Βιβλία - Πηγαί |
Books - Sources |
Ὀκτώηχος - Ἦχος βʹ. |
Octoechos - Mode 2. |
Τῷ Σαββάτῳ Πρωΐ |
On Saturday Morning |
Μηναῖον - Τῌ Θʹ ΝΟΕΜΒΡΙΟΥ |
Menaion - November 9 |
Μνήμη τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου· τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης |
Memory of the Holy Martyrs Onesiphorus and Porphyrios; our Devout Mother Matrona |
Ὡρολόγιον |
Horologion |
Ἀπολυτίκια τῆς Ὅλης Ἑβδομάδος |
Apolytikia for Weekdays |
__________ |
__________ |
|
|
ΟΡΘΡΟΣ |
MATINS |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος βʹ. |
Mode 2. |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. |
Verse: Blessed are they whom You have chosen and received, O Lord. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. |
Verse: Their souls shall dwell among good things. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. |
Verse: And their memorial abides from generation to generation. [SAAS] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. |
Alleluia. Alleluia. Alleluia. |
Ἀπολυτίκιον τῆς Ἡμέρας. |
Apolytikion for the Day. |
Τῶν Ἁγίων. |
For the Saints. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ἦχος βʹ. |
Mode 2. |
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. |
O Apostles, Martyrs, Prophets, Hierarchs, Monastics and the Righteous, you finished the race and kept the faith. You speak freely to the Savior. We pray you entreat Him on our behalf, to save our souls, since He is good. [SD] |
Δόξα. Ἕτερον. |
Glory. Another. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ εἴ τι ἐν βίῳ, ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι, δοῦναι τὴν ἀνάπαυσιν. |
Remember Your servants, O Lord, since You are good, and forgive them for all their sins in life; for no one is without sin except for You who are able to give rest to those who have passed away. [SD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ἦχος βʹ. |
Mode 2. |
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν. |
Holy Mother of the immaculate Light, we honor you with angelic hymns, and magnify you piously. [SD] |
Ἀναγινώσκεται τὸ οἰκεῖον Κάθισμα τοῦ Ψαλτηρίου, ἤτοι Κάθισμα 16. Καὶ εὐθύς, ἄνευ μικρᾶς Συναπτῆς· |
The appointed Kathisma of the Psalter may be read, i.e. Kathisma 16. There is no litany, but immediately the following: |
Κάθισμα Αʹ. |
Kathisma I. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Μαρτυρικά. |
For the Martyrs. |
Ἦχος βʹ. |
Mode 2. |
Ὁ φαιδρύνας τοὺς Ἁγίους σου ὑπὲρ χρυσόν, καὶ δοξάσας τοὺς Ὁσίους σου ὡς ἀγαθός, ὑπʼ αὐτῶν δυσωπούμενος Χριστὲ ὁ Θεός, τὴν ζωὴν ἡμῶν εἰρήνευσον ὡς φιλάνθρωπος, καὶ τὴν εὐχὴν κατεύθυνον ὡς θυμίαμα, ὁ μόνος ἐν Ἁγίοις ἀναπαυόμενος. |
You make Your holy martyrs shinier than gold, and You glorify Your devout ascetics, since You are good. Being importuned by them, O Christ our God, bring peace into our lives, O benevolent Lord, and let our prayer as incense rise to You, who alone dwell in the holy. [GOASD] |
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. |
Verse: God is wondrous in His saints. [SAAS] |
Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παῤῥησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. |
O victorious Athletes of the Lord, blessed is the ground that was watered with your blood, and holy are the dwellings that received your spirits. You prevailed over the enemy in the stadium, and you openly proclaimed Christ. We pray you will earnestly entreat Him for us, that He save our souls, since He is good. [SD] |
