Βιβλία - Πηγαί |
Books - Sources |
Ὡρολόγιον - Μεσονυκτικόν |
Horologion - Midnight Office |
Τῆς Κυριακῆς |
For Sunday |
Ὀκτώηχος - Ἦχος πλ. βʹ. |
Octoechos - Mode pl. 2. |
Τῇ Κυριακῇ Πρωΐ |
On Sunday Morning |
__________ |
__________ |
|
|
ΜΕΣΟΝΥΚΤΙΚΟΝ |
MIDNIGHT OFFICE |
ΙΕΡΕΥΣ |
PRIEST |
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is our God always, now and ever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν. |
Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one. [GOA] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀμήν. Κύριε, ἐλέησον. (ιβʹ) |
Amen. Lord, have mercy. (12) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. |
Come, let us worship and bow down before God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. |
Come, let us worship and bow down before Christ God our King. |
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν. |
Come, let us worship and bow down before Him, Christ our King and God. |
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
ΧΟΡΟΣ |
CHOIR |
Κανὼν Τριαδικός. |
Canon for the Trinity. |
ᾨδὴ αʹ. |
Ode i. |
Ἦχος πλ. βʹ. Ὡς ἐν ἠπείρῳ πεζεύσας. |
Mode pl. 2. N/M (When they had walked.) |
|
Ὡς ἐν ἠπείρῳ πεζεύσας. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Τρεῖς ὑποστάσεις ὑμνοῦμεν θεαρχικάς, ἑνιαίας φύσεως, ἀπαράλλακτον μορφήν, ἀγαθὸν φιλανθρωπον Θεόν, τῶν πταισμάτων ἱλασμὸν ἡμῖν δωρούμενον. |
We extol three divine hypostases of single nature, identical essence, our good and humane God, who grants us forgiveness of offenses. [GOASD] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Ὁ ὑπερούσιος μόνος καὶ τριλαμπής, χαρακτῆρσι Κύριος, ἐν Θεότητι μιᾷ, πεφυκὼς συνέτισον ἡμᾶς, καὶ ἀξίωσον τῆς σῆς θείας ἐλλάμψεως. |
Only Lord, superessential, thrice-radiant in persons and one Godhead, give us understanding, and count us worthy of Your divine illumination. [GOASD] |
Δόξα. |
Glory. |
Νυμφοστολήσας ὁ Παῦλος τὴν ἐξ ἐθνῶν, Ἐκκλησίαν ἕνα σε, τρισυπόστατον Θεόν, προσκυνεῖν ἐδίδαξεν, ἐξ οὗ καὶ διʼ οὗ περ, καὶ ἐν ᾧ τὰ πάντα γέγονεν. |
Paul, who was like the bridal escort of the Church of the Gentiles, taught her to worship You, one God in three hypostases, from whom and through whom and in whom all things came to be. [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ἐκ τῆς γαστρός σου προῆλθεν ὁ νοητός, Θεοτόκε Ἥλιος, καὶ κατηύγασεν ἡμᾶς, τριφαοῦς Θεότητος αὐγαῖς, ὃν ὑμνοῦντες εὐσεβῶς, σὲ μακαρίζομεν. |
O Theotokos, the spiritual Sun came forth from your womb, and He shined on us with rays of the thrice-radiant Godhead. We devoutly extol Him, and we call you blessed. [GOASD] |
ᾨδὴ γʹ. |
Ode iii. |
Ἦχος πλ. βʹ. Οὔκ ἐστιν ἅγιος. |
Mode pl. 2. N/M (No one is holy.) |
|
Οὔκ ἐστιν ἅγιος. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Κοσμήσας τρίφωτε Θεέ, Τάξεις τὰς οὐρανίους, κατεσκεύασας μέλπειν, τρισαγίαις σε φωναῖς, δέξαι μεθʼ ὧν καὶ ἡμᾶς, ἀνυμνοῦντας σοῦ τὴν ἀγαθότητα. |
O thrice-radiant God, You ordered the heavenly Ranks, and You equipped them to sing thrice-holy hymns. We pray You accept us when we sing with them the praises of Your goodness. [GOASD] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Τὴν μόνην ἄτρεπτον τριττήν, σύμμορφον ἑνιαίαν, θεαρχίαν ὑμνοῦντες, λιτάζομέν σε θερμῶς, ἁμαρτημάτων πολλῶν, καταπέμψαι νῦν ἡμῖν συγχώρησιν. |
As we extol the only immutable, triple, consubstantial, single Godhead, we earnestly entreat You to send down to us forgiveness of our many sins. [GOASD] |
Δόξα. |
Glory. |
Ὁ Νοῦς ὁ ἄναρχος Πατήρ, σύμμορφε Θεοῦ Λόγε, καὶ τὸ Πνεῦμα τὸ θεῖον, τὸ ἀγαθὸν καὶ εὐθές, τοὺς ἀνυμνοῦντας πιστῶς, τὸ σὸν κράτος φρούρησον ὡς εὔσπλαγχνος. |
O Father, the unoriginate Nous, O consubstantial Logos of God, O good and right Holy Spirit, guard all who faithfully extol Your dominion, O compassionate Lord. [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Νομὴν ἀνέστειλε φθορᾶς, ἄνθρωπος κατʼ οὐσίαν, γεγονὼς ὁ Θεός μου, ἐν τῇ μήτρᾳ σου Ἁγνή, καὶ τοὺς γενάρχας τῆς πρίν, καταδίκης μόνος ἠλευθέρωσε. |
O pure Virgin, my God became man by nature in your womb. He arrested the spread of corruption, and He alone freed our first ancestors from the ancient guilty verdict. [GOASD] |
Κάθισμα. |
Kathisma. |
Ἦχος πλ. βʹ. Τὴν ὑπὲρ ἡμῶν. |
Mode pl. 2. When You had fulfilled. |
|
Τὴν ὑπὲρ ἡμῶν. |
Δέσποτα Θεέ, ἐπίβλεψον οὐρανόθεν, ἴδε τὴν ἡμῶν ταπείνωσιν ὡς οἰκτίρμων, καὶ σπλαγχνίσθητι φιλάνθρωπε πανάγαθε· οὐδαμόθεν γὰρ ἐλπίζομεν, συγχωρήσεως τεύξασθαι, τῶν κακῶν ὧν ἡμάρτομεν· διὸ γενοῦ μεθʼ ἡμῶν, καὶ οὐδεὶς καθʼ ἡμῶν. |
Master, Lord and God, we entreat, look down from heaven, * and behold our lowliness, in Your great compassion; * and have mercy, O all-good One, in Your benevolence. * There is no one else from whom we hope * to obtain the forgiveness of * all the sins we are guilty of. * So please be with us, O God, and against us is none. [GOASD] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Ἦχος πλ. βʹ. Τὴν ὑπὲρ ἡμῶν. |
Mode pl. 2. When You had fulfilled. |
Δέσποινα ἁγνή, ἐπίβλεψον οὐρανόθεν, ἴδε τῶν ἡμῶν τραυμάτων τὰς ἀλγηδόνας, καὶ σπλαγχνίσθητι πανάχραντε, καὶ ἴασαι τοῦ συνειδότος τὸν καύσωνα, τῷ σῷ ἐλέει δροσίζουσα, καὶ βοῶσα τοῖς δούλοις σου. Ἐγώ εἰμι μεθʼ ὑμῶν, καὶ οὐδεὶς καθʼ ὑμῶν. |
Lady, good and pure, we entreat, look down from heaven, * and behold our many wounds and the pain we suffer; * and have mercy, holy Virgin all-immaculate. * Cure the searing of our consciences * with your mercy like refreshing dew. * We your servants long to hear you say * that you are with us, and thus against us there is none. [GOASD] |
ᾨδὴ δʹ. |
Ode iv. |
Ἦχος πλ. βʹ. Χριστός μου δύναμις. |
Mode pl. 2. N/M (The holy Church of God.) |
|
Χριστός μου δύναμις. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Ὑψοῦ διάνοιαν, Μονὰς ἡ τρίφωτος, καὶ ψυχὴν καὶ καρδίαν σῶν ὑμνητῶν, θᾶττον ἀναβίβασον, καὶ τῆς ἐλλάμψεως τῆς σῆς, καὶ λαμπρότητος ἀξίωσον. |
O thrice-radiant Unity, we implore You exalt our minds, and uplift the souls and hearts of those who extol You, and count us worthy of Your illumination and splendor. [GOASD] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Μετασχημάτισον, καὶ μεταμόρφωσον, ἐκ κακίας με πάσης πρὸς ἀρετήν, μόνη ἀσχημάτιστε, καὶ ἀναλλοίωτε Τριάς, ταῖς σαῖς αἴγλαις καταλάμπρυνον. |
O only undepictable and unchanging Trinity, transform me and transfigure me from every vice to virtue, and make me resplendent with Your radiance. [GOASD] |
