herself will forbid me, crying out: ⁄ Baptist, how will you baptize my Lord? ⁄ But the Lord commanded him, saying: ⁄ Hinder not the cleansing of all! ⁄ I shall sanctify all creation with living water; ⁄⁄ for this I am made manifest! [OCA]

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῶν εὐχῶν.

Stand for the reading of prayers

ΙΕΡΕΥΣ

PRIEST

ᾨδὴν τοῦ Θεοδόχου Συμεών

Song of Simeon

Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ.

Lord, now You are letting Your servant depart in peace, according to Your word; for my eyes have seen Your salvation which You have prepared before the face of all peoples. A light to bring revelation to the Gentiles, and the glory of Your people Israel. [NKJV]

ΧΟΡΟΣ

CHOIR

Κανὼν Προεόρτιος.

Canon for the Forefeast.

Τριῴδιον.

Three-ode Canon.

ᾨδὴ αʹ. Ἦχος βʹ. Ὁ Εἱρμός.

Ode i. Mode 2. Heirmos.

Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι διʼ αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ἄσωμεν· ἐνδόξως γὰρ δεδόξασται. (δίς)

Let us sing to the Lord, who dried up the impassable * surging waters of the Sea by His divine command, * and who also led the way * for the chosen people of Israel to cross on foot. * Come let us sing to Him, for He is greatly glorified. (2) [SD]

Δόξα.

Glory.

Ἡ ἀπόῤῥητος, τοῦ Κτίστου συγκατάβασις, πρὶν ἐκ Παρθένου λάμψασα, κόσμον κατηύγασεν, αὐτὸς πάλιν ὁ Χριστός, ἄλλο νῦν μυστήριον, τελέσων ἔρχεται, ἐν Ἰορδάνῃ βροτῶν, εἰς ξένην ἀναγέννησιν.

The ineffable descent of the Creator ⁄ has shone forth from the Virgin: ⁄ Now Christ enlightens the world again! ⁄ He hastens to fulfill the mystery, ⁄ drawing near the Jordan as a mortal man, ⁄ to accomplish a strange regeneration. [OCA]

Καὶ νῦν.

Both now.

Διακονήσων, ἔργῳ φρικτῷ προέρχεται, πρὸς Ἰορδάνην Πρόδρομος, νῦν ἡ τοῦ Λόγου φωνή, τὸν πτωχεύσαντα Ἀδάμ, ὁ πλουτῶν θεότητι· διὰ τοῦ Πνεύματος γάρ, πλουτήσων ἥκει Χριστός, τῷ δώρῳ τοῦ Βαπτίσματος.

The Forerunner advances to the Jordan. ⁄ He obeys the voice of the Word, ⁄ performing a fearful service! ⁄ Christ comes to enrich needy Adam ⁄ with all the riches of the Godhead, ⁄ bestowed by the Holy Spirit through the gift of Baptism. [OCA]

ᾨδὴ ηʹ.

Ode viii.

Τριῴδιον.

Three-ode Canon.

Ἦχος βʹ. Ὁ Εἱρμός.

Mode 2. Heirmos.

Ἔφριξε παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ, ἀκάματον πῦρ. Ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο. Τὸν Κύριον πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. (δίς)

Fed with unending fuel, the fire * that wearied not shuddered at the spotless bodies, * adorned as were the souls, * of the pious Servants and yielded to them. * When the ever-living flame had shrunken away, * they sang the hymn that henceforth was immortalized: * O bless the Lord, all you His works, and sing a hymn to Him, * and exalt Him beyond measure unto all the ages. (2) [SD]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ὑμᾶς μου σκεύη ἐκλεκτά, ἐπιγνώσομαι, εἰ τῆς ἐμῆς δωρεᾶς, σφραγὶς ἐνσημανθῇ, ἐν ὑμῖν τρισσὸν φῶς ἀπαστράπτουσα, πρὸς τὸ Βάπτισμα Χριστός, ὁ Λόγος φησί, τοῖς ῥᾳθυμίας ὄκνῳ διαμένουσιν· ἐν τούτῳ γὰρ νέαν ὁδὸν σωτηρίας, καὶ ἐλευθερίας, ζωὴν ἥκω δωρούμενος.

By this shall I recognize you as my chosen vessels, ⁄ Christ the Word tells those who hesitate to be baptized, ⁄ if you are marked with the seal of my gift, ⁄ if the three-fold Light shines brightly in you, ⁄ for I come, to give you life and freedom, ⁄ a new way of salvation! [OCA]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Τάξεως ἔμπαλιν ἐν σοί, φυσικῆς ἐστι πρᾶγμα τελούμενον νῦν, τὸ ἔλαττον καὶ γάρ, γνώμῃ εὐλογεῖται τοῦ κρείττονος· ὅθεν δέδοικα σὴν χειραπτῆσαι κάραν, τῷ Λυτρωτῇ ἐβόησεν ὁ Πρόδρομος· οὐ θέμις γὰρ χόρτον πυρὶ προσεγγίζειν, σὺ με μᾶλλον, ἁγίασον σὸν δοῦλον.

A new order of things comes to pass in You; ⁄ now the usual ways of nature come to an end, ⁄ the Forerunner cried out to the Redeemer. ⁄ Here the lesser is blessed by the purpose of the Greater! ⁄ Therefore, with fear I take Your head in my hands, ⁄ but it is not right that grass should not be consumed by fire, ⁄ but rather, sanctify me, Your servant! [OCA]

Ἕτερον Διῴδιον.

Another Two-ode Canon.

Ἦχος βʹ. Τῷ δόγματι τῷ τυραννικῷ.

Mode 2. N/M ()

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ῥᾳθυμίας ὕπνον ψυχικόν, τινάξαντες καρδίας ἐγρηγόρσει, τῷ ἐρχομένῳ καθᾶραι ψυχὰς ἐν ῥείθροις βοήσωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Let us shed the sleep of laziness from our souls through vigilance of heart. And to Him who comes to wash our souls in the river, let us cry aloud, “Bless the Lord, all you works of the Lord.” [GOASD]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ῥᾳθυμίας ὕπνον ψυχικόν, τινάξαντες καρδίας ἐγρηγόρσει, τῷ ἐρχομένῳ καθᾶραι ψυχὰς ἐν ῥείθροις βοήσωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

Let us shed the sleep of laziness from our souls through vigilance of heart. And to Him who comes to wash our souls in the river, let us cry aloud, “Bless the Lord, all you works of the Lord.” [GOASD]

Δόξα.

Glory.

Ἱκανούσθω πρᾶξις ἐν ἡμῖν, ψυχῆς ἐν ὑψηλῇ θεωρίᾳ ὅπως κατʼ ἄμφω φανέντες φαιδροί, τῷ πάντας καθαίροντι· Εὐλογεῖτε τὰ ἔργα, βοῶμεν τὸν Κύριον.

Let action abound in us, with exalted contemplation of soul, so that we may shine in both, for Him who washes all. “Bless the Lord, all you works of the Lord.” [GOASD]

Καὶ νῦν.

Both now.

Τὸ τάλαντον λόγῳ πρακτικῷ, κοσμήσαντες ἐν διπλῇ ἐργασίᾳ, πίστει τῷ δόντι Δεσπότῃ πιστοί, ὡς δοῦλοι προσάξωμεν, βαπτισθῆναι μολοῦντι, ψυχῶν εἰς ἀνάπλασιν.

O believers, who have worked twice as hard to embellish our talent with practical reason, let us as servants bring it with faith to the Master, who comes be baptized to refashion our souls. [GOASD]

Ὁ Εἱρμός.

Heirmos.

Τῷ δόγματι, τῷ τυραννικῷ, οἱ ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες, Θεὸν ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

The three righteous Servants did not obey * the impious decree of the tyrant. * And they were cast into the furnace’s fire, * where they stood confessing God, * and they sang, “Bless the Lord, all you works of the Lord.”

ᾨδὴ θʹ.

Ode ix.

Τριῴδιον.

Three-ode Canon.

Ἦχος βʹ. Ὁ Εἱρμός.

Mode 2. Heirmos.

Ἐμεγάλυνας Χριστέ, τὴν τεκοῦσάν σε Θεοτόκον, ἀφʼ ἧς ὁ πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀγνοημάτων. Ταύτην μακαρίζοντες, πᾶσαι γενεαὶ σὲ μεγαλύνομεν. (δίς)

You have magnified, O Christ, * the Theotokos who bore You. * From her You donned a body * susceptible to passion like ours, O Maker; * it delivers us from the ignorance of our offenses. * All our generations call her blessed, and we magnify You. (2) [SD]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ῥύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι ἐπαξίως, Βαπτίσματος τοῦ θείου, γνώμην ἀναλάβωμεν ἔμφρονα· ἥκει γὰρ ὁ Κτίστης, κάθαρσιν δωρήσασθαι ξένην, ῥείθροις βαπτιζόμενος, πᾶσί τε καινὴν δεῖξαι ἀλλοίωσιν.

Let us flee from every impure passion! ⁄ Instead, let us seek wisdom found in divine Baptism ⁄ for the Creator comes to grant a strange cleansing. ⁄ He is washed in the streams to offer a new change for all! [OCA]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Ἀφορῶντες εἰς Χριστόν, ταπεινούμενον ἑκουσίως, μέχρι καὶ δούλου μορφῆς, ὑπὸ τὴν αὐτοῦ χεῖρα τὴν κραταιάν, νῦν ταπεινωθῶμεν, πνεύματι συνεπαρθέντες, ὅπως βαπτιζόμενον, τοῦτον καθαροῖς ἔργοις τιμήσωμεν.

Look into the heart of Christ! ⁄ Understand His voluntary humility. ⁄ He took the form of a servant; ⁄ humble yourselves beneath His mighty hand! ⁄ e was born of a Virgin through the Spirit; ⁄ honor His Baptism with pure deeds! [OCA]

Ἕτερον Διῴδιον.

Another Two-ode Canon.

Ἦχος βʹ. Ἡ τὸν ἀχώρητον Θεόν.

Mode 2. N/M ()

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Τῆς ἁμαρτίας τὸν βαρύν, ῥύπον ἀποῤῥίψαντες, καθαροὶ τῷ πάντας καθαίροντι, ῥείθροις θείοις, ἐποφθῶμεν Δεσπότῃ.

Let us cast aside the heavy stain of sin, and let us appear clean to the Master who purifies all in divine waters. [GOASD]

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Τῆς ἁμαρτίας τὸν βαρύν, ῥύπον ἀποῤῥίψαντες, καθαροὶ τῷ πάντας καθαίροντι, ῥείθροις θείοις, ἐποφθῶμεν Δεσπότῃ.

Let us cast aside the heavy stain of sin, and let us appear clean to the Master who purifies all in divine waters. [GOASD]

Δόξα.

Glory.

Ἐν Ἰορδάνῃ ποταμῷ, βαπτισθῆναι ἥκοντι, τῷ Χριστῷ δεῦτε προσεγγίσωμεν, τῶν δακρύων, καθαρθέντες τοῖς ῥείθροις.

Having purified ourselves with streams of tears, come, let us now approach Christ, who has come to be baptized in the River Jordan. [GOASD]

Καὶ νῦν.

Both now.

Ἐν τῇ Γεννήσει σου Σωτήρ, ἡμᾶς ἑορτάσαντας, μετὰ Μάγων καὶ Ποιμένων, νῦν πρόσδεξαι, σὲ τιμῶντας, βαπτισθῆναι μολοῦντα.

O Savior, we celebrated Your Nativity with the Magi and the Shepherds. Accept us now, as we honor You who come to be baptized. [GOASD]

Ὁ Εἱρμός.

Heirmos.

Ἡ τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.

You have contained within your womb * God whom nothing can contain; * to the joy of the world you have given birth. * We sing praises to you, all-holy Virgin. [SD]

ΛΑΟΣ

PEOPLE

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι· καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit; both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil.

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

Ἀπολυτίκιον. Προεόρτιον.

Apolytikion. For the Forefeast.

Τοῦ Μηναίου - - -

From Menaion - - -

Ἦχος δʹ.

Mode 4.

Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. Ἰορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. Ἀγάλλου ὁ Ἀδὰμ σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι. (3)

O Zabulon, prepare, and be ready, Nephthalim. * Jordan River, hold your course, and exultantly receive * the Master who is coming to be baptized. * Adam leap for joy with Eve the Foremother. * No longer hide yourselves, as once in Paradise; * for having seen you naked He has appeared * to clothe you in your former vesture. * The Christ has appeared, wishing to renew * the entire creation. (3) [SD]

(Παραλείπεται ἡ ἐκτενής.)

(The “ektenia” litany has been omitted.)

ΔΙΑΚΟΝΟΣ: Σοφία.

DEACON: Wisdom.

ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον, δέσποτα.

READER: Master, give the blessing.

ΙΕΡΕΥΣ

PRIEST

Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ

HIERARCH or READER

Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων.

The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, [this Sacred Metropolis,] and this city, to the ages of ages.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΧΟΡΟΣ: Ἀμήν.

CHOIR: Amen.