2024

2024

Τῇ Πέμπτῃ | Τῌ ΚΗʹ ΝΟΕΜΒΡΙΟΥ

On Thursday | November 28

   

   

----------

----------

   

   

Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς

The Readings from the Regular Cycle

Ὁ Ἀπόστολος

The Epistle

Τῇ Πέμτῃ τῆς ΚΓʹ Ἑβδομάδος

Thursday of the 23rd Week

Πρὸς Θεσσαλονικεῖς Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s First Letter to the Thessalonians.

Αʹ Θεσ 2:9 – 14

1 Th. 2:9 – 14

Ἀδελφοί, μνημονεύετε τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ εὐαγγέλιον τοῦ Θεοῦ. ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν, καθάπερ οἴδατε ὡς ἕνα ἕκαστον ὑμῶν ὡς πατὴρ τέκνα ἑαυτοῦ παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. Διὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως, ὅτι παραλαβόντες λόγον ἀκοῆς παρ᾽ ἡμῶν τοῦ Θεοῦ ἐδέξασθε οὐ λόγον ἀνθρώπων, ἀλλὰ καθώς ἐστιν ἀληθῶς, λόγον Θεοῦ, ὃς καὶ ἐνεργεῖται ἐν ὑμῖν τοῖς πιστεύουσιν. ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χριστῷ Ἰησοῦ.

Brethren, remember our labor and toil; we worked night and day, that we might not burden any of you, while we preached to you the gospel of God. You are witnesses, and God also, how holy and righteous and blameless was our behavior to you believers; for you know how, like a father with his children, we exhorted each one of you and encouraged you and charged you to lead a life worthy of God, who calls you into his own kingdom and glory. And we also thank God constantly for this, that when you received the word of God which you heard from us, you accepted it not as the word of men but as what it really is, the word of God, which is at work in you believers. For you, brethren, became imitators of the churches of God in Christ Jesus which are in Judea. [RSV]

Τὸ Εὐαγγέλιον

The Gospel

Τῇ Πέμπτῃ τῆς ΙΑʹ Ἑβδομάδος τοῦ Λουκᾶ

Thursday of the 11th Week of Luke

Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα.

The reading is from the holy Gospel according to Luke.

Λκ 20:9 – 18

Lk. 20:9 – 18

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς. καὶ ἐν τῷ καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν. καὶ προσέθετο αὐτοῖς πέμψαι ἕτερον δοῦλον. οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. καὶ προσέθετο πέμψαι τρίτον. οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται. ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία. καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπον· μὴ γένοιτο. ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε· τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; πᾶς ὁ πεσὼν ἐπ᾿ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾿ ὃν δ᾿ ἂν πέσῃ, λικμήσει αὐτόν.

The Lord said this parable: “A man planted a vineyard, and let it out to tenants, and went into another country for a long while. When the time came, he sent a servant to the tenants, that they should give him some of the fruit of the vineyard; but the tenants beat him, and sent him away empty-handed. And he sent another servant; him also they beat and treated shamefully, and sent him away empty-handed. And he sent yet a third; this one they wounded and cast out. Then the owner of the vineyard said, ‘What shall I do? I will send my beloved son; it may be they will respect him.’ But when the tenants saw him, they said to themselves, ‘This is the heir; let us kill him, that the inheritance may be ours.’ And they cast him out of the vineyard and killed him. What then will the owner of the vineyard do to them? He will come and destroy those tenants, and give the vineyard to others.” When they heard this, they said, “God forbid!” But he looked at them and said, “What then is this that is written: ‘The very stone which the builders rejected has become the head of the corner’? Every one who falls on that stone will be broken to pieces; but when it falls on any one it will crush him.” [RSV]

__________

__________

   

   

Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου

The Readings for the Commemoration

Ὁ Ἀπόστολος

The Epistle

Τοῦ Ὁσιομάρτυρος.

For the Devout Martyr.

Πρὸς Τιμόθεον Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα.

The reading is from Paul’s Second Letter to Timothy.

Βʹ Τιμ 1:8 – 18

2 Tim. 1:8 – 18

Τέκνον Τιμόθεε, μὴ ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ, τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾽ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, εἰς ὃ ἐτέθην ἐγὼ κήρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν. δι᾽ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾽ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾽ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστι Φύγελλος καὶ Ἑρμογένης. δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε· δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.

Timothy, my son, do not be ashamed of testifying to our Lord, nor of me his prisoner, but share in suffering for the gospel in the power of God, who saved us and called us with a holy calling, not in virtue of our works but in virtue of his own purpose and the grace which he gave us in Christ Jesus ages ago, and now has manifested through the appearing of our Savior Christ Jesus, who abolished death and brought life and immortality to light through the gospel. For this gospel I was appointed a preacher and apostle and teacher, and therefore I suffer as I do. But I am not ashamed, for I know whom I have believed, and I am sure that he is able to guard until that Day what has been entrusted to me. Follow the pattern of the sound words which you have heard from me, in the faith and love which are in Christ Jesus; guard the truth that has been entrusted to you by the Holy Spirit who dwells within us. You are aware that all who are in Asia turned away from me, and among them Phygelus and Hermogenes. May the Lord grant mercy to the household of Onesiphorus, for he often refreshed me; he was not ashamed of my chains, but when he arrived in Rome he searched for me eagerly and found me — may the Lord grant him to find mercy from the Lord on that Day — and you well know all the service he rendered at Ephesus. [RSV]

__________

__________

   

   

Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου.

Stand for the reading of the Synaxarion.

Συναξάριον

Synaxarion

Τοῦ Μηναίου.

From the Menaion.

Τῇ ΚΗʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Στεφάνου του Νέου.

On November 28, we commemorate our devout father Stephen the New the Confessor.

Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Ἀνδρέας, συρόμενος κατὰ γῆς, διὰ τὴν τῶν ἁγίων Εἰκόνων προσκύνησιν, τελειοῦται.

On this day, Saint Andrew died for the sake of the holy Icons, after he was dragged on the ground.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Πέτρος, τυπτόμενος ὑπὲρ τῶν ἁγίων Εἰκόνων, τελειοῦται.

On this day, Saint Peter also died for the holy Icons, after he was struck.

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Ἅννα, τυπτομένη πρὸς τὸ κατειπεῖν τοῦ ἁγίου Στεφάνου, τελειοῦται.

On this day, Saint Anna died, after she was struck in order to denounce Saint Stephen.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν συμμαρτυρησάντων τῷ ἁγίῳ Στεφάνῳ, ὑπὲρ τῶν ἁγίων Εἰκόνων.

On this day we commemorate the holy Martyrs, who witness together with Saint Stephen for the sake of the holy Icons.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Εἰρηνάρχου, καὶ τῶν σὺν αὐτῷ ἑπτὰ Ἁγίων γυναικῶν.

On this day we commemorate the holy Martyr Irenarchus and the seven holy women with him.

Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Θεοδώρου Ἐπισκόπου γενομένου Θεοδοσιουπόλεως Ἀρμενίας, ἐπι τῆς βασιλείας Μαυρικίου.

We also commemorate our father among the saints Theodore, who was Bishop of Theodosioupolis, Armenia, during the reign of emperor Maurice.

Οἱ ἅγιοι Μάρτυρες Τιμόθεος καὶ Θεόδωρος, οἱ Ἐπίσκοποι· Πέτρος, Ἰωάννης, Σέργιος, Θεόδωρος καὶ Νικηφόρος, οἱ Ἱερεῖς· Βασίλειος καὶ Θωμᾶς, οἱ Διάκονοι· Ἱερόθεος, Δανιήλ, Χαρίτων, Σωκράτης, Κομάσιος, Εὐσέβιος, οἱ Μοναχοί· καὶ Ἐτιμάσιος, ἐν Τιβεριουπόλει ξίφει τελειοῦνται.

These holy Martyrs in Tiberioupolis: Timothy and Theodore the bishops; Peter, John, Sergius, Theodore, and Nikephoros the priests; Basil and Thomas the deacons; Hierotheos, Daniel, Chariton, Socrates, Komasios, Eusebios the monks; and Etimasios, died by the sword.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἑλέησον ἡμᾶς. Ἀμήν.

By their holy intercessions, O God, have mercy on us. Amen.

__________

__________

   

   

Κανόνας Νηστείας

Fasting Rule

Κατάλυσις ἰχθύος.

Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs.

Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων.

It is the Christmas fast.