Δόξα. |
Glory. |
Νοήσας πρότερον, σοφῶς ὑπέστησας, τῶν Ἀγγέλων τὰς τάξεις λειτουργικάς, σοῦ τῆς ἀγαθότητος, ἡ τρισυπόστατος Μονάς, μεθʼ ὧν δέξαι μου τὴν αἴνεσιν. |
O Unity in three hypostases, You first conceived of them and then with wisdom gave existence to the ministering ranks of the Angels. Accept me as I join them praising of Your benevolence. [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ὁ φύσει ἄκτιστος, Θεὸς ἀΐδιος, τὴν κτιστὴν τῶν ἀνθρώπων προσειληφώς, φύσιν ἀνεμόρφωσεν, ἐν τῇ ἁγίᾳ σου γαστρί, Θεοτόκε ἀειπάρθενε. |
O ever-virgin Theotokos, it was in your womb that the connaturally uncreated and eternal God assumed created human nature and refashioned it. [GOASD] |
ᾨδὴ εʹ. |
Ode v. |
Ἦχος πλ. βʹ. Τῷ θείῳ φέγγει σου. |
Mode pl. 2. N/M (With Your divine light.) |
|
Τῷ θείῳ φέγγει σου. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Νοοῦντες φύσιν θεαρχικήν, προνοητικὴν καὶ σωστικήν, πάντων ὑπάρχουσαν Δέσποτα, τρίφωτόν τε μίαν πρὸς σὲ ὀρθρίζομεν, συγχώρησιν αἰτοῦντες τῶν παραπτώσεων. |
O Master, as we consider the divine nature, that it is providential and able to preserve and save all things, and thrice-radiant and one, we rise early in the morning to You, praying that You forgive our sins. [GOASD] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Πατὴρ ὁ ἄναρχος καὶ Θεός, καὶ ὁ συναΐδιος Υἱός, Πνεῦμα τὸ ἅγιον στήριξον, μοναρχικωτάτη Τριάς, τοὺς σοὺς ὑμνητάς, καὶ πάσης ἐπηρείας ῥῦσαι καὶ θλίψεως. |
O unoriginate Father and God, and co-eternal Son, and Holy Spirit, the monarchical Trinity, we pray You strengthen us who sing Your praise, and deliver us from all abuse and affliction. [GOASD] |
Δόξα. |
Glory. |
Ῥυθμίζων λάμψεσι θεουργοῖς, καὶ πρὸς εὐαρέστησιν τῆς σῆς, τρισυποστάτου Θεότητος, Ἥλιε τῆς δόξης καθοδηγῶν με ἀεί, τῆς ἄνω Βασιλείας μέτοχον ποίησον. |
O Sun of glory, train me with Your theurgic radiance, and ever guide me to be well-pleasing to Your Godhead in three hypostases, and make me a partaker of Your Kingdom on high. [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ὁ πάντα φέρων καὶ συντηρῶν, τῇ παντοδυνάμῳ σου χειρί, Λόγε Θεοῦ ἀναλλοίωτε, φρούρει, καὶ συντήρει, τοὺς σὲ δοξάζοντας, πρεσβείαις τῆς τεκούσης σε Θεομήτορος. |
O immutable Logos of God, You hold and preserve all things with your almighty hand. Guard and preserve us who are glorifying You, at the intercession of the Mother of God who gave birth to You. [GOASD] |
ᾨδὴ Ϛʹ. |
Ode vi. |
Ἦχος πλ. βʹ. Τοῦ βίου τὴν θάλασσαν. |
Mode pl. 2. N/M (I see when my life.) |
|
Τοῦ βίου τὴν θάλασσαν. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Σοφίαν καὶ σύνεσιν, θεαρχία τριφαής, τοῖς ὑμνηταῖς σου δώρησαι, καὶ τοῦ κάλλους ἀκτῖσι τοῦ φωτουργοῦ, τῆς σῆς ἀγαθότητος, καταλάμπεσθαι πάντας καταξίωσον. |
O thrice-radiant Godhead, grant wisdom and understanding to those who sing Your praise, and count them all worthy to be enlightened with the rays of the illuminating beauty of Your benevolence. [GOASD] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Σοφίαν καὶ σύνεσιν, θεαρχία τριφαής, τοῖς ὑμνηταῖς σου δώρησαι, καὶ τοῦ κάλλους ἀκτῖσι τοῦ φωτουργοῦ, τῆς σῆς ἀγαθότητος, καταλάμπεσθαι πάντας καταξίωσον. |