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος. |
Verse: To the saints on His earth, in them He magnified all His will. [SAAS] |
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. |
O Apostles, Martyrs, Prophets, Hierarchs, Monastics and the Righteous, you finished the race and kept the faith. You speak freely to the Savior. We pray you entreat Him on our behalf, to save our souls, since He is good. [SD] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ σὰ Θεοτόκε μυστήρια· τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν. |
All surpassing every thought, all surpassing glorious, O Theotokos, are your mysteries. With your chastity sealed and your virginity preserved, still you are a mother in truth, for to the true God you gave birth. We pray you fervently entreat Him to save our souls. [GOASD] |
Ἡ στιχολογία τοῦ Ἀμώμου εἰς δύο στάσεις γίνεται. Ὁ ἀναγνώστης ἄρχεται καὶ ἀναγινώσκει χῦμα ὅλους τοὺς στίχους μέχρι τοῦ «Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι…» ὅστις ψάλλεται τρίς. Ὁ ἱερεὺς μνημονεύει τῶν κεκοιμημένων· καὶ μετὰ τὴν ἐκφώνησιν ἄρχεται ὁ ἀναγνώστης ἀπὸ τοῦ στίχου «Σός εἰμι ἐγώ, σῶσόν με…» μέχρι τέλους· τὸ δὲ τέλος ἁπὸ τοῦ «Ζήσεται ἡ ψυχή μου…» ψάλλεται πάλιν τρίς. Καὶ εὐθὺς ἐπισυνάπτονται τὰ νεκρώσιμα εὐλογητάρια. Εἶτα ὁ ἱερεὺς ἐπαναλαμβάνει τὴν δέησιν ὑπὲρ τῶν κεκοιμημένων καὶ μετʼ αὐτὴν ψάλλεται τὸ κάθισμα. Ἐν ταῖς ἐνορίαις, παραλειπομένου συνήθως τοῦ Ἀμώμου, εὐθὺς μετὰ τὰ καθίσματα τῆς αʹ στιχολογίας ψάλλονται τὰ εὐλογητάρια, γίνεται ἅπαξ ἡ δέησις καὶ μετʼ αὐτὴν ψάλλονται τὰ ἕτερα καθίσματα. |
Psalm 118 is recited in two stanzas. The reader begins reading up to v. 93 (“I will never forget…,” which is sung three times. Then the priest does the litany for the deceased. After the exclamation, the reader resumes reading, from v. 94 (“I am Yours…”) until the end, at which point v. 175 and v. 176 are joined (“My soul shall live… I went astray…”) and sung three times, followed immediately by the Evlogetaria for the Dead. Then the priest repeats the litany for the deceased. After that, the hymns of the second kathisma are sung. In the parishes, where the Psalm is typically not read, the hymns of the first kathisma are immediately followed by the Evlogetaria for the Dead; then the litany for the deceased is done, once, followed by the he hymns of the second kathisma. |
Νεκρώσιμα Εὐλογητάρια. |
Evlogetaria for the Dead. |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Τῶν ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν παραδείσου· εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας· τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με. |
The choir of Saints has found the fountain of life and the door of Paradise. May I also find the way through repentance. I am the sheep that is lost: O Savior, call me back and save me. [HC] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Οἱ τὸν Ἀμνὸν τοῦ Θεοῦ κηρύξαντες, καὶ σφαγιασθέντες ὥσπερ ἄρνες, καὶ πρὸς ζωὴν τὴν ἀγήρῳ, ἅγιοι, καὶ ἀΐδιον μετατεθέντες, τοῦτον ἐκτενῶς, μάρτυρες, αἰτήσασθε, ὀφλημάτων λύσιν ἡμῖν δωρήσασθει. |
You who proclaimed the Gospel of the Lamb of God * and who were yourselves like lambs slaughtered, * and were translated to life that is immortal and eternal, * earnestly entreat Him, O holy martyr Saints, * that He grant us remission of all our debts. [SD] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Οἱ τὴν ὁδὸν τὴν στενὴν βαδίσαντες, τεθλιμμένην πάντες οἱ ἐν βίῳ, οἱ τὸν σταυρόν, ὡς ζυγὸν ἀράμενοι, καὶ ἐμοὶ ἀκολουθήσαντες ἐν πίστει, δεῦτε ἀπολάβετε, ἃ ἡτοίμασα ὑμῖν βραβεῖα, καὶ στέφη τὰ οὐράνια. |
