2024 |
2024 |
Τῇ Τρίτῃ | Τῌ ΙΒʹ ΝΟΕΜΒΡΙΟΥ |
On Tuesday | November 12 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Τρίτῃ τῆς ΚΑʹ Ἑβδομάδος |
Tuesday of the 21st Week |
Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Colossians. |
Κολ 1:1 – 3; 6 – 11 |
Col. 1:1 – 3; 6 – 11 |
Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τοῖς ἐν Κολοσσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστοῦμεν τῷ Θεῷ καὶ πατρὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πάντοτε περὶ ὑμῶν προσευχόμενοι, ἀφ᾽ ἧς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν τοῦ Θεοῦ ἐν ἀληθείᾳ, καθὼς καὶ ἐμάθετε ἀπὸ Ἐπαφρᾶ τοῦ ἀγαπητοῦ συνδούλου ἡμῶν, ὅς ἐστι πιστὸς ὑπὲρ ὑμῶν διάκονος τοῦ Χριστοῦ, ὁ καὶ δηλώσας ἡμῖν τὴν ὑμῶν ἀγάπην ἐν Πνεύματι. Διὰ τοῦτο καὶ ἡμεῖς, ἀφ᾽ ἧς ἡμέρας ἠκούσαμεν, οὐ παυόμεθα ὑπὲρ ὑμῶν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθῆτε τὴν ἐπίγνωσιν τοῦ θελήματος αὐτοῦ ἐν πάσῃ σοφίᾳ καὶ συνέσει πνευματικῇ, περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Κυρίου εἰς πᾶσαν ἀρέσκειαν, ἐν παντὶ ἔργῳ ἀγαθῷ καρποφοροῦντες καὶ αὐξανόμενοι εἰς τὴν ἐπίγνωσιν τοῦ Θεοῦ, ἐν πάσῃ δυνάμει δυναμούμενοι κατὰ τὸ κράτος τῆς δόξης αὐτοῦ εἰς πᾶσαν ὑπομονὴν καὶ μακροθυμίαν, μετὰ χαρᾶς. |
Paul, an apostle of Christ Jesus by the will of God and Timothy our brother, to the saints and faithful brethren in Christ at Colossae: Grace to you and peace from God our Father and Lord Jesus Christ. We thank God, the Father of our Lord Jesus Christ, from the day you heard and understood the grace of God in truth, as you learned it from Epaphras our beloved fellow servant. He is a faithful minister of Christ on your behalf and has made known to us your love in the Spirit. And so, from the day we heard of it, we have not ceased to pray for you asking that you may be filled with the knowledge of his will in all spiritual wisdom and understanding, to lead a life worthy of the Lord, fully pleasing to him, bearing fruit in every good work and increasing in the knowledge of God. May you be strengthened with all power, according to his glorious might, for all endurance and patience with joy. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Τρίτῃ τῆς Θʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Tuesday of the 9th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 14:25 – 35 |
Lk. 14:25 – 35 |
Τῷ καιρῷ ἐκείνῳ, συνεπορεύοντο τῷ Ἰησοῦ ὄχλοι πολλοί. καὶ στραφεὶς εἶπε πρὸς αὐτούς· εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου μαθητὴς εἶναι. καὶ ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται εἶναί μου μαθητής. τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; ἵνα μήποτε, θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; ἢ τίς βασιλεύς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ πρῶτον καθίσας βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν; εἰ δὲ μήγε, ἔτι πόρρω αὐτοῦ ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην. οὕτως οὖν πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. |
At that time, great multitudes accompanied Jesus; and he turned and said to them, “If any one comes to me and does not hate his own father and mother and wife and children and brothers and sisters, yes, and even his own life, he cannot be my disciple. Whoever does not bear his own cross and come after me, cannot be my disciple. For which of you, desiring to build a tower, does not first sit down and count the cost, whether he has enough to complete it? Otherwise, when he has laid a foundation, and is not able to finish, all who see it begin to mock him, saying, ‘This man began to build, and was not able to finish.’ Or what king, going to encounter another king in war, will not sit down first and take counsel whether he is able with ten thousand to meet him who comes against him with twenty thousand? And if not, while the other is yet a great way off, he sends an embassy and asks terms of peace. So therefore, whoever of you does not renounce all that he has cannot be my disciple. Salt is good; but if salt has lost its taste, how shall its saltness be restored? It is fit neither for the land nor for the dunghill; men throw it away. He who has ears to hear, let him hear.” [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Ἁγίου. |
For the Saint. |
