2024 |
2024 |
Τῇ Δευτέρᾳ | Τῌ Βʹ ΔΕΚΕΜΒΡΙΟΥ |
On Monday | December 2 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Δευτέρᾳ τῆς ΚΔʹ Ἑβδομάδος |
Monday of the 24th Week |
Πρὸς Θεσσαλονικεῖς Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Thessalonians. |
Αʹ Θεσ 2:20 – 3:8 |
1 Th. 2:20 – 3:8 |
Ἀδελφοί, ὑμεῖς ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά. Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι, καὶ ἐπέμψαμεν Τιμόθεον, τὸν ἀδελφὸν ἡμῶν καὶ διάκονον τοῦ Θεοῦ καὶ συνεργὸν ἡμῶν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑμᾶς περὶ τῆς πίστεως ὑμῶν, τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις. αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα· καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν θλίβεσθαι, καθὼς καὶ ἐγένετο καὶ οἴδατε. διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων καὶ εἰς κενὸν γένηται ὁ κόπος ἡμῶν. Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾽ ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθήν, πάντοτε ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν καθάπερ καὶ ἡμεῖς ὑμᾶς, διὰ τοῦτο παρεκλήθημεν, ἀδελφοί, ἐφ᾽ ὑμῖν ἐπὶ πάσῃ τῇ θλίψει καὶ ἀνάγκῃ ἡμῶν διὰ τῆς ὑμῶν πίστεως· ὅτι νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. |
Brethren, you are our glory and joy. Therefore, when we could bear it no longer, we were willing to be left behind at Athens alone, and we sent Timothy, our brother and God’s minister and our coworker in the gospel of Christ, to establish you in your faith and to exhort you, that no one be moved by these afflictions. You yourselves know that this is to be our lot. For when we were with you, we told you beforehand that we were to suffer affliction; just as it has come to pass, and as you know. For this reason, when I could bear it no longer, I sent that I might know your faith, for fear that somehow the tempter had tempted you and that our labor would be in vain. But now that Timothy has come to us from you, and has brought us the good news of your faith and love and reported that you always remember us kindly and long to see us, as we long to see you — for this reason, brethren, in all our distress and affliction we have been comforted about you through your faith; for now we live, if you stand fast in the Lord. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Δευτέρᾳ τῆς ΙΒʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Monday of the 12th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 20:27 – 44 |
Lk. 20:27 – 44 |
Τῷ καιρῷ ἐκείνῳ, προσελθόντες τῷ Ἰησοῦ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος· καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον· ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν. ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται· οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται· οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες. ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ. Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν. ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· διδάσκαλε, καλῶς εἶπας. οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν. Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυῒδ εἶναι; καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν; |
At that time, there came to Jesus some Sadducees, those who say that there is no resurrection, and they asked him a question, saying, “Teacher, Moses wrote for us that if a man’s brother dies, having a wife but no children, the man must take the wife and raise up children for his brother. Now there were seven brothers; the first took a wife, and died without children; and the second married the woman, and he died childless, and the third took her, and likewise all seven left no children and died. Afterward the woman also died. In the resurrection, therefore, whose wife will the woman be? For the seven had her as wife.” And Jesus said to them, “The sons of this age marry and are given in marriage; but those who are accounted worthy to attain to that age and to the resurrection from the dead neither marry nor are given in marriage, for they cannot die any more, because they are equal to angels and are sons of God, being sons of the resurrection. But that the dead are raised, even Moses showed, in the passage about the bush, where he calls the Lord the God of Abraham and the God of Isaac and the God of Jacob. Now he is not God of the dead, but of the living; for all live to him.” And some of the scribes answered, “Teacher, you have spoken well.” For they no longer dared to ask him any question. But he said to them, “How can they say that the Messiah is David’s son? For David himself says in the Book of Psalms, ‘The Lord said to my Lord, Sit at my right hand, till I make your enemies a stool for your feet.’ David thus calls him Lord; so how is he his son?” [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀββακούμ |
Memory of the Holy Prophet Habakkuk |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Προφήτου. |
For the Prophet. |
Πρὸς Ρωμαίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Romans. |
Ρωμ 11:2 – 12 |
Rom. 11:2 – 12 |
Ἀδελφοί, οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου. ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῷ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν. εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραήλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν, καθὼς γέγραπται· ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας. καὶ Δαυῒδ λέγει· γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον. Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσι; μὴ γένοιτο· ἀλλὰ τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν; |
Brethren, do you not know what the scripture says of Elijah, how he pleads with God against Israel? “Lord, they have killed your prophets, they have demolished your altars, and I alone am left, and they seek my life.” But what is God’s reply to him? “I have kept for myself seven thousand men who have not bowed the knee to Baal.” So too at the present time there is a remnant, chosen by grace. But if it is by grace, it is no longer on the basis of works; otherwise grace would no longer be grace. But if it is by works, it is no longer on the basis of grace, otherwise work would no longer be work. What then? Israel failed to obtain what it sought. The elect obtained it, but the rest were hardened, as it is written, “God gave them a spirit of stupor, eyes that should not see and ears that should not hear, down to this very day.” And David says, “Let their table become a snare and a trap, a pitfall and a retribution for them; let their eyes be darkened so that they cannot see, and bend their backs for ever.” So I ask, have they stumbled so as to fall? By no means! But through their trespass salvation has come to the Gentiles, so as to make Israel jealous. Now if their trespass means riches for the world, and if their failure means riches for the Gentiles, how much more will their full inclusion mean? [RSV] |
__________ |
__________ |
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
2024 |
2024 |
Τῌ Βʹ ΔΕΚΕΜΒΡΙΟΥ |
December 2 |
Μνήμη τοῦ Ὁσίου Πορφυρίου τοῦ Καυσοκαλυβίτου |
Memory of Devout St. Porphyrios of Kafsokalyvia |
Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ |
The Readings from Vespers the Previous Evening |
Συμπλήρωμα Μηναίου - - - |
Menaion Supplement - - - |
Σολ γʹ 1 – 9 |
WSol 3:1 – 9 |
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφʼ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπʼ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. |
The souls of the righteous are in the hand of God, and no torture will ever touch them. In the eyes of the undiscerning they seemed to have died, and their departure was considered to be misfortune, and their passage from us to be their destruction; but they are at peace. For though in man’s view they were punished, their hope is full of immortality. Though chastened in a few things, great kindness will be shown them, for God tested them and found them worthy of Himself. He tested them like gold in a furnace and accepted them as a whole burnt offering. In the time of their visitation they will shine forth, and they will run about like sparks through straw. They will judge nations and rule over peoples, and the Lord shall reign over them unto the ages. Those who trust in Him will understand truth, and the faithful shall continue with Him in love, because grace and mercy are upon His elect [and He watches over His holy ones]. [SAAS] |
Σολ εʹ 15. Ϛʹ 3 |
WSol 5:15 – 6:3 |
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντίς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατʼ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου. |
The righteous live forever, and their reward is with the Lord; and their care is by the Most High. Therefore they shall receive a kingly dwelling of dignity and a crown of beauty from the hand of the Lord, because He will shelter them with His right hand and protect them with His arm. He will take His zeal as His full armor and will turn His creation into weapons against His enemies. He will wear righteousness as a breastplate and put on impartial judgment as a helmet. He will take holiness as an unconquerable shield and sharpen His relentless wrath for a sword; and creation will fight with Him against the senseless. Well-aimed flashes of lightning will strike and leap to their object as from a well-drawn bow of clouds; and hailstones full of anger will be hurled as from an engine of war. The water of the sea will be vexed with them, and the rivers will wash over them severely. A powerful wind will oppose them, and like a storm it will winnow them away. Lawlessness will lay waste all the earth, and wrongdoing will overturn the thrones of rulers. Listen therefore, O kings, and understand; learn, O judges of the ends of the earth. Give ear, you that rule over multitudes, and take pride in yourself over a multitude of nations. For power was given to you from the Lord, and your lordship from the Most High. [SAAS] |