All you who during your earthly life * walked the narrow way full of hardships, * who taking up the cross as a yoke * followed after Me believing, * come now and enjoy the rewards * and the heavenly crowns that I prepared for you. [SD] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθʼ ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι. |
Of old You created me from nothing and honored me with Your divine image. But when I disobeyed Your commandment, O Lord, You cast me down to the earth from where I was taken. Lead me back again to Your likeness, and renew my original beauty. [HC] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Εἰκών εἰμι, τῆς ἀῤῥήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων· οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπλαγχνίᾳ· καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, παραδείσου πάλιν ποιῶν πολίτην με. |
I am an image of Your ineffable glory, though I bear the scars of my transgressions. On Your creation, Master, take pity and cleanse me by Your compassion. Grant me the homeland for which I long and once again make me a citizen of Paradise. [HC] |
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. |
Blessed are You, O Lord, teach me Your statutes. |
Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν παραδείσῳ, ὅπου χοροὶ τῶν ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες· τοὺς κεκοιμημένους δούλους σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα. |
Give rest, O God, to Your servant, and place him (her) in Paradise where the choirs of the Saints and the righteous will shine as the stars of heaven. To Your departed servant give rest, O Lord, and forgive all his (her) offenses. [HC] |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. |
Glory to the Father and the Son and the Holy Spirit. |
Τὸ τριλαμπὲς τῆς μιᾶς Θεότητος, εὐσεβῶς ὑμνήσωμεν βοῶντες· Ἅγιος εἶ, ὁ Πατὴρ ὁ ἄναρχος, ὁ συνάναρχος Υἱὸς καὶ τὸ θεῖον Πνεῦμα. Φώτισον ἡμᾶς πίστει σοι λατρεύοντας, καὶ τοῦ αἰωνίου πυρὸς ἐξάρπασον. |
The threefold radiance of the one God let us praise, and let us shout in song: Holy are You, eternal Father, coeternal Son, and divine Spirit! Illumine us who worship You in faith and deliver us from the eternal fire. [HC] |
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Both now and ever and to the ages of ages. Amen. |
Χαῖρε σεμνή, ἡ Θεὸν σαρκὶ τεκοῦσα, εἰς πάντων σωτηρίαν, διʼ ἧς γένος τῶν ἀνθρώπων εὕρατο τὴν σωτηρίαν· διὰ σοῦ εὕροιμεν παράδεισον, Θεοτόκε ἁγνὴ εὐλογημένη. |
Rejoice, gracious Lady, who for the salvation of all gave birth to God in the flesh, and through whom the human race has found salvation. Through you, pure and blessed Theotokos, may we find Paradise. [HC] |
Ἀλληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα. Δόξα σοι, ὁ Θεός. (3) |
Alleluia. Alleluia. Alleluia. Glory to You, O God. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἐλέησον ἡμᾶς, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καὶ ἐλέησον. |
Have mercy on us, O God, according to Your great mercy, we pray You, hear us and have mercy. |
ΧΟΡΟΣ |
CHOIR |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἔτι δεόμεθα ὑπὲρ μακαρίας μνήμης καὶ αἰωνίου ἀναπαύσεως πάντων τῶν ἐπʼ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐκ τῶν ἀπʼ ἀρχῆς καὶ μέχρι τῶν ἐσχάτων, καὶ ὑπὲρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον. |