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to the Corinthians. |
Βʹ Κορ 9:6 – 11 |
2 Cor. 9:6 – 11 |
Ἀδελφοί, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. ἕκαστος καθὼς προαιρεῖται τῇ καρδία, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, καθὼς γέγραπται· ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ. |
Brethren, he who sows sparingly will also reap sparingly, and he who sows bountifully will also reap bountifully. Each one must do as he has made up his mind, not reluctantly or under compulsion, for God loves a cheerful giver. And God is able to provide you with every blessing in abundance, so that you may always have enough of everything and may provide in abundance for every good work. As it is written, “He scatters abroad, he gives to the poor; his righteousness endures for ever.” He who supplies seed to the sower and bread for food will supply and multiply your resources and increase the harvest of your righteousness. You will be enriched in every way for great generosity, which through us will produce thanksgiving to God. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τοῦ Ἁγίου. |
For the Saint. |
Ἐκ τοῦ κατὰ Ματθαῖον ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Matthew. |
Μτ 5:14 – 19 |
Mt. 5:14 – 19 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. |
The Lord said to his disciples, “You are the light of the world. A city set on a hill cannot be hid. Nor do men light a lamp and put it under a bushel, but on a stand, and it gives light to all in the house. Let your light so shine before men, that they may see your good works and give glory to your Father who is in heaven. Think not that I have come to abolish the law and the prophets; I have come not to abolish them but to fulfill them. For truly, I say to you, till heaven and earth pass away, not an iota, not a dot, will pass from the law until all is accomplished. Whoever then relaxes one of the least of these commandments and teaches men so, shall be called least in the kingdom of heaven; but he who does them and teaches them shall be called great in the kingdom of heaven.” [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΒʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ἐλεήμονος. |
On November 12 we commemorate our father among the saints John the Merciful (or Almsgiver), Archbishop of Alexandria. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Ἀσκητοῦ. |
On this day we also commemorate our devout father Nilus the Ascetic. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου τοῦ θαυματουργοῦ, Ἐπισκόπου Φραγγίας. |
On this day we also commemorate our devout father Martin the Wonder-worker, Bishop of Tours. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Προφήτου Ἀχιᾶ. |
On this day we also commemorate the holy Prophet Achia. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαρτίνου, Ἐπισκόπου Ταρακίνης. |
On this day we also commemorate our devout father Martin, Bishop of Tarakin. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Ἀντωνίου, καὶ τῶν σὺν αὐτῷ. |
On this day we also commemorate the holy Martyrs Anthony and those with him. |
Ὁ ἅγιος Μάρτυς Ἀρσάκιος ξίφει τελειοῦται. |
On this day the holy Martyr Arsakios died by the sword. |
Ὁ ὅσιος Νεῖλος, ὁ ἐκ Κυνουρίας, ἀσκήσας ἐν τοῖς ὁρίοις τῆς Μεγίστης Λαύρας τοῦ Ἄθω, ὁ μετὰ θάνατον μυροβλύτης γενόμενος, καὶ πολλοὺς τῶν ἀσθενῶν ἰασάμενος, ἐν εἰρήνῃ τελειοῦται. |
Devout St. Nilus of Kynuria, who lived as an ascetic near the Monastery of Great Lavra on Mt. Athos, and who after death exuded myrrh and cured many sick people, died in peace. |
Ὁ ἅγιος Πατριάρχης Κωνσταντινουπόλεως Λέων ὁ Στυππῆς, ἐν εἰρήνῃ τελειοῦται. |
Saint Leo Styppes, Patriarch of Constantinople, died in peace. |
Ὁ ἅγιος Νεομάρτυς Σάββας ὁ Νιγδελῆς καὶ Σαμολαδᾶς, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει ͵αψκϚʹ (1726), ξίφει τελειοῦται. |
The holy Neo-martyr Savas of Nigdele and Samolada witnessed in Constantinople and died by the sword in the year 1726. |
Ὁ ἅγιος Νεομάρτυς Νικόλαος, ὁ κατὰ τὸ ͵αψλβʹ (1732) ἐν Κωνσταντινουπόλει μαρτυρήσας, ἐκ τῆς ἐνορίας τῶν ἕξ Μαρμάρων, ξίφει τελειοῦται. |
The holy Neo-martyr Nicholas, who was from the parish of the six Marbles and who witnessed in Constantinople in 1732, died by the sword. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |