Βιβλία - Πηγαί |
Books - Sources |
Ἱερατικόν |
Hieratikon |
Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου |
Divine Liturgy of St. John Chrysostom |
Μηναῖον - Τῌ ΚΓʹ ΔΕΚΕΜΒΡΙΟΥ |
Menaion - December 23 |
Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Κρήτῃ |
Memory of the Holy Ten Martyrs in Crete |
__________ |
__________ |
|
|
ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ |
LITURGY OF ST. JOHN CHRYSOSTOM |
Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί. |
An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here. |
Ψαλμὸς 102. |
Psalm 102. |
Ψαλμὸς 145. |
Psalm 145. |
|
|
Οἱ Μακαρισμοί. |
The Beatitudes. |
Ἦχος βʹ. |
Mode 2. |
Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV] |
Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. |
Blessed are those who mourn, for they shall be comforted. [RSV] |
Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. |
Blessed are the meek, for they shall inherit the earth. [RSV] |
Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. |
Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV] |
Κανὼν Προεόρτιος. |
Canon for the Forefeast. |
ᾨδὴ γʹ. Ἦχος βʹ. Τόξον συνετρίβη δυναστῶν. |
Ode iii. Mode 2. N/M () |
|
Τόξον συνετρίβη δυναστῶν. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. |
Blessed are the merciful, for they shall obtain mercy. [RSV] |
Δεῦτε διανοίᾳ καθαρᾷ, ἠχήσωμεν φαιδρῶς, τῶν Γενεθλίων Χριστοῦ, νῦν τὰ Προεόρτια. |
Come now, with a purified mind, let us gaily sing for the fore-feast of the Birth of Christ. [SD] |
Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. |
Blessed are the pure in heart, for they shall see God. [RSV] |
Δεῦτε διανοίᾳ καθαρᾷ, ἠχήσωμεν φαιδρῶς, τῶν Γενεθλίων Χριστοῦ, νῦν τὰ Προεόρτια. |
Come now, with a purified mind, let us gaily sing for the fore-feast of the Birth of Christ. [SD] |
Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται. |
Blessed are the peacemakers, for they shall be called sons of God. [RSV] |
Ἔρχῃ καταλῦσαι ἐν σμικρῷ, Σπηλαίῳ Βασιλεῦ, πλουτίζων με Ἰησοῦ, τῇ πολλῇ πτωχείᾳ σου. |
O King Jesus, You are coming to lodge in a narrow cave, in order to enrich me by Your profound poverty. [SD] |
Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν. |
Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV] |
Ζόφου ἐξαιρούμενος ἡμᾶς, κακίας ὁ Χριστός, προέρχεται σαρκί, τεχθῆναι ὡς ἄνθρωπος. |
Christ is coming to be born in the flesh as a man, to remove us from the darkness of wickedness. [SD] |
Ἕτερος Κανὼν Προεόρτιος. |
Another Canon of the Forefeast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
ᾨδὴ Ϛʹ. Ἦχος πλ. βʹ. Τοῦ βίου τὴν θάλασσαν. |
Ode vi. Mode pl. 2. N/M (I see when my life.) |
|
Τοῦ βίου τὴν θάλασσαν. |
Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ. |
Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV] |
Ἰδοὺ εἰς τὰ ἴδια, παραγίνεται Χριστός· οἰκειωθῶμεν χάριτι, διʼ ἀρετῶν ἐνθέων αὐτῷ πιστοί, καὶ τοῦτον δεξώμεθα, καὶ ψυχῇ καὶ καρδίᾳ φωτιζόμενοι. |
Behold, Christ is coming to His own. O believers, let us through divine virtues become His by grace; and thus illumined in soul and heart, let us receive Him. [SD] |
Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. |
Rejoice and be glad, for your reward is great in heaven. [RSV] |
Ἡ ῥίζα ἐβλάστησεν, Ἰεσσαὶ καὶ ἐξ αὐτῆς, ὁ προελθὼν Θεὸς ἡμῶν, ἐλπὶς ἐθνῶν ἀνάπαυσις καὶ τιμή, ὡς πάλαι προέφησεν, Ἠσαΐας ἐνθέως φωτιζόμενος. |
The root of Jesse has blossomed, and from it, our God, who came as the hope of the Gentiles, repose and honor, like Isaiah prophesied of old, being divinely illumined. [SD] |
Δόξα. |
Glory. |
Σειρᾶς διαλύων μου, τῶν πολλῶν ἁμαρτιῶν, ἐγκατειλίσσῃ σπάργανα, καταπλουτίζων δὲ με τὸν χαλεπῶς, κακίᾳ πτωχεύσαντα, Ἰησοῦ μου πτωχεύεις σωματούμενος. |
O my Jesus, You become poor and took on a body. You are wrapped with swaddling clothes, breaking the chains of my many sins; and you make me rich, when I was tragically made poor because of wickedness. [SD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Χειμάζει κλυδώνιον, ἐναντίων λογισμῶν, τὴν ταπεινὴν καρδίαν μου, τῶν πονηρῶν πνευμάτων ἐπιβουλαῖς, φιλάγαθε Δέσποινα, καταπράϋνον τοῦτο μεσιτείαις σου. |
