Βιβλία - Πηγαί

Books - Sources

Ἱερατικόν

Hieratikon

Θεία Λειτουργία Ἁγ. Χρυσοστόμου

Divine Liturgy of St. John Chrysostom

Ὡρολόγιον

Horologion

Ἀπολυτίκια τῆς Ὅλης Ἑβδομάδος

Apolytikia for Weekdays

Ὀκτώηχος - Ἦχος πλ. βʹ.

Octoechos - Mode pl. 2.

Τῇ Δευτέρᾳ Πρωΐ

On Monday Morning

Μηναῖον - Τῌ Βʹ ΔΕΚΕΜΒΡΙΟΥ

Menaion - December 2

Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ

Memory of the Holy Prophet Habakkuk

__________

__________

   

   

ΛΕΙΤΟΥΡΓΙΑ ΧΡΥΣΟΣΤΟΜΟΥ

LITURGY OF ST. JOHN CHRYSOSTOM

Ἤ, ἀντὶ τῶν Ἀντιφώνων, κατὰ τὸ τυπικόν, ψάλλονται τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί.

An optional alternative to the Antiphons are the Typika (Psalms 102 and 145), and the Beatitudes with the appointed troparia, which are provided here.

Ψαλμὸς 102.

Psalm 102.

Ψαλμὸς 145.

Psalm 145.

   

   

Οἱ Μακαρισμοί.

The Beatitudes.

Ἦχος πλ. βʹ.

Mode pl. 2.

Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

In Your kingdom. Remember us, O Lord, when You come in Your kingdom. Blessed are the poor in spirit, for theirs is the kingdom of heaven [RSV]

Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Blessed are those who mourn, for they shall be comforted. [RSV]

Μακάριοι οἱ πρᾳεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.

Blessed are the meek, for they shall inherit the earth. [RSV]

Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται.

Blessed are those who hunger and thirst for righteousness, for they shall be satisfied. [RSV]

Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.

Blessed are the merciful, for they shall obtain mercy. [RSV]

Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Blessed are the pure in heart, for they shall see God. [RSV]

Τροπάρια.

Troparia.

Τῆς Ὀκτωήχου - - -

From Octoechos - - -

Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ Υἱοὶ Θεοῦ κληθήσονται.

Blessed are the peacemakers, for they shall be called sons of God. [RSV]

Μνήσθητί μου, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου, καὶ σῶσόν με, ὡς μόνος φιλάνθρωπος.

Like the robber I entreat You, O my Savior, * when You come in Your kingdom, remember me, * O Lord, and save me, O only benevolent God. [SD]

Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ Βασιλεία τῶν οὐρανῶν.

Blessed are those who are persecuted for righteousness’ sake, for theirs is the kingdom of heaven. [RSV]

Πάριδέ μου, τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ, πεπραγμένα Ἰησοῦ φιλάνθρωπε, καὶ σωζομένων, μερίδι με σύνταξον.

Overlooking * all the sins I did in knowledge * and in ignorance, Jesus my loving Lord, * I pray You, grant me a place with the saved on high. [SD]

Μακάριοι ἐστὲ ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθʼ ὑμῶν, ψευδόμενοι ἕνεκεν ἐμοῦ.

Blessed are you when men revile you and persecute you and utter all kinds of evil against you falsely [for my sake]. [RSV]

Ὁ λαμπρύνας, τῶν Ἀγγέλων τὰς χορείας, ταῖς ἐκείνων Χριστὲ παρακλήσεσι, τὸ ὀπτικόν μου, τῆς καρδίας φώτισον.

You make brilliant * all the orders of the Angels. * At their earnest entreaties on my behalf, * also enlighten the eyes of my heart, O Christ. [SD]

Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Rejoice and be glad, for your reward is great in heaven. [RSV]

Μαρτυρικόν.

For the Martyrs.

Πᾶσαν πεῖραν, ἀλγεινῶν ὑπενεγκόντες, Ἀθλοφόροι τὰ ἄλγη καὶ τραύματα, τὰ τῶν ἀνθρώπων, ἀεὶ θεραπεύετε.