O thrice-radiant Godhead, grant wisdom and understanding to those who sing Your praise, and count them all worthy to be enlightened with the rays of the illuminating beauty of Your benevolence. [GOASD] |
Δόξα. |
Glory. |
Φῶς τὸ ἀδιαίρετον, κατʼ οὐσίαν τριλαμπές, παντοκρατὲς ἀπρόσιτον, τὰς καρδίας καταύγασον τῶν πιστῶς, αἰνούντων τὸ κράτος σου, καὶ πρὸς θείαν ἀγάπην ἀναπτέρωσον. |
O undivided Light, in essence thrice-radiant, almighty, and unapproachable: shine in the hearts of those who faithfully praise Your dominion, and launch them towards Your divine love. [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ἐν σοὶ κατεσκήνωσεν, Ἀειπάρθενε σαφῶς, ὁ συνοχεὺς καὶ Κύριος, τῶν ἁπάντων, καὶ μίαν τρισσολαμπῆ, μορφὴν τῆς Θεότητος, προσκυνεῖν τοὺς ἀνθρώπους εἰσηγήσατο. |
O Ever-Virgin, the Lord who upholds all things clearly dwelt in you, and He taught humanity to worship one thrice-radiant essence of the Godhead. [GOASD] |
Κάθισμα. |
Kathisma. |
Ἦχος πλ. βʹ. Τὴν ὑπὲρ ἡμῶν. |
Mode pl. 2. When You had fulfilled. |
|
Τὴν ὑπὲρ ἡμῶν. |
Πάτερ καὶ Υἱέ, σὺν Πνεύματι τῷ ἁγίῳ, βλέψον εἰς ἡμᾶς, τοὺς πίστει σε προσκυνοῦντας, καὶ δοξάζοντας τὸ κράτος σου Εὔσπλαγχνε, σὺν τοῖς πυρίνοις οἱ πήλινοι· ἄλλον γὰρ πλήν σου οὐκ οἴδαμεν, καὶ βόησον τοῖς ὑμνοῦσί σε· Ἐγώ εἰμι μεθʼ ὑμῶν, καὶ οὐδεὶς καθʼ ὑμῶν. |
We entreat You, Father and Son and Holy Spirit, * look upon us who, though clay, join the fiery angels, * as we worship You with faith and as we glorify * Your dominion, O merciful Lord. * e know no other God but You. * We extol You, and we long to hear * You tell us, “I am with you, and against you is none.” [GOASD] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Ἦχος πλ. βʹ. Τὴν ὑπὲρ ἡμῶν. |
Mode pl. 2. When You had fulfilled. |
Βλέψον εἰς ἡμᾶς, πανύμνητε Θεοτόκε, λάμψον φωτισμόν, καρδίαις ἐσκοτισμέναις, καὶ καταύγασον τὴν ποίμνην σου Πανάχραντε· ὅσα γὰρ θέλεις καὶ δύνασαι, ὡς Μήτηρ οὖσα τοῦ κτίστου σου, καὶ βόησον τοῖς αἰτοῦσί σε· Ἐγώ εἰμι μεθʼ ὑμῶν, καὶ οὐδεὶς καθʼ ὑμῶν. |
Look at us, we pray you, all-lauded Theotokos. * Shine into our darkened hearts God’s illumination, * and enlighten us, your flock, O all-immaculate. * We know that you can do anything * you will, as the Mother of your own * Creator. And we long to hear * you tell us, “I am with you, and against you is none.” [GOASD] |
ᾨδὴ ζʹ. |
Ode vii. |
Ἦχος πλ. βʹ. Δροσοβόλον μὲν τὴν κάμινον. |
Mode pl. 2. N/M (In the furnace the Lord’s Angel.) |
|
Δροσοβόλον μὲν τὴν κάμινον. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Ῥωμαλέαν μοι διάνοιαν πρυτάνευσον, τρίφωτε χαρακτῆρσι Μονάς, τοῦ φυλάττειν σου, καὶ τηρεῖν τὰς θείας ἐντολάς, καὶ πάντοτε ψάλλειν σοι πιστῶς· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
O Unity thrice-radiant in hypostases, grant me a strong mind, that I may keep and obey Your divine commandments, and that I may always sing to You with faith: Blessed are You, the God of our fathers. [GOASD] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Ὡς ταυτότητι τῆς φύσεως ὑμνούμενος, ἀφράστως ἑνιαῖος Θεός, τοῖς προσώποις δέ, τῆς Τριάδος φέρων ἀριθμόν, συντήρησον ἅπαντας ἡμᾶς, ἀπὸ ποικίλων πειρασμῶν, καὶ περιστάσεων. |