As I am assaulted by evil spirits, the swelling of negative thoughts tosses my poor heart to and fro. O good and loving Lady, intervene and make it calm. [SD] |
|
|
Εἰσοδικόν. Ἦχος βʹ. |
Entrance Hymn. Mode 2. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. |
Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia. |
|
|
Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον |
Hymns after the Entrance. |
Ἀπολυτίκιον. Προεόρτιον. |
Apolytikion. For the Forefeast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος δʹ. |
Mode 4. |
Ἑτοιμάζου Βηθλεέμ, ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν, ἐξ οὗ φαγόντες ζήσομεν, οὐχὶ δὲ ὡς ὁ Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα. |
O Bethlehem, prepare, Eden is opened unto all. * And be ready, Ephrata, for the Tree of life * has in the grotto blossomed forth from the Virgin. * Indeed her womb is shown to be spiritually * a Paradise, in which is found the God-planted Tree. * And if we eat from it we shall live, and shall not die, as did Adam of old. * Christ is born, so that He might raise up * the formerly fallen image. [SD] |
Τῶν Μαρτύρων. |
For the Martyrs. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. N/M (You were so beautiful.) |
|
|
Τὴν πολυθαύμαστον Κρήτην τιμήσωμεν, τὴν ἐξανθήσασαν ἄνθη τὰ τίμια, τοὺς μαργαρίτας τοῦ Χριστοῦ, Μαρτύρων τοὺς ἀκρέμονας. Δέκα γὰρ ὑπάρχοντες, ἀριθμῷ οἱ μακάριοι, δύναμιν μυρίοπλον τῶν δαιμόνων κατῄσχυναν· διὸ καὶ τοὺς στεφάνους ἐδέξαντο, Μάρτυρες Χριστοῦ οἱ καρτερόψυχοι. |
Let us show forth our great praise of Crete ⁄ which brought forth these precious Christians: the pearls of Christ! ⁄ And these blessed ten, the offspring of martyrs, ⁄ who few in number, yet overcame all the deceits of powerful demons. ⁄⁄ Therefore these martyrs of Christ have been crowned with victory! [OCA] |
Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα· |
The Apolytikion of the parish church is sung. Then: |
|
|
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Κοντάκιον. |
Kontakion. |
Ἦχος γʹ. Αὐτόμελον. |
Mode 3. Automelon. |
|
Ἡ Παρθένος σήμερον. |
Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν Σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀποῤῥήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, Παιδίον νέον, τὸν πρὸ αἰώνων Θεόν. |
On this day the Virgin Maid * goes to the grotto to give birth * to the pre-eternal Word * in an ineffable manner. * Dance for joy, all the inhabited earth, on hearing. * Glorify along with Angels and with the shepherds * Him who willed that He appear as * a newborn Child, * the pre-eternal God. [SD] |
|
|
Ὁ Τρισάγιος Ὗμνος |
Trisagios Hymn |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. |
Holy Immortal, have mercy on us. |
|
|
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Δευτέρᾳ τῆς ΚΖʹ Ἑβδομάδος |
Monday of the 27th Week |
Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 103. |
Prokeimenon. Mode 4. Psalm 103. |
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. |
He makes His angels spirits and His ministers a flame of fire. [SAAS] |
Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα. |
Verse: Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly. [SAAS] |
Πρὸς Τιμόθεον Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to Timothy. |
Αʹ Τιμ 5:1 – 10 |
1 Tim. 5:1 – 10 |
Τέκνον Τιμόθεε, πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς, ἀλλὰ παρακάλει ὡς πατέρα, νεωτέρους ὡς ἀδελφούς, πρεσβυτέρας ὡς μητέρας, νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ. Χήρας τίμα τὰς ὄντως χήρας. εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστι καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ. ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκε. καὶ ταῦτα παράγγελλε, ἵνα ἀνεπίληπτοι ὦσιν. εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα, ἑνὸς ἀνδρὸς γυνή, ἐν ἔργοις καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. |