Again we pray for the blessed memory and eternal repose of all pious Orthodox Christians who have fallen asleep in the hope of the resurrection unto life everlasting, emperors, patriarchs, bishops, priests, hieromonks, deacons, monastics, fathers, forebears, grandparents, great-grandparents, parents, spouses, children, siblings, and all our relatives, from the beginning until the end of time; and for the forgiveness of all their sins, both voluntary and involuntary. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. (3) |
CHOIR: Lord, have mercy. (3) |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ὅπως Κύριος ὁ Θεὸς τάξῃ τὰς ψυχὰς αὐτῶν ἔνθα οἱ δίκαιοι ἀναπαύονται· τὰ ἐλέη τοῦ Θεοῦ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ἄφεσιν τῶν αὐτῶν ἁμαρτιῶν παρὰ Χριστῷ τῷ ἀθανάτῳ βασιλεῖ καὶ Θεῷ ἡμῶν αἰτησώμεθα. |
May the Lord God place their souls where the righteous repose. Let us ask for the mercies of God, the kingdom of Heaven, and the forgiveness of their sins from Christ our immortal king and God. |
ΧΟΡΟΣ: Παράσχου, Κύριε. |
CHOIR: Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τοῦ Κυρίου δεηθῶμεν. |
Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ Θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκός, ὁ τὸν θάνατον καταπατήσας, τὸν δὲ διάβολον καταργήσας καὶ ζωὴν τῷ κόσμῳ σου δωρησάμενος, αὐτός, Κύριε, ἀνάπαυσον καὶ τὰς ψυχὰς τῶν κεκοιμημένων δούλων σου, βασιλέων, πατριαρχῶν, ἀρχιερέων, ἱερέων, ἱερομονάχων, ἱεροδιακόνων, μοναχῶν, μοναζουσῶν καὶ πάντων τῶν ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, πατέρων, προπατόρων, πάππων, προπάππων, γονέων, συζύγων, τέκνων, ἀδελφῶν καὶ συγγενῶν ἡμῶν ἐν τόπῳ φωτεινῷ, ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναψύξεως, ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· πᾶν ἁμάρτημα τὸ παρʼ αὐτῶν πραχθέν, ἐν λόγῳ ἢ ἔργῳ ἢ διανοίᾳ, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, συγχώρησον, ὅτι οὐκ ἔστιν ἄνθρωπος, ὃς ζήσεται ἐπὶ τῆς γῆς καὶ οὐχ ἁμαρτήσει· σὺ γὰρ μόνος ἐκτὸς ἁμαρτίας ὑπάρχεις· ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα καὶ ὁ λόγος σου ἀλήθεια. |
O God of spirits and of all flesh, You trampled upon death and abolished the power of the devil, giving life to Your world. Give rest to the souls of Your departed servants, emperors, patriarchs, bishops, priests, hieromonks, deacons, monks, nuns, and all pious Orthodox Christians who have fallen asleep in the hope of the resurrection unto life everlasting, from all the ends of the world, fathers, forebears, grandparents, great-grandparents, parents, spouses, children, siblings, and all our relatives. Give them rest in a place of light, in a place of green pasture, in a place of refreshment, from where pain, sorrow, and sighing have fled away. As good and benevolent God, forgive every sin they have committed in word, deed, or thought, for there is no one who lives and does not sin. You alone are without sin. Your righteousness is an everlasting righteousness, and Your word is truth. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τοῦ Κυρίου δεηθῶμεν. |
Let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὺ εἶ ἡ ἀνάστασις, ἡ ζωὴ καὶ ἡ ἀνάπαυσις πάντων τῶν κεκοιμημένων εὐσεβῶς ὀρθοδόξων χριστιανῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the resurrection, the life, and the repose of all the departed faithful Orthodox Christians, Christ our God, and to You we offer up glory, and to Your Father, who is without beginning, and Your all-holy, good and life-creating Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Κάθισμα Βʹ. |