You are extolled as identical in nature, God ineffably single, and in persons having the number of the Trinity. Preserve us, one and all, from various temptations and calamities. [GOASD] |
Δόξα. |
Glory. |
Συμφυῆ καὶ συναΐδιον δοξάζομεν, ἕνα σε κατʼ οὐσίαν Θεόν, ἰδιότησιν ἀσυγχύτως ὑποστατικαῖς, Τριὰς τὸ διάφορον ἁπλῶς, προβαλλομένη ἐν μορφῇ, ἀπαραλλάκτῳ σαφῶς. |
O Trinity, You present the difference in hypostatic properties simply and without confusion, clearly unchanging in nature. We glorify You, one God in essence, consubstantial, and co-eternal. [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ὁ Θεὸς ὁ ὑπερούσιος προσείληφεν, Ἄχραντε, ἐκ γαστρός σου ἁγνῆς, τὸ ἡμέτερον φιλανθρώπως, φύραμα σαφῶς, καὶ πάντας ἐδίδαξε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. |
O immaculate Virgin, our superessential God truly assumed our nature from your pure womb; and He taught all to sing: “Blessed are You, the God of our fathers.” [GOASD] |
ᾨδὴ ηʹ. |
Ode viii. |
Ἦχος πλ. βʹ. Ἐκ φλογὸς τοῖς Ὁσίοις. |
Mode pl. 2. N/M (From the flame.) |
|
Ἐκ φλογὸς τοῖς Ὁσίοις. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Ἱλασμὸν τῶν πταισμάτων θᾶττον παράσχου μοι, καὶ παθῶν πολυτρόπων τὴν ἀπολύτρωσιν, σύμμορφε Τριάς, καὶ Μονὰς τρισυπόστατε, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας. |
I implore You grant me forgiveness of offenses, and free me from the various passions, O consubstantial Trinity and Unity in three hypostases, that I may glorify You unto all the ages. [GOASD] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Θελητὴς τοῦ ἐλέους καταγγελλόμενος, ὡς Θεὸς ἐλεήμων πάντας ἐλέησον, τρίφωτε Μονάς, καὶ Τριὰς ὁμοούσιε, τοὺς δοξολογοῦντας, τὴν σὴν μεγαλωσύνην. |
It is said You delight in mercy, O merciful God. O thrice-radiant Unity and consubstantial Trinity, have mercy on all who glorify your majesty. [GOASD] |
Δόξα. |
Glory. |
Ἐκ φωτὸς ἀϊδίου, φῶς συναΐδιον, τοῦ Πατρὸς γεννηθέντα Λόγον σὺν Πνεύματι, τῷ ἐκπορευτῷ φωτὶ πίστει δοξάζομεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. |
Co-eternal light of eternal light, the Logos was begotten of the Father, from whom the light, the Spirit, proceeds. In faith we glorify the Trinity, exalting beyond measure, unto all the ages. [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ἰατρὸν τοῖς ἀνθρώποις Ἄχραντε τέτοκας, παντοδύναμον Λόγον Χριστὸν τὸν Κύριον, τῆς προγονικῆς πληγῆς, πάντας ἰώμενον, τοὺς ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας. |
O immaculate Virgin, you gave birth to the Physician of humanity, the almighty Logos, Christ the Lord, who heals the ancestral wound of all who exalt Him beyond measure, unto all the ages. [GOASD] |
ᾨδὴ θʹ. |
Ode ix. |
Ἦχος πλ. βʹ. Θεὸν ἀνθρώποις. |
Mode pl. 2. N/M (It is impossible.) |
|
Θεὸν ἀνθρώποις. |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Ὁρᾷν αἱ τάξεις Χερουβεὶμ Δέσποτα, κάλλους τοῦ σοῦ τὴν δόξαν οὐ δυνάμεναι πτέρυξι, κατακαλυπτόμεναι, ἀπαύστως τριττόν, ὕμνον ἀναβοῶσι, τὸ τρισυπόστατον, τῆς σῆς θεαρχίας ἑνικῆς κράτος δοξάζουσι. |