Timothy, my son, do not rebuke an older man but exhort him as you would a father; treat younger men like brothers, older women like mothers, younger women like sisters, in all purity. Honor widows who are real widows. If a widow has children or grandchildren, let them first learn their religious duty to their own family and make some return to their parents; for this is acceptable in the sight of God. She who is a real widow, and is left all alone, has set her hope on God and continues in supplications and prayers night and day; whereas she who is self-indulgent is dead even while she lives. Command this, so that they may be without reproach. If any one does not provide for his relatives, and especially for his own family, he has disowned the faith and is worse than an unbeliever. Let a widow be enrolled if she is not less than sixty years of age, having been the wife of one husband; and she must be well attested for her good deeds, as one who has brought up children, shown hospitality, washed the feet of the saints, relieved the afflicted, and devoted herself to doing good in every way. [RSV] |
|
|
Ἀλληλούϊα. Ἦχος βʹ. Ψαλμὸς 148. |
Alleluia. Mode 2. Psalm 148. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. αʹ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. |
Verse 1: Praise the Lord from the heavens, praise Him in the highest. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. βʹ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. |
Verse 2: Praise Him, all you His angels; praise Him, all you His hosts. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Δευτέρᾳ τῆς ΙΕʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Monday of the 15th Week of Luke |
Ἐκ τοῦ κατὰ Μᾶρκον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Mark. |
Μκ 10:46 – 52 |
Mk. 10:46 – 52 |
Τῷ καιρῷ ἐκείνῳ, ἐκπορευομένου τοῦ Ἰησοῦ ἀπὸ Ἱεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν. καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν· υἱὲ Δαυῒδ Ἰησοῦ, ἐλέησόν με. καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· υἱὲ Δαυΐδ, ἐλέησόν με. καὶ στὰς ὁ Ἰησοῦς εἶπε· φωνήσατε αὐτόν· καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· θάρσει, ἔγειρε· φωνεῖ σε. ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναστὰς ἦλθε πρὸς τὸν Ἰησοῦν. καὶ ἀποκριθεὶς λέγει αὐτῷ ὁ Ἰησοῦς· τί σοι θέλεις ποιήσω; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· ῥαββουνί, ἵνα ἀναβλέψω. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· ὕπαγε, ἡ πίστις σου σέσωκέ σε. καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ. |
At that time, as Jesus was leaving Jericho with his disciples and a great multitude, Bartimaeus, a blind beggar, the son of Timaeus, was sitting by the roadside. And when he heard that it was Jesus of Nazareth, he began to cry out and say, “Jesus, Son of David, have mercy on me!” And many rebuked him, telling him to be silent; but he cried out all the more, “Son of David, have mercy on me!” And Jesus stopped and said, “Call him.” And they called the blind man, saying to him, “Take heart; rise, he is calling you.” And throwing off his mantle he sprang up and came to Jesus. And Jesus said to him, “What do you want me to do for you?” And the blind man said to him, “Rabboni, let me receive my sight.” And Jesus said to him, “Go your way; your faith has made you well.” And immediately he received his sight and followed him on the way. [RSV] |
|
|
Ὕμνος εἰς τὴν Θεοτόκον. |
Hymn to the Theotokos. |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos. |
|
|
Κοινωνικόν. Ψαλμὸς 103. |
Communion Hymn. Psalm 103. |
Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα. |
He makes His angels spirits and His ministers a flame of fire. Alleluia. [SAAS] |
|
|
Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν. |
Hymn after Holy Communion. |
Ἦχος βʹ. |
Mode 2. |
Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν. |
We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us. |
|
|
ΑΠΟΛΥΣΙΣ |
DISMISSAL |
Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, O Christ our God. Glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Νηστεία. |
Strict: Refrain from meat, fish, oil, dairy, and eggs. |
Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων. |
It is the Christmas fast. |