Kathisma II. |
Ἦχος πλ. αʹ. |
Mode pl. 1. |
Ἀνάπαυσον Σωτὴρ ἡμῶν, μετὰ Δικαίων τοὺς δούλους σου, καὶ τούτους κατασκήνωσον ἐν ταῖς αὐλαῖς σου, καθὼς γέγραπται, παρορῶν ὡς ἀγαθός, τὰ πλημμελήματα αὐτῶν, τὰ ἑκούσια, καὶ τὰ ἀκούσια, καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε. |
O Savior, let Your servants repose with the righteous, and let them dwell in Your courts, according to the Scriptures. Overlook their voluntary and involuntary offenses, every sin committed knowingly or unknowingly, benevolent Lord. [GOASD] |
Δόξα. |
Glory. |
Καὶ πάντα τὰ ἐν ἀγνοίᾳ καὶ γνώσει φιλάνθρωπε. |
Every sin committed knowingly or unknowingly, benevolent Lord. [GOASD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Ὁ ἐκ Παρθένου ἀνατείλας τῷ κόσμῳ, Χριστὲ ὁ Θεός, υἱοὺς φωτὸς διʼ αὐτῆς ἀναδείξας, ἐλέησον ἡμᾶς. |
From the Virgin You rose on the world, O Christ God. Through her make us sons of light and have mercy on us. [GOASD] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Κύριε, ἐλέησον. (3) |
Lord, have mercy. (3) |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπʼ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
Κοντάκιον. Τῶν Μαρτύρων. |
Kontakion. For the Martyrs. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος βʹ. Τὰ ἄνω ζητῶν. |
Mode 2. In seeking the heights. |
|
Τὰ ἄνω ζητῶν. |
Μαρτύρων δυάς, ἀθλήσαντες στεῤῥότατα, ἐχθροῦ τὴν ὀφρύν, εἰς γῆν κατηδάφισαν, ἐλλαμφθέντες χάριτι, τῆς ἀκτίστου Τριάδος οἱ ἔνδοξοι· καὶ νῦν μέτʼ Ἀγγέλων αὐτῇ, πρεσβεύουσιν ἀπαύστως ὑπὲρ πάντων ἡμῶν. |
Illumined by grace of the uncreated Trinity, * the glorious pair of Martyr saints steadfastly * wrestled with the enemy, * and they brought down his conceit to the ground. * And now with the Angels they pray * unceasingly for all of us to the Trinity. [SD] |
Κοντάκιον. Τῆς Ἁγίας. |
Kontakion. For the Holy Woman. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος βʹ. Τὰ ἄνω ζητῶν. |
Mode 2. N/M (In seeking the heights.) |
|
Τὰ ἄνω ζητῶν. |
Τὸ σῶμα τὸ σόν, νηστείαις κατατήξασα, ἐν μέσῳ ἀνδρῶν, Ματρῶνα κατοικήσασα, προσευχαῖς σχολάζουσα, τὸν Δεσπότην ἐνθέως ἐθεράπευσας, διʼ ὃν πάντα κατέλιπες, ὁσίως τὸν βίον διανύσασα. |
By fasting you withered your body, while dwelling among men, O Matrona. You preoccupied yourself with prayer, and thus inspired you served the Master, for whom you had abandoned everything, and you lived your life as a devout monastic. [SD] |
Ὁ Οἶκος. |
Oikos. |
Ἄνοιξόν μου τὸ στόμα Χριστέ μου, ἀνυμνῆσαι καὶ λέγειν τοὺς ἀγῶνας τῆς σῆς Ὁσίας φιλάνθρωπε· ὅπως τὰ πάντα καταλιποῦσα, καὶ ποθήσασα μόνον σὲ τὸν Νυμφίον, τὰ ἐπὶ γῆς ὡς φθαρτὰ ἐλογίσατο ἅπαντα· καὶ τὸν τύπον τοῦ ζωηφόρου Σταυροῦ ἐν ἑαυτῇ τυπώσασα, δαιμόνων θράση κατήργησε, καὶ εἰς τέλος αὐτοὺς ἐξηφάνισεν, ὁσίως τὸν βίον διανύσασα. |
O Christ, open my mouth to extol and relate the struggles of Your devout woman Saint Matrona. She abandoned everything, considering all things on earth to be corruptible, and she loved only You, the Bridegroom. She signed in herself the sign of the life-bearing Cross, and she brought down the audacity of demons and utterly vanquished them, for she lived her life as a devout monastic. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Θʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου. |
On November 9, we commemorate the holy Martyrs Onesiphoros and Porphyrios. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Ματρώνης. |