Σολ 4:7 – 15 |
WSol 4:7 – 15 |
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. |
Though a righteous man may die before his time, he shall be at rest. For old age is not honored for its length of existence, nor measured by its number of years; but discernment is gray hair for mankind, and a spotless life is the maturity of old age. There was once a man pleasing to God and loved by Him, and while living among sinners he was taken up. He was caught up lest evil change his understanding or deceit deceive his soul. For envy arising from lack of judgment obscures what is good, and a whirling of desire undermines an innocent heart. He was made perfect, for in a short time he fulfilled long years, for his soul was pleasing to the Lord; therefore, He took him early from the midst of evil. Yet peoples saw this but did not understand, nor take such a thing to heart, that the Lord’s grace and mercy are with His elect and that He watches over His holy ones. [SAAS] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Ὁσίου. |
For the Devout Man. |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
Εβρ 13:17 – 21 |
Heb. 13:17 – 21 |
Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. |
Brethren, obey your leaders and submit to them; for they are keeping watch over your souls, as men who will have to give account. Let them do this joyfully, and not sadly, for that would be of no advantage to you. Pray for us, for we are sure that we have a clear conscience, desiring to act honorably in all things. I urge you the more earnestly to do this in order that I may be restored to you the sooner. Now may the God of peace who brought again from the dead our Lord Jesus, the great Shepherd of the sheep, by the blood of the eternal covenant, equip you for every good work that you may do his will, working in you that which is pleasing in his sight, through Jesus Christ; to whom be glory for ever and ever. Amen. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τοῦ Ὁσίου. |
For the Devout Man. |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 6:17 – 23 |
Lk. 6:17 – 23 |
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· Mακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ. |
At that time, Jesus stood on a level place, with a great crowd of his disciples and a great multitude of people from all Judea and Jerusalem and the seacoast of Tyre and Sidon, who came to hear him and to be healed of their diseases; and those who were troubled with unclean spirits were cured. And all the crowd sought to touch him, for power came forth from him and healed them all. And he lifted up his eyes on his disciples, and said: “Blessed are you poor, for yours is the Kingdom of God. Blessed are you that hunger now, for you shall be satisfied. Blessed are you that weep now, for you shall laugh. Blessed are you when men hate you, and when they exclude you and revile you, and cast out your name as evil, on account of the Son of man! Rejoice in that day, and leap for joy, for behold, your reward is great in heaven.” [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Βʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἁγίου Προφήτου Ἀββακούμ. |
On December 2, we commemorate the holy Prophet Habakkuk. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμην τῶν ὁσίων Πατέρων ἡμῶν καὶ ἐρημιτῶν Ἰωάννου, Ἡρακλαίμονος, Ἀνδρέου, καὶ Θεοφίλου. |
On this day we also commemorate our devout fathers the hermits John, Heraklaemon, Andrew, and Theophilos. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Μάρτυρος Μυρόπης. |
On this day we also commemorate the holy martyr Myropi. |
Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Κυρίλλου τοῦ Φιλεώτου, ἀσκήσαντος ἐν ἔτει ͵αξʹ (1060). |
We also commemorate our devout father Cyril Phileotis, who was an ascetic in the year 1060. |
Ὁ ἅγιος Ἄβιβος (ὁ Νέος) ἐν πυρὶ τελειοῦται. |
Saint Habib the New, died by fire. |
Ὁ ἐν ἁγίοις Πατρὸς ἡμῶν Σολομών, ὁ Ἀρχιεπίσκοπος Ἐφέσου, ἐν εἰρήνῃ τελειοῦται. |
Our father among the saints Solomon, Archbishop of Ephesus, died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Πορφυρίου, τοῦ Καυσοκαλυβίτου, τοῦ διορατικοῦ καὶ θαυματουργοῦ. |
On this day we also commemorate our devout and God-bearing father Porphyrios of Kafsokalyvia, the clairvoyant and miracle-worker. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις ἰχθύος. |
Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs. |
Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων. |
It is the Christmas fast. |