2024 |
2024 |
Τῷ Σαββάτῳ | Τῌ ΚΑʹ ΔΕΚΕΜΒΡΙΟΥ |
On Saturday | December 21 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
Ὁ Ἀπόστολος |
The Epistle |
Σάββατον πρὸ τῆς Χριστοῦ Γεννήσεως. |
Saturday Before Christmas |
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Galatians. |
Γαλ 3:8 – 12 |
Gal. 3:8 – 12 |
Ἀδελφοί, προϊδοῦσα δὲ ἡ γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ Θεός, προευηγγελίσατο τῷ Ἀβραὰμ ὅτι ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη. ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ. Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσίν, ὑπὸ κατάραν εἰσί· γέγραπται γάρ· ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά· ὅτι δὲ ἐν νόμῳ οὐδεὶς δικαιοῦται παρὰ τῷ Θεῷ, δῆλον· ὅτι ὁ δίκαιος ἐκ πίστεως ζήσεται. ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλ᾽ ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. |
Brethren, the scripture, foreseeing that God would justify the Gentiles by faith, preached the gospel beforehand to Abraham, saying, “in you shall all the nations be blessed.” So then, those who are men of faith are blessed with Abraham who had faith. For all who rely on works of the law are under a curse; for it is written, “Cursed be every one who does not abide by all things written in the book of the law, and do them.” Now it is evident that no man is justified before God by the law; for “the righteous shall live by faith”; but the law does not rest on faith, for “He who does them shall live by them.” [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Σάββατον πρὸ τῆς Χριστοῦ Γεννήσεως. |
Saturday Before Christmas |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 13:19 – 29 |
Lk. 13:19 – 29 |
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ βασιλεία τοῦ Θεοῦ κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔβαλεν εἰς κῆπον ἑαυτοῦ· καὶ ηὔξησε καὶ ἐγένετο εἰς δένδρον μέγα, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατεσκήνωσεν ἐν τοῖς κλάδοις αὐτοῦ. Πάλιν εἶπε· τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Καὶ διεπορεύετο κατὰ πόλεις καὶ κώμας διδάσκων καὶ πορείαν ποιούμενος εἰς Ἱερουσαλήμ. εἶπε δέ τις αὐτῷ· Κύριε, εἰ ὀλίγοι οἱ σῳζόμενοι; ὁ δὲ εἶπε πρὸς αὐτούς· ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης· ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσιν. ἀφ᾿ οὗ ἂν ἐγερθῇ ὁ οἰκοδεσπότης καὶ ἀποκλείσῃ τὴν θύραν, καὶ ἄρξησθε ἔξω ἑστάναι καὶ κρούειν τὴν θύραν λέγοντες· Κύριε Κύριε, ἄνοιξον ἡμῖν· καὶ ἀποκριθεὶς ἐρεῖ ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ. τότε ἄρξεσθε λέγειν· ἐφάγομεν ἐνώπιόν σου καὶ ἐπίομεν, καὶ ἐν ταῖς πλατείαις ἡμῶν ἐδίδαξας· καὶ ἐρεῖ· λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀπόστητε ἀπ᾿ ἐμοῦ πάντες οἱ ἐργάται τῆς ἀδικίας. ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων, ὅταν ὄψησθε Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ πάντας τοὺς προφήτας ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ, ὑμᾶς δὲ ἐκβαλλομένους ἔξω, καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ ἀπὸ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. |
The Lord said this parable, “The kingdom of God is like a grain of mustard seed which a man took and sowed in his garden; and it grew and became a tree, and the birds of the air made nests in its branches.” And again he said, “To what shall I compare the kingdom of God? It is like leaven which a woman took and hid in three measures of flour, till it was all leavened.” He went on his way through towns and villages, teaching, and journeying toward Jerusalem. And some one said to him, “Lord, will those who are saved be few?” And he said to them, “Strive to enter by the narrow door; for many, I tell you, will seek to enter and will not be able. When once the householder has risen up and shut the door, you will begin to stand outside and to knock at the door, saying, ‘Lord, open to us.’ He will answer you, ‘I do not know where you come from.’ Then you will begin to say, ‘We ate and drank in your presence, and you taught in our streets.’ But he will say, ‘I tell you, I do not know where you come from; depart from me, all you workers of iniquity!’ There you will weep and gnash your teeth when you see Abraham and Isaac and Jacob and all the prophets in the kingdom of God and you yourselves thrust out. And men will come from east and west, and from north and south, and sit at table in the kingdom of God.” [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΑʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἁγίας Μάρτυρος Ἰουλιανῆς. |
On December 21 we commemorate the holy Martyr Julianna. |
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι πεντακόσιοι Μάρτυρες, οἱ ἐν Νικομηδείᾳ διὰ τῆς ἁγίας Ἰουλιανῆς πιστεύσαντες, ξίφει τελειοῦνται. |
On this day we also commemorate the holy 500 Martyrs who believed through St. Julianna and died by the sword in Nicomedia. |
Τῇ αὐτῇ ἡμέρᾳ αἱ ἅγιαι ἑκατὸν τριάκοντα γυναῖκες, αἱ ἐν Νικομηδείᾳ, ξίφει τελειοῦνται. |
On this day the holy 130 Martyrs died by the sword in Nicomedia. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Θεμιστοκλέους. |
On this day we commemorate the holy Martyr Themistocles. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy and save us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις οἴνου καὶ ἐλαίου. |
Wine: Wine and oil are allowed. Refrain from meat, fish, dairy, and eggs. |
Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων. |
It is the Christmas fast. |