On this day we also commemorate our devout mother Matrona. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ὁσίας Θεοκτίστης τῆς Λεσβίας. |
On this day we also commemorate devout Saint Theoktiste of Lesbos. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων γυναικῶν Εὐστολίας καὶ Σωπάτρας. |
On this day we also commemorate the holy women Efstolia and Sopatra. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Ἀντωνίου.* |
On this day we also commemorate the holy Martyr Anthony. |
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι Μάρτυρες Χριστοφόρος καὶ Μαύρα ξίφει τελειοῦνται. |
On this day Saints Christopher and Maura died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι Ναρσῆς καὶ Ἀρτέμων ξίφει τελειοῦνται. |
On this day we also commemorate the holy Martyrs Narses and Artemon. |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ὅσιος Ἰωάννης ὁ Κολοβός, ἐν εἰρήνῃ τελειοῦται. |
On this day our devout father Saint John the Short died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ὅσιος Ἑλλάδιος ἐν εἰρήνῃ τελειοῦται. |
On this day devout Saint Helladios died in peace. |
Ὁ ὅσιος Πατὴρ ἡμῶν Συμεὼν ὁ Μεταφραστὴς ἐν εἰρήνῃ τελειοῦται. |
Devout Saint Symeon Metaphrastes died in peace. |
Οἱ ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Εὐθύμιος καὶ Νεόφυτος, οἱ κτήτορες τῆς σεβασμίας Μονῆς τοῦ Δοχειαρίου, ἐν εἰρήνῃ τελειοῦνται. |
Our devout and God-bearing fathers Efthymios and Neophytos, the founders of the holy Monastery of Docheiariou on Mt. Athos, died in peace. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου, Μητροπολίτου Πενταπόλεως τῆς ἐν Αἰγύπτῳ, τοῦ θαυματουργοῦ καὶ κτήτορος τῆς ἐν Αἰγίνῃ Ἱερᾶς Μονῆς τῆς Ἁγίας Τριάδος, κοιμηθέντος ὁσίως κατὰ τὸ ἔτος ͵αϠκʹ(1920). |
On this day, we also commemorate our father among the saints Nektarios, Metropolitan of Pentapolis in Egypt, the Wonder-worker and founder of the holy Monastery of Holy Trinity on Aegina, who reposed in holiness in the year 1920. |
Ταῖς αὐτῶν πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν. |
By their intercessions, Christ our God, have mercy on us and save us. Amen. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. Ἦχος πλ. δʹ. |
Ode viii. Heirmos. Mode pl. 4. |
|
Νικηταὶ τυράννου. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. |
By Your grace those Servants, * who adhered exceedingly to Your commandments, * once became the victors * over the tyrant * and the burning flame in the furnace and cried aloud: * Bless the Lord, O all you the works of the Lord, * and supremely exalt Him unto all the ages. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ θʹ. |
Ode ix. |
Μεγαλυνάριον. Ἦχος πλ. δʹ. |
The Magnificat. Mode pl. 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Ὁ Εἱρμός. Ἦχος πλ. δʹ. |
Heirmos. Mode pl. 4. |
|
Ἔφριξε πᾶσα ἀκοή. |
Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόῤῥητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθεν μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν. |
All hearers shuddered when they heard * the unheard-of condescension of God to us: * that voluntarily * the Most High came down, and even bodily, * and from a Virgin’s womb was born, * becoming a man from her. * Hence, the immaculate * Theotokos we believers now magnify. [SD] |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἐξαποστειλάριον τῆς ἡμέρας. |
Exaposteilarion of the Day. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Mode 3. Having embellished heaven. |