O Master, the ranks of Cherubim, are unable to gaze at the glory of Your beauty. So they cover themselves with their wings and unceasingly sing the thrice-holy hymn, and they glorify Your single Godhead’s dominion in three hypostases. [GOASD] |
Ἁγία Τριάς, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. |
Holy Trinity, our God, have mercy on us and save us. |
Τὰς σὰς ἐλλάμψεις ἄδυτε Ἥλιε, σῶν οἰκετῶν παράσχου ταῖς καρδίαις, καὶ φώτισον τὰς ψυχάς, καὶ λύτρωσαι πταισμάτων πολλῶν, μόνε παντελεῆμον, καὶ τρισυπόστατε, καὶ τῆς ἀκηράτου σου ζωῆς, ἡμᾶς ἀξίωσον. |
O never-setting Sun, only all-merciful God in three hypostases, grant Your radiance to the hearts of Your servants. Illumine our souls, and free us from many offenses, and count us worthy of Your immortal life. [GOASD] |
Δόξα. |
Glory. |
Ἡ φῶς ὁμότιμον καὶ τρισήλιον, καὶ φωτουργὸν Θεότης πεφυκυῖα καταύγασον, τοὺς πιστῶς σε μέλποντας, καὶ τῆς ζοφερᾶς, ῥῦσαι κακοπραγίας, καταξίωσον, τῶν φωτεινοτάτων σου σκηνῶν, ὡς ὑπεράγαθος. |
O Godhead, coequal, tri-solar, and light-giving light, illumine those who sing of You with faith, and deliver them from dark misdeeds. Count them worthy of Your luminous mansions, O God supremely good. [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Σοφῶς τὸν ἄνθρωπον πρὶν διέπλασεν, ὁ σὸς Υἱὸς Παρθένε, καὶ φθαρέντα ἀνέπλασε, διὰ σοῦ Πανύμνητε, καὶ θείου φωτός, αἴγλης τῆς ἀνεσπέρου, πάντας ἐπλήρωσε, τοὺς σὲ Θεοτόκον ἀληθῆ, ἀεὶ δοξάζοντας. |
O all-lauded Virgin, your Son fashioned humanity of old with wisdom, and when it was corrupted He refashioned it through you. And with the never-setting brightness of the divine light, He filled all who glorify you evermore as the true Theotokos. [GOASD] |
Τριαδικὰ Μεγαλυνάρια |
Megalynaria to the Trinity |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ἦχος βʹ. |
Mode 2. |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, τὴν ὑπέρθεον ὑμνεῖν Τριάδα, Ἄναρχον Πατέρα καὶ παντουργόν, Συνάναρχον Λόγον, πρὸ αἰώνων ἐκ τοῦ Πατρός, ἀῤῥεύστως τεχθέντα, καὶ τὸ Ἅγιον Πνεῦμα, τὸ ἐκ τοῦ Πατρὸς ἀχρόνως ἐκπορευόμενον. |
It is truly proper to extol the Trinity divine and holy: Unoriginate Father, Maker of all, co-eternal Logos, begotten before all time without change from the Father, and the all-holy Spirit, the Giver of life, who proceeds from the Father timelessly. [GOASD] |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, τοῦ δοξάζειν σε τὸν Θεὸν Λόγον· Ὃν φρίττει καὶ τρέμει τὰ Χερουβείμ, καὶ δοξολογοῦσιν αἱ Δυνάμεις τῶν οὐρανῶν, τὸν ἐξαναστάντα τριήμερον ἐκ τάφου, Χριστὸν τὸν ζωοδότην, φόβῳ δοξάσωμεν. |
It is truly proper to extol and to glorify You, God the Logos. The Cherubim shudder and tremble at You, and the hosts of heaven offer hymns of glory to You; for You rose from the grave within three days. With fear we glorify You, Christ the Giver of Life. [GOASD] |
Ὑμνήσωμεν πάντες θεοπρεπῶς, ᾄσμασιν ἐνθέοις, τὸν Πατέρα καὶ τὸν Υἱόν, καὶ Πνεῦμα τὸ θεῖον, τρισυπόστατον κράτος, τὴν μίαν Βασιλείαν, καὶ Κυριότητα. |
Come and let us all sing inspired songs, * solemnly extolling as is proper to the divine * Father, Son, and all-holy Spirit, one dominion, * one kingdom, one in essence, three in hypostases. [GOASD] |
