Βιβλία - Πηγαί

Books - Sources

Ὡρολόγιον - Μεσονυκτικόν

Horologion - Midnight Office

Τοῦ Σαββάτου

For Saturday

Συμπλήρωμα Μηναίου - Τῌ Θʹ ΝΟΕΜΒΡΙΟΥ

Menaion Supplement - November 9

Μνήμη τοῦ Ἁγίου Νεκταρίου Πενταπόλεως

Memory of St. Nektarios of Pentapolis

__________

__________

   

   

ΜΕΣΟΝΥΚΤΙΚΟΝ

MIDNIGHT OFFICE

ΙΕΡΕΥΣ

PRIEST

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

Blessed is our God always, now and ever and to the ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

READER: Amen.

ΙΕΡΕΥΣ

PRIEST

Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Glory to You, our God, glory to You.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος καὶ σῷσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Heavenly King, Comforter, Spirit of Truth, present in all places and filling all things, treasury of good things and giver of life: come; take Your abode in us; cleanse us of every stain, and save our souls, O Good one. [GOA]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Ἀμήν. Κύριε, ἐλέησον. (ιβʹ)

Amen. Lord, have mercy. (12)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ.

Come, let us worship and bow down before Christ God our King.

Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Come, let us worship and bow down before Him, Christ our King and God.

Ψαλμὸς Nʹ (50).

Psalm 50 (51).

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS]

Εἰ οὐκ ἐτελέσθη ἡ Λιτὴ εἰς τὸν Ἑσπερινόν, τὰ ἑξῆς·

If the Lity was not sung at Vespers, sing the following:

ΧΟΡΟΣ

CHOIR

Ἰδιόμελα. Τῆς Ἑορτῆς.

Idiomela. For the Feast.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος αʹ.

Mode 1.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ὀρθόδοξος Ἐκκλησία, ἀγάλλου καὶ χόρευε, ἡ νύμφη ἡ ἐκλεκτή, τοῦ οὐρανίου Βασιλέως. Ἰδοὺ γὰρ ἐν τῇ καθʼ ἡμᾶς γενεᾷ, ὁ ἀληθὴς τοῦ Χριστοῦ Ἱεράρχης, Νεκτάριος ὁ Ὅσιος, τὰ πάλαι σοι θεόθεν δεδογμένα, ἔτι ἅπαξ σφραγίζει, καὶ διαπρυσίως κηρύττει, τῇ δόξῃ ᾗ ἐδοξάσθη, παρὰ τοῦ μόνου Θεοῦ. Ὅθεν στῦλον καὶ ἑδραίωμα, τοῦτον κεκτημένη, καὶ τῶν θαυμάτων αὐτοῦ τὴν χάριν ὁρῶσα, τῷ νυμφίῳ σου βόησον, Κύριε δόξα σοι.

Be glad in the Lord, O Orthodox Church! Exult and dance for joy, O chosen bride of the heavenly King. Behold, in our own age, devout St. Nektarios, a genuine Hierarch of Christ, confirms yet again those things that were delivered to you by God, and he thrillingly proclaims them, in the glory with which he was glorified by the only God. As you have him now as your pillar and foundation, and as you see the grace of his miracles, shout to your Bridegroom: “Glory to You, O Lord!” [SD]

Ἦχος βʹ.

Mode 2.

Τίς μὴ σκιρτήσει; τίς μὴ χορεύσει τῷ πνεύματι, ἐπὶ τῇ νέᾳ πανηγύρει, τοῦ Ἱεράρχου Νεκταρίου; πᾶσα γὰρ ψυχὴ ἀγάλλεται, ὁρῶσα τοῦτον δεδοξασμένον, καὶ τῶν Ἁγίων ἰσοστάσιον, καὶ ἐν θαύμασι περιφανῆ· ὅθεν τῆς ζωῆς αὐτοῦ τὴν λαμπρότητα, καὶ τῶν προτερημάτων τὴν ὁσιότητα, μακαρίζοντες βοήσωμεν· Ἰησοῦς Χριστός χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας.

Who would not leap for joy! Who would not dance in the spirit, on this new feast day of the Hierarch Nektarios! Surely every soul greatly rejoices, seeing him glorified, and recognized as a Saint, and renowned for miracles. Therefore we extol his illustrious life and his holy virtues, and we shout: “Jesus Christ is the same, yesterday and today, and for ever!” [SD]

Ἦχος γʹ.

Mode 3.

Δαβιτικὴν ἀναλαβόντες ῥῆσιν, τῷ Ἱερομύστῃ Νεκταρίῳ, προσφόρως βοήσωμεν λέγοντες· Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται, παμμακάριστε Πάτερ· σὺ γὰρ σωφρόνως καὶ ἀμέμπτως πολιτευσάμενος, οὐρανόφρων ἐν βίῳ ὤφθης, καὶ Ἱεράρχης ὅσιος καὶ ἄκακος, καὶ ἱεροπρεπῶς τὰ πρὸς Θεὸν τελέσας, σοφῶς διηκόνησας, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, καὶ ἐν θαύμασιν ἀξίως δοξασθείς, τοὺς ἐν ἀνάγκαις προφθάνεις, καὶ παρέχεις ἑνὶ ἑκάστῳ, τὰ πρὸς σωτηρίαν αἰτήματα.

Let us borrow the words of David, and applying them to the Hierarch Nektarios, let us say to him: “You are blessed, and it shall be well with you, all-blessed Father! You lived your life irreproachably and with self-restraint, and you were known as heavenly-minded, a high priest, holy and blameless, and you served God in a manner befitting the priesthood. You ministered in the Church of Christ with prudence and wisdom. You were worthily glorified by miracles. You are there for those in need, and to one and all you grant their requests unto salvation.” [SD]

Ἦχος δʹ.

Mode 4.

Τῷ λόγῳ τῆς χάριτος διαπρέψας, τοῦ Εὐαγγελίου τῆς εἰρήνης, ἐργάτης δόκιμος ὤφθης, Πάτερ Νεκτάριε, καὶ στόμα θεῖον προφητικῶς, καὶ τῆς κοσμικῆς ἀποστὰς συγχύσεως, διʼ ἡσυχίας Θεῷ ἡνώθης, ἐν τῇ νήσῳ Αἰγίνῃ γενόμενος· ἐν ᾗ ψυχῶν ἐγείρας φροντιστήριον, καὶ τύπος ἀρετῶν ταῖς μοναζούσαις γεγονώς, καὶ πατὴρ καὶ διδάσκαλος, τὸν ὁσίοις πρέποντα ὕπνον κεκοίμησαι, πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

As you excelled in the word of grace, you proved to be a worthy laborer of the Gospel of peace, O Father Nektarios, and the mouthpiece of God, through the gift of prophecy. Once you arrived in Aegina, you avoided the commotion of the world, and by means of stillness you were united with God. You also established a convent there, like a school for the soul, and you became a paragon of virtue for the nuns, and their father and teacher. You reposed in the sleep proper to monastic saints, and you now you unceasingly intercede on behalf of our souls. [SD]

Ἦχος δʹ.

Mode 4.

Ὡς ἱερὸς ὁ βίος σου, καὶ τῷ Θεῷ εὐάρεστος, θεοφόρε Νεκτάριε, ὡς ξένα σου τὰ θαύματα, ἃ καθʼ ἑκάστην τελεῖς, τῇ δεδομένῃ σοι χάριτι! Τίς οὖν μὴ θαυμάσει σε, τὸν ὄντως ἀξιάγαστον; ἢ τίς μὴ δοξάσει σε, τὸν παρὰ Θεοῦ δοξασθέντα; πηγὴ γὰρ ἰαμάτων ὤφθησαν, τὰ θεῖά σου λείψανα· χαλεπὰς γὰρ ἀσθενείας ἰῶνται, καὶ πνεύματα διώκουσιν ἀκάθαρτα, καὶ πᾶς πιστῶς προστρέχων, ψυχῶν σωτηρίαν λαμβάνει καὶ σωμάτων θεραπείαν, Χριστὸν δοξάζων, τὸν θαυμαστῶς σε δοξάσαντα.

So holy was you life, and so pleasing to God, O God-bearer Nektarios! So amazing are the miracles that you perform each day, by the grace that God has given you! Who would not marvel at you, who are truly worthy of honor! Who would not glorify you, who were glorified by God! Your holy relics are like a healing spring; they cure serious illnesses, and they drive out unclean spirits. Each believer who approaches them receives spiritual salvation and physical healing, glorifying Christ, who has wondrously glorified you. [SD]

Δόξα.

Glory.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἰδιόμελον. Ἦχος πλ. αʹ.

Idiomelon. Mode pl. 1.

Δεῦτε τῶν πιστῶν αἱ πατριαί, δεῦτε ἐν Αἰγίνῃ συνδράμωμεν, ξενοπρεπῆ θαυμάσια, ἃ ἡ δεξιὰ τοῦ Ὑψίστου, ἀρτίως ἐργάσατο· τὸν γὰρ θεόφρονα Νεκτάριον, ὡς εὐαγγελικῶς ἐμπρέψαντα, ἀθανάτοις χάρισι δοξάζει, ὡς ἀψευδῶς ἐπηγγείλατο. Ὅθεν καὶ τὰ σεπτὰ αὐτοῦ ὀστέα, πλήρη εὐωδίας ἀνέδειξε καὶ πηγῆν ἰάσεων, τοῖς εὐλαβῶς προσιοῦσιν, ἐξ ὧν ὀσμῆς ζωῆς ἐμφορούμενοι, δαβιτικῶς βοήσωμεν. Μέγας εἶ Κύριε, καὶ τῆς μεγαλωσύνης σου οὐκ ἔσται πέρας, διʼ ἧς φιλάνθρωπε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Come now, all you families of believers; come, let us run to Aegina. Come and see the strange wonders that the right hand of the Most High has done recently. For, as He promised, He glorifies Saint Nektarios with immortal gifts of grace, because he lived according to the Gospel. Therefore He caused his revered bones to exhale a sweet fragrance and to be a wellspring of cures and healing to those who approach them reverently. From them we take our fill of the fragrant aroma of life, and with the Prophet David we cry aloud, “Great are You, O Lord; and Your greatness has no limit! O Lord, in Your benevolence, save our souls.” [SD]

Καὶ νῦν.

Both now.

Ἦχος πλ. αʹ.

Mode pl. 1.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Now we call you blessed, O Virgin Theotokos, and we glorify you, duty-bound as believers; the city unshakable, the wall indestructible, the firm and steadfast protection, and the place of refuge for our souls. [SD]

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Τρισάγιον.

Trisagion Prayers.

Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3)

Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. [GOA]

ΙΕΡΕΥΣ

PRIEST

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

READER: Amen.

Ἀπολυτίκιον.

Apolytikion.

Συμπλήρωμα Μηναίου - - -

Menaion Supplement - - -

Ἦχος αʹ. Τῆς ἐρήμου πολίτης.

Mode 1. As a citizen of the desert.

Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

That son of Silybria and guardian of Aegina * was an ardent lover of virtue * and a saint of the modern age, * that God-inspired servant of Christ, * Nektarios. So let us honor him. * He pours out all kinds of healing to those who pray * with faith and cry out reverently, “Glory to Christ who glorified you; * glory to Him for your miracles; * glory to Him who through you gives cures and healing to all.” [SD]

Κύριε, ἐλέησον. (μʹ)

Lord, have mercy. (40)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify.

Ἐν ὀνόματι Κυρίου εὐλόγησον, πάτερ.

In the name of the Lord, Father, bless!

ΙΕΡΕΥΣ

PRIEST

Ὁ Θεὸς οἰκτιρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς· ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.

May God have compassion on us and bless us; may his face shine upon us and have mercy on us.

ΑΝΑΓΝΩΣΤΗΣ

READER

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Lord, have mercy. Lord, have mercy. Lord, have mercy.

Πάτερ ἅγιε, εὐλόγησον.

Holy father, give the blessing!

ΙΕΡΕΥΣ

PRIEST

Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.

May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God.

Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.

Let us pray for the peace of the world.

ΑΝΑΓΝΩΣΤΗΣ (χῦμα μεθʼ ἑκάστην δέησιν)

READER (intoned after each petition)

Κύριε, ἐλέησον.

Lord, have mercy.

ΙΕΡΕΥΣ

PRIEST

Ὑπερ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν.

For the pious and Orthodox Christians.

Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος).

For our our Archbishop (name).

Ὑπὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.

For our nation.

Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

For the armed forces.

Ὑπερ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.

For our absent fathers, brothers and sisters.

Ὑπερ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.

For those who help us and those who serve us.

Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.

For those who hate us and those who love us.

Ὑπερ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

For those who have asked us, the unworthy, to pray for them.

Ὑπὲρ ἀναῤῥύσεως τῶν αἰχμαλώτων.

For the release of the captives.

Ὑπερ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

For those sailing the seas.

Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.

For those laid up with illnesses.

Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

Let us also pray for the abundance of the fruits of the earth.

Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων καὶ ἁπανταχοῦ ὀρθοδόξων.

And for all our fathers and brethren departed this life, those who lie here in peace, and the Orthodox everywhere.

Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

Let us say for ourselves, also: Lord, have mercy; Lord, have mercy; Lord, have mercy.

Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.

READER: Amen.