|
Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Ὁ ἐν Ἁγίοις μόνος, ἀναπαυόμενος Θεός, τῶν Προφητῶν, Ἀποστόλων, Ἱεραρχῶν, καὶ Μαρτύρων, καὶ τῶν Ὁσίων πρεσβείαις, τοὺς ἀνυμνοῦντάς σε σῶζε. |
O only God who reposes * in those alone who are holy, * attend to the intercessions * of Prophets, Apostles, Martyrs, * and of the devout monastics, * and save us all who extol You. [SD] |
Τῶν Μαρτύρων. |
For the Martyrs. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος βʹ. Γυναῖκες ἀκουτίσθητε. |
Mode 2. O Women, hearken. |
|
Γυναῖκες ἀκουτίσθητε. |
Τοὺς Μάρτυρας τιμήσωμεν, τοὺς ἐν ἀθλήσει λάμψαντας, καὶ καταυγάσαντας κόσμον, μαρτυρικαῖς ἀγλαΐαις, Ὀνησιφόρον τὸν μέγαν, καὶ τὸν σεπτὸν Πορφύριον· καὶ γὰρ αὐτοὶ πρεσβεύουσιν, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, αὐτῶν τελούντων τὴν μνήμην. |
The Martyrs Onesiphorus the great and St. Porphyrius, * illustrious for their contests, * illumined the world with splendors * of martyrdom, which they endured. And therefore let us honor them, * for they are sure to intercede * for us who with faith remember * their memory and observe it. [GOASD] |
Τῆς Ἁγίας. |
For the Holy Woman. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Mode 3. Having embellished heaven. |
|
Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Ὅλον ὑψώσασα τὸν νοῦν, τῆς σχέσεως τῶν γηΐνων, ἀνεπιστρόφως Ματρῶνα, ὥδευσας τρίβον θεόφρον, τῶν ἐντολῶν τοῦ Σωτῆρος· διὸ ἡμῶν ὑπερεύχου. |
O godly-minded Matrona, * you wholly lifted up your mind * above all contact with things mundane, * and never turning back, your walked * the path of the Savior’s commandments. * Now pray for us without ceasing. [SD] |
Θεοτοκίον. |
Theotokion. |
Ἦχος γʹ. Ὁ οὐρανὸν τοῖς ἄστροις. |
Mode 3. Having embellished heaven. |
Ἱερωτάταις φωναῖς σε, σεπτοὶ Προφῆται Παρθένε, κατήγγειλαν ἐσομένην, Θεοῦ Μητέρα· διό σε, εἰδότες πίστει καὶ πόθῳ, γεραίρομεν Θεοτόκον. |
O Virgin, the holy Prophets * in their inspired sacred writings * announced that you were to become * the Mother of God. And therefore * knowing you as Theotokos, * with faith and love we extol you. [SD] |
Οἱ Αἶνοι. Ἦχος βʹ. |
Lauds. Mode 2. |
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Δείξε Στιχολογίαν |
Show Stichologia |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. |
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
Στιχηρὰ Μαρτυρικά. |
Stichera for the Martyrs. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἦχος βʹ. |
Mode 2. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
Τὸν Σταυρὸν τοῦ Χριστοῦ, λαβόντες οἱ ἅγιοι Μάρτυρες, ὅπλον ἀκαταγώνιστον, πᾶσαν τοῦ διαβόλου τὴν ἰσχὺν κατήργησαν, καὶ λαβόντες στέφος οὐράνιον, τεῖχος ἡμῖν γεγόνασιν, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες. |
The holy Martyrs took the Cross of Christ as invincible armor, and they neutralized all the power of the devil. They were awarded heavenly medals, and now for us they have become a fortification, as they ever intercede on our behalf. [GOASD] |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
Τῶν Ἁγίων σου τὰ πλήθη, δυσωποῦσί σε Χριστέ, ἐλέησον ἡμᾶς, ὡς φιλάνθρωπος. |
Your many Saints implore You, O Christ. Have mercy on us, O benevolent Lord. [SD] |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
Πᾶσα πόλις καὶ χώρα, τιμᾷ ὑμῶν τὰ λείψανα, ὦ ἀθλοφόροι Μάρτυρες· ὑμεῖς γὰρ νομίμως ἀθλήσαντες, στέφανον οὐράνιον ἐλάβετε, καὶ διὰ τοῦτο Ἱερέων ἐστὲ τὸ καύχημα, Βασιλέων τὸ νῖκος, Ἐκκλησιῶν ἡ εὐπρέπεια. |
