2024 |
2024 |
Τῇ Πέμπτῃ | Τῌ ΚΑʹ ΝΟΕΜΒΡΙΟΥ |
On Thursday | November 21 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Πέμτῃ τῆς ΚΒʹ Ἑβδομάδος |
Thursday of the 22nd Week |
Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Colossians. |
Κολ 4:2 – 9 |
Col. 4:2 – 9 |
Ἀδελφοί, τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι᾽ ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὰ κατ᾽ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ᾧδε. |
Brethren, continue steadfastly in prayer, being watchful in it with thanksgiving; and pray for us also, that God may open to us a door for the word, to declare the mystery of Christ, on account of which I am in prison, that I may make it clear, as I ought to speak. Conduct yourselves wisely toward outsiders, making the most of the time. Let your speech always be gracious, seasoned with salt, so that you may know how you ought to answer every one. Tychicus will tell you all about my affairs; he is a beloved brother and faithful minister and fellow servant in the Lord. I have sent him to you for this very purpose, that he may know how you are and that he may encourage your hearts, and with him Onesimus, the faithful and beloved brother, who is one of yourselves. They will tell you of everything that has taken place here. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Πέμπτῃ τῆς Ιʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Thursday of the 10th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 18:31 – 34 |
Lk. 18:31 – 34 |
Τῷ καιρῷ ἐκείνῳ, παραλαβὼν ὁ Ἰησοῦς τοὺς δώδεκα εἶπε πρὸς αὐτούς· ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα καὶ τελειωθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου. παραδοθήσεται γὰρ τοῖς ἔθνεσι καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπ᾿ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα. |
At that time, Jesus, taking the twelve, said to them, “Behold, we are going up to Jerusalem, and everything that is written of the Son of man by the prophets will be accomplished. For he will be delivered to the Gentiles, and will be mocked and shamefully treated and spit upon; they will scourge him and kill him, and on the third day he will rise.” But they understood none of these things; this saying was hid from them, and they did not grasp what was said. [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
2024 |
2024 |
Τῌ ΚΑʹ ΝΟΕΜΒΡΙΟΥ |
November 21 |
Τὰ Εἰσόδια τῆς Ὑπεραγίας Θεοτόκου |
The Entry of the Most Holy Theotokos |
Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ |
The Readings from Vespers the Previous Evening |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Έξ 40, 1 – 5, 7, 9, 14, 28 – 29 |
Ex 40: 1 – 5, 8 – 9, 14, 28 – 29 |
Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν, λέγων· Ἐν ἡμέρᾳ μιᾷ τοῦ μηνὸς τοῦ πρώτου στήσεις τὴν Σκηνὴν τοῦ Μαρτυρίου. Καὶ θήσεις τὴν Κιβωτὸν τοῦ Μαρτυρίου, καὶ σκεπάσεις αὐτὴν τῷ καταπετάσματι. Καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ τὴν Λυχνίαν, καὶ θήσεις τὸ θυμιατήριον τὸ χρυσοῦν, εἰς τὸ θυμιᾶν ἐναντίον τῆς Κιβωτοῦ τοῦ Μαρτυρίου. Καὶ ἐπιθήσεις τὸ κάλυμμα τοῦ καταπετάσματος ἐπὶ τὴν θύραν τῆς Σκηνῆς τοῦ Μαρτυρίου. Καὶ λήψῃ τὸ ἔλαιον τοῦ χρίσματος, καὶ χρίσεις τὴν Σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ ἔσται ἁγία. Καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. Καὶ ἐποίησε Μωϋσῆς πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος, οὕτως ἐποίησε. Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν Σκηνὴν τοῦ Μαρτυρίου, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή. Καὶ οὐκ ἠδυνήθη Μωϋσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ Μαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπʼ αὐτὴν ἡ νεφέλη, καὶ δόξης Κυρίου ἐπλήσθη ἡ Σκηνή. |
Now the Lord spoke to Moses, saying, “On the first day of the first month, the new moon, you shall set up the tabernacle of testimony. You shall put in it the ark of the testimony and cover the ark with the veil. You shall bring in the table and lay out its offering, and bring in the lampstand and install its lamps. You shall also set the altar of gold for the incense before the ark, and put up the veil for the door of the tabernacle of testimony. You shall take the anointing oil and anoint the tabernacle and everything in it; and you shall consecrate it and all its utensils, and it shall be holy. You shall anoint the altar of burnt offerings and all its utensils and consecrate the altar. The altar shall be most holy.” Thus Moses did; according to all the Lord commanded him, so he did. Then the cloud covered the tabernacle of testimony, and the tabernacle was filled with the Lord’s glory. But Moses was not able to enter the tabernacle of testimony because the cloud overshadowed it, and the glory of the Lord filled the tabernacle. [SAAS] |
Γʹ Βασ 8, 1 – 11 |
3Kg 8:1 – 11 |
Ἐγένετο, ὡς συνετέλεσε Σολομῶν τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου καὶ ἐξεκκλησίασε πάντας τοὺς Πρεσβυτέρους Ἰσραὴλ ἐν Σιών, τοῦ ἀνενεγκεῖν τὴν Κιβωτὸν τῆς διαθήκης Κυρίου ἐκ πόλεως Δαυΐδ, αὕτη ἐστὶ Σιών. Καὶ ἦραν οἱ Ἱερεῖς τὴν Κιβωτόν, καὶ τὸ Σκήνωμα τοῦ Μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῷ Σκηνώματι τοῦ Μαρτυρίου. Καὶ ὁ Βασιλεύς, καὶ πᾶς Ἰσραήλ, ἔμπροσθεν τῆς Κιβωτοῦ, καὶ εἰσφέρουσιν οἱ Ἱερεῖς τὴν Κιβωτὸν τῆς Διαθήκης Κυρίου εἰς τὸν τόπον αὐτῆς, εἰς τὸ Δαβὶρ τοῦ οἴκου, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ὑπὸ τὰς πτέρυγας τῶν Χερουβίμ. Ὅτι τὰ Χερουβὶμ διαπεπετασμένα ταῖς πτέρυξιν ἐπὶ τὸν τόπον τῆς Κιβωτοῦ, καὶ περιεκάλυπτον τὰ Χερουβὶμ ἐπὶ τὴν Κιβωτόν, καὶ ἐπὶ τὰ ἅγια αὐτῆς ἐπάνω. Καὶ οὐκ ἦν ἐν τῇ Κιβωτῷ, πλὴν αἱ δύο πλάκες λίθιναι, πλάκες τῆς διαθήκης, ἃς ἔθηκεν ἐκεῖ Μωϋσῆς ἐν Χωρήβ, ἃς διέθετο Κύριος. Καὶ ἐγένετο, ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ Ἁγίου, καὶ ἡ νεφέλη ἔπλησε τὸν οἶκον Κυρίου. Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης, ὅτι ἔπλησεν ἡ δόξα Κυρίου τὸν οἶκον Κυρίου. |
When Solomon finished building the house of the Lord, [he] assembled all the elders of Israel in Zion, to bring up the ark of the covenant of the Lord from the City of David, which is Zion. The priests took up the ark and the tabernacle of testimony and all the holy furnishings in the tabernacle of meeting. King Solomon and all Israel were before the ark. Then the priests brought in the ark to its place, into the inner sanctuary of the temple, to the holy of holies, under the wings of the cherubim. For the cherubim spread their two wings over the place of the ark, and the cherubim overshadowed the ark and the holy things. Nothing was in the ark except the two stone tablets, the tablets of the covenant Moses put there at Horeb, when the Lord made a covenant. When the priests came out of the holy place, the cloud filled the house, so the priests could not stand there ministering because of the cloud; for the glory of the Lord filled the house. [SAAS] |
Ιεζ 43:27 – 44:4 |
Ezk 43:27 – 44:4 |
Τάδε λέγει Κύριος· Ἔσται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα, ποιήσουσιν οἱ Ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν, καὶ τὰ τοῦ σωτηρίου ὑμῶν, καὶ προσδέξομαι ὑμᾶς, λέγει Κύριος (μδʼ 1). Καὶ ἐπέστρεψέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. Καὶ εἶπε Κύριος πρὸς με· Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς οὐ μὴ διέλθῃ διʼ αὐτῆς, ὅτι Κύριος ὁ Θεός, Ἰσραὴλ εἰσελεύσεται διʼ αὐτῆς, καὶ ἔσται κεκλεισμένη. Διότι ὁ Ἡγούμενος οὗτος κάθηται ἐπʼ αὐτὴν τοῦ φαγεῖν ἄρτον ἐνώπιον Κυρίου, κατὰ τὴν ὁδὸν τοῦ Αἰλὰμ τῆς πύλης εἰσελεύσεται, καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. Καὶ εἰσήγαγέ με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν Ἁγίων τῆς πρὸς βοῤῥᾶν, κατέναντι τοῦ οἴκου· καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος Κυρίου. |
Thus says the Lord: “When they have completed these days, then from the eighth day onward the priests shall offer upon the altar your burnt offerings and your peace offerings; and I will accept you, says the Lord God.” Then he brought me back to the outer gate of the sanctuary, which faces east; and it was shut. And the Lord said to me, “This gate shall remain shut; it shall not be opened, and no one shall enter by it; for the Lord, the God of Israel, shall enter by it; therefore it shall remain shut. Only the prince shall sit in it to eat bread before the Lord; he shall enter by way of the vestibule of the gate, and shall go out by the same way.” Then he brought me by way of the north gate to the front of the temple; and I looked, and behold, the glory of the Lord filled the house of the Lord. [SAAS] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῆς Ἑορτῆς. |
For the Feast. |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
Εβρ 9:1 – 7 |
Heb. 9:1 – 7 |
Ἀδελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν· σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων. |
Brethren, the first tent had regulations for worship and an earthly sanctuary. For a tent was prepared, the first one, in which were the lamp stand and the table and the bread of the Presence; it is called the Holy Place. Behind the second curtain stood a tent called the Holy of Holies, having the golden altar of incense and the ark of the covenant covered on all sides with gold, which contained a golden urn holding the manna, and Aaron’s rod that budded, and the tables of the covenant; above it were the cherubim of glory overshadowing the mercy seat. Of these things we cannot now speak in detail. These preparations having thus been made, the priests go continually into the outer tent, performing their ritual duties; but into the second only the high priest goes, and he but once a year, and not without taking blood which he offers for himself and for the sins committed unintentionally by the people. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῆς Ἑορτῆς. |
For the Feast. |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 10:38 – 42, 11:27 – 28 |
Lk. 10:38 – 42; 11:27 – 28 |
Τῷ καιρῷ ἐκείνῳ, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾿ αὐτῆς. Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ μαστοὶ οὓς ἐθήλασας. αὐτὸς δὲ εἶπε· μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν. |
At that time, Jesus entered a village; and a woman called Martha received him into her house. And she had a sister called Mary, who sat at the Lord’s feet and listened to his teaching. But Martha was distracted with much serving; and she went to him and said, “Lord, do you not care that my sister has left me to serve you alone? Tell her then to help me.” But the Lord answered her, “Martha, Martha, you are anxious and troubled about many things; one thing is needful. Mary has chosen the good portion, which shall not be taken away from her.” As he said this, a woman in the crowd raised her voice and said to him, “Blessed is the womb that bore you, and the breasts that nursed you!” But he said, “Blessed rather are those who hear the word of God and keep it!” [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΑʹ τοῦ αὐτοῦ μηνὸς ἀνάμνηση τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος. |
On November 21, we commemorate the Entry of the Mother of God into the Temple. |
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of the Theotokos, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις ἰχθύος. |
Fish: fish, oil and wine are allowed. Refrain from meat, dairy and eggs. |
Εἶναι ἡ νηστεία πρὸ τῶν Χριστουγέννων. |
It is the Christmas fast. |