For enduring * the excruciating torments, * you, O Martyrs, were given the grace from God * to heal our every trauma and tormenting pain. [SD]

Δόξα.

Glory.

Τὴν Τριάδα, τὴν ἁγίαν προσκυνοῦμεν, ὑμνουμένην Ἀγγέλων στρατεύμασιν, αὐτῇ βοῶντες· Σῶσον τὰς ψυχὰς ἡμῶν.

The angelic * hosts on high ever extol You. * We on earth sing Your glory and worship You, * and pray: O Holy Trinity, save our souls. [SD]

Καὶ νῦν. Θεοτοκίον.

Both now. Theotokion.

Λύτρωσαί με, τοῦ πυρὸς τοῦ αἰωνίου, καὶ βασάνων τῶν ἀποκειμένων μοι, Θεογεννῆτορ, ὅπως μακαρίζω σε.

I implore you, * rescue me from the eternal * fire and well-deserved torments in store for me. * And I will call you blessed, O Mother of God. [SD]

   

   

Εἰσοδικόν. Ἦχος βʹ.

Entrance Hymn. Mode 2.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα.

Come, let us worship and bow down before Christ. Save us, O Son of God, who are wondrous in the saints. We sing to You, Alleluia.

   

   

Ὕμνοι μετὰ τὴν Μικρὰν Εἴσοδον

Hymns after the Entrance.

Ἀπολυτίκιον τῆς Ἡμέρας.

Apolytikion for the Day.

Τῶν Ἀσωμάτων.

For the Angels.

Τοῦ Ὡρολογίου - - -

From Horologion - - -

Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Mode 4. You who were lifted.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

O Chief Commanders of the heavenly armies, * we the unworthy now entreat you in earnest, * to fortify us by your supplications to the Lord, * and shelter us beneath the wings of your spiritual glory, * guarding us who run to you and fervently entreat you: * As the Commanders of the hosts on high, * rescue us faithful from dangers of every kind. [SD]

Τοῦ Προφήτου.

For the Prophet.

Ἦχος βʹ.

Mode 2.

Τοῦ Προφήτου σου Ἀββακοὺμ τὴν μνήμην, Κύριε, ἑορτάζοντες, διʼ αὐτοῦ σὲ δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.

As we celebrate the memory of Your Prophet Habakkuk, through him we importune You, O Lord, that You save our souls. [SD]

Ψάλλεται τὸ Ἀπολυτίκιον τοῦ Ναοῦ. Εἴτα·

The Apolytikion of the parish church is sung. Then:

   

   

Κοντάκιον τῆς Ἡμέρας. Τῶν Ἀσωμάτων.

Kontakion for the Day. For the Angels.

Ἦχος βʹ.

Mode 2.

Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν ἀσωμάτων Ἀρχιστράτηγοι.

As God’s Chief Commanders and ministers of His divine glory, guides of humanity and leaders of the Angels, pray for what will benefit us and for great mercy, as Chief Commanders of the Bodiless Hosts. [SD]

   

   

Ὁ Τρισάγιος Ὗμνος

Trisagios Hymn

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.

Holy Immortal, have mercy on us.

   

   

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Δευτέρᾳ τῆς ΚΔʹ Ἑβδομάδος

Monday of the 24th Week

Προκείμενον. Ἦχος δʹ. Ψαλμὸς 103.

Prokeimenon. Mode 4. Psalm 103.

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

He makes His angels spirits and His ministers a flame of fire. [SAAS]

Στίχ. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον. Κύριε ὁ Θεός μου, ἐμεγαλύνθης σφόδρα.

Verse: Bless the Lord, O my soul. O Lord my God, You are magnified exceedingly. [SAAS]

Πρὸς Θεσσαλονικεῖς Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to the Thessalonians.

Αʹ Θεσ 2:20 – 3:8

1 Th. 2:20 – 3:8

Ἀδελφοί, ὑμεῖς ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά. Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς περὶ τῆς πίστεως ὑμῶν, τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα· καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾽ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθήν, πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾽ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ.

Brethren, you are our glory and joy. Therefore, when we could bear it no longer, we were willing to be left behind at Athens alone, and we sent Timothy, our brother and God’s minister and our coworker in the gospel of Christ, to establish you in your faith and to exhort you, that no one be moved by these afflictions. You yourselves know that this is to be our lot. For when we were with you, we told you beforehand that we were to suffer affliction; just as it has come to pass, and as you know. For this reason, when I could bear it no longer, I sent that I might know your faith, for fear that somehow the tempter had tempted you and that our labor would be in vain. But now that Timothy has come to us from you, and has brought us the good news of your faith and love and reported that you always remember us kindly and long to see us, as we long to see you — for this reason, brethren, in all our distress and affliction we have been comforted about you through your faith; for now we live, if you stand fast in the Lord. [RSV]

   

   

Ἀλληλούϊα. Ἦχος βʹ. Ψαλμὸς 148.

Alleluia. Mode 2. Psalm 148.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. αʹ. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

Verse 1: Praise the Lord from the heavens, praise Him in the highest. [SAAS]

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Στίχ. βʹ. Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ.

Verse 2: Praise Him, all you His angels; praise Him, all you His hosts.

Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.

Alleluia. Alleluia. Alleluia.

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Δευτέρᾳ τῆς ΙΒʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Monday of the 12th Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 20:27 – 44

Lk. 20:27 – 44

Τῷ καιρῷ ἐκείνῳ, προσελθόντες τῷ Ἰησοῦ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος· καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον· ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν. ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται· οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται· οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ. Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· διδάσκαλε, καλῶς εἶπας. οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυῒδ εἶναι; καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;

At that time, there came to Jesus some Sadducees, those who say that there is no resurrection, and they asked him a question, saying, “Teacher, Moses wrote for us that if a man’s brother dies, having a wife but no children, the man must take the wife and raise up children for his brother. Now there were seven brothers; the first took a wife, and died without children; and the second married the woman, and he died childless, and the third took her, and likewise all seven left no children and died. Afterward the woman also died. In the resurrection, therefore, whose wife will the woman be? For the seven had her as wife.” And Jesus said to them, “The sons of this age marry and are given in marriage; but those who are accounted worthy to attain to that age and to the resurrection from the dead neither marry nor are given in marriage, for they cannot die any more, because they are equal to angels and are sons of God, being sons of the resurrection. But that the dead are raised, even Moses showed, in the passage about the bush, where he calls the Lord the God of Abraham and the God of Isaac and the God of Jacob. Now he is not God of the dead, but of the living; for all live to him.” And some of the scribes answered, “Teacher, you have spoken well.” For they no longer dared to ask him any question. But he said to them, “How can they say that the Messiah is David’s son? For David himself says in the Book of Psalms, ‘The Lord said to my Lord, Sit at my right hand, till I make your enemies a stool for your feet.’ David thus calls him Lord; so how is he his son?” [RSV]

   

   

Ὕμνος εἰς τὴν Θεοτόκον.

Hymn to the Theotokos.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. More honorable than the Cherubim, and beyond compare more glorious than the Seraphim, without corruption you gave birth to God the Logos. We magnify you, the true Theotokos.

   

   

Κοινωνικόν. Ψαλμὸς 103.

Communion Hymn. Psalm 103.

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα.

He makes His angels spirits and His ministers a flame of fire. Alleluia. [SAAS]

   

   

Ὕμνος μετὰ τὴν Θ. Κοινωνίαν.

Hymn after Holy Communion.

Ἦχος βʹ.

Mode 2.

Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὓρομεν πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσεν.

We have seen the true light; we have received the heavenly Spirit; we have found the true faith, worshiping the undivided Trinity, for the Trinity has saved us.

   

   

ΑΠΟΛΥΣΙΣ

DISMISSAL

Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, O Christ our God. Glory to You.

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις ἰχθύος.

Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs.

Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων.

It is the Christmas fast.