Ἐκ νεκρῶν ἰδοῦσα τὸν σὸν Υἱόν, ἄχραντε Παρθένε, ἀναστάντα θεοπρεπῶς, χαρᾶς ἀνεκφράστου, ἡ κτίσις ἐπληροῦτο, αὐτὸν δοξολογοῦσα, καὶ σὲ γεραίρουσα. |
Immaculate Virgin, when creation saw your Son risen, as befits God, it was filled with great joy and ineffable gladness, and it glorified the Savior, and it honored you. [GOASD] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
Ὑπακοή. Ἦχος πλ. βʹ. |
Hypakoe. Mode pl. 2. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Τῷ ἑκουσίῳ καὶ ζωοποιῷ σου θανάτῳ Χριστέ, πύλας τοῦ ᾅδου συντρίψας ὡς Θεός, ἤνοιξας ἡμῖν τὸν πάλαι Παράδεισον· καὶ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἐῤῥύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν. |
By your voluntary, life-giving death, O Christ, You smashed the gates of Hades as God, and You opened to us the ancient Garden of Paradise. Then rising from the dead, You delivered our life from destruction. [GOASD] |
Κύριε, ἐλέησον. (μʹ) |
Lord, have mercy. (40) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. |
Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ. |
In the name of the Lord, Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς. |
May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Πάτερ ἅγιε, εὐλόγησον. |
Holy father, give the blessing! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ἀναστὰς ἐκ νεκρῶν, Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May He who rose from the dead, Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου. |
Let us pray for the peace of the world. |
ΑΝΑΓΝΩΣΤΗΣ (χῦμα μεθʼ ἑκάστην δέησιν) |
READER (intoned after each petition) |
Κύριε, ἐλέησον. |
Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν. |
For the pious and Orthodox Christians. |
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος). |
For our our Archbishop (name). |
Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους. |
For our nation. |
Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ. |
For the armed forces. |
Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν. |
For our absent fathers, brothers and sisters. |
Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν. |
For those who help us and those who serve us. |
Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς. |
For those who hate us and those who love us. |
Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν. |
For those who have asked us, the unworthy, to pray for them. |
Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων. |
For the release of the captives. |
Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων. |
For those sailing the seas. |
Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων. |
For those laid up with illnesses. |
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς. |
Let us also pray for the abundance of the fruits of the earth. |
Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων. |
And for all our fathers and brethren departed this life, those who lie here in peace, and the Orthodox everywhere. |
Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Let us say for ourselves, also: Lord, have mercy; Lord, have mercy; Lord, have mercy. |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |