2024 |
2024 |
Τῇ Τρίτῃ | Τῌ ΛΑʹ ΔΕΚΕΜΒΡΙΟΥ |
On Tuesday | December 31 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Τρίτῃ τῆς ΚΗʹ Ἑβδομάδος |
Tuesday of the 28th Week |
Πρὸς Τιμόθεον Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to Timothy. |
Βʹ Τιμ 3:16 – 17; 4:1 – 4 |
2 Tim. 3:16 – 17; 4:1 – 4 |
Τέκνον Τιμόθεε, πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος. Διαμαρτύρομαι οὖν ἐγὼ ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκροὺς κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ, κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἐπιθυμίας τὰς ἰδίας ἑαυτοῖς ἐπισωρεύσουσι διδασκάλους κνηθόμενοι τὴν ἀκοήν, καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. |
Timothy, my son, all scripture is inspired by God and profitable for teaching, for reproof, for correction, and for training in righteousness, that the man of God may be complete, equipped for every good work. I charge you in the presence of God and of the Lord Jesus Christ who is to judge the living and the dead, and by his appearing and his kingdom: preach the word, be urgent in season and out of season, convince, rebuke, and exhort, be unfailing in patience and in teaching. For the time is coming when people will not endure sound teaching, but having itching ears they will accumulate for themselves teachers to suit their own likings, and will turn away from listening to the truth and wander into myths. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Τρίτῃ τῆς ΙΕʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Tuesday of the 15th Week of Luke |
Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Mark. |
Μκ 11:11 – 23 |
Mk. 11:11 – 23 |
Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα καὶ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασε· καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾿ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα· οὐ γὰρ ἦν καιρὸς σύκων. καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ· μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψε, καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, καὶ ἐδίδασκε λέγων αὐτοῖς· οὐ γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι τοῖς ἔθνεσιν; ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. καὶ ἤκουσαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. καὶ ὅτε ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως. Καὶ παραπορευόμενοι πρωῒ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· ἔχετε πίστιν Θεοῦ. ἀμὴν γὰρ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσει ὅτι ἃ λέγει γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. |
At that time, Jesus entered Jerusalem, and went into the temple; and when he had looked round at everything, as it was already late, he went out to Bethany with the twelve. On the following day, when they came from Bethany, he was hungry. And seeing in the distance a fig tree in leaf, he went to see if he could find anything on it. When he came to it, he found nothing but leaves, for it was not the season for figs. And he said to it, “May no one ever eat fruit from you again.” And his disciples heard it. And they came to Jerusalem. And he entered the temple and began to drive out those who sold and those who bought in the temple, and he over turned the tables of the money changers and the seats of those who sold pigeons; and he would not allow any one to carry anything through the temple. And he taught, and said to them, “Is it not written, ‘My house shall be called a house of prayer for all the nations’? But you have made it a den of robbers.” And the chief priests and the scribes heard it and sought a way to destroy him; for they feared him, because all the multitude was astonished at his teaching. And when evening came he went out of the city. As they passed by in the morning, they saw the fig tree withered away to its roots. And Peter remembered and said to him, “Rabbi, look! The fig tree which you cursed has withered.” And Jesus answered them, “Have faith in God. Truly, I say to you, whoever says to this mountain, ‘Be taken up and cast into the sea,’ and does not doubt in his heart, but believes that what he says will come to pass, it will be done for him.” [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΛΑʹ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Μελάνης της Ῥωμαίας. |
On December 31, we commemorate our devout mother Melania the Roman. |
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος καὶ Πρεσβυτέρου Ζωτικοῦ τοῦ Ὀρφανοτρόφου. |
On this day we also commemorate the Martyr and Priest Zotikos who cared for orphans. |
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Γελάσιος ἐν εἰρήνῃ τελειοῦται. |
On this day St. Gelasios reposed in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δέκα Παρθένοι, αἱ ἐν Νικομηδείᾳ τοὺς ὀφθαλμοὺς διατρηθεῖσαι καὶ τὰς πλευρὰς ξεσθεῖσαι, τελειοῦνται. |
On this day the holy 10 Virgins in Nikomedia died after their eyes were pierced and the sides were scraped. |
Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ ἁγία Μάρτυς Ὀλυμπιοδώρα πυρὶ τελειοῦται. |
On this day the holy Martyr Olympiodora died by fire. |
Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ἅγιος Γάϊος ἐν εἰρήνῃ τελειοῦται. |
On this day St. Gaios reposed in peace. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον, καὶ σῶσον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us and save us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |
Εἶναι τὸ Δωδεκαήμερον. |
It is the ru.Twelve Days of Christmas |