Every city and land venerates your relics, O victorious Martyrs. For having lawfully contested, you received a heavenly crown. And therefore you are the pride of priests, the victory of rulers, and the Church’s grand dignity. [SD] |
Νεκρώσιμον. |
For the Dead. |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
Οἴμοι οἷον ἀγῶνα ἔχει ἡ ψυχή, χωριζομένη ἐκ τοῦ σώματος! οἴμοι πόσα δακρύει τότε, καὶ οὐχ ὑπάρχει ὁ ἐλεῶν αὐτήν! πρὸς τοὺς Ἀγγέλους τὰ ὄμματα ῥέπουσα, ἄπρακτα καθικετεύει, πρὸς τοὺς ἀνθρώπους τὰς χεῖρας ἐκτείνουσα, οὐκ ἔχει τὸν βοηθοῦντα. Διὸ ἀγαπητοί μου ἀδελφοί, ἐννοήσαντες ἡμῶν τὸ βραχὺ τῆς ζωῆς, τοῖς μεταστᾶσι τὴν ἀνάπαυσιν, παρὰ Χριστοῦ αἰτησώμεθα, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. |
Alas! Such agony afflicts a soul when it is separated from its body. Alas! How it weeps then, but there is no one to have mercy on it. It turns its eyes towards the Angels and prays to no avail. It reaches for other people, but there is no one who can help. Therefore, my beloved brethren, let us realize how short is our life, and let us pray to Christ to grant repose to the departed, and great mercy to our souls. [SD] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. Ὅτε ἐκ τοῦ ξύλου. |
Glory. Both now. Theotokion. Joseph took You down. |
Ὅλην τὴν ζωήν μου ἐν κακοῖς, καταδαπανήσας ὁ τάλας, νῦν κατελείφθην Ἁγνή, πάσης ὅλος ἔρημος, ἀγαθῆς πράξεως, προσεγγίζοντα βλέπων δέ, τὸν θάνατον, οἴμοι! τρέμω τὸ κριτήριον τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ· οὗ περ ἐξελοῦ με Παρθένε, καὶ πρὸ τῆς ἀνάγκης ἐκείνης, Δέσποινα ἐπίστρεψον, καὶ σῶσόν με. |
I, the wretch, have wasted all the time * of my life in sins and in vices, O pure one; now I am left * destitute completely of all good and virtuous deeds. * And I see now that death, alas, * is quickly approaching, * and I shudder at the judgment of your Son, our God. * Rescue me from this, holy Virgin, * and before that anguish, O Lady, * save me and return me to the path of life. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
Δοξολογία (διαβαστά) |
Doxology (read) |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν. |
READER: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ: Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Παράσχου, Κύριε. |
Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ: Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ: Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ: Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀπόστιχα τῆς Ὀκτωήχου. |
Aposticha of the Octoechos. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἦχος βʹ. Ὅτε ἐκ τοῦ ξύλου. |
Mode 2. Joseph took You down. |
|
Ὅτε ἐκ τοῦ ξύλου. |
Ῥύμην τοῦ θανάτου καὶ φθοράν, σοῦ τῷ ζωηφόρῳ θανάτῳ, καθεῖλες Δέσποτα, πᾶσι δὲ ἐπήγασας, ζωὴν αἰώνιον, καὶ νεκροῖς ἐξανάστασιν, Σωτὴρ ἐδωρήσω· ὅθεν σου δεόμεθα, καὶ νῦν ἀνάπαυσον, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τῆς ἀθανάτου σου δόξης, τούτους καταξίωσον, Φιλάνθρωπε. |
Master, by Your own life-bearing death * You destroyed the force and corruption that once belonged to death. * You became the source of everlasting life to all * mortal men, and unto the dead * You gave resurrection. * Therefore, Savior, we entreat You to give rest to all * who with faith have passed away to You; * count them worthy of Your immortal * glory, O benevolent and gracious Lord. [SD] |
Στίχ. Μακάριοι οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε. |
Verse: Blessed are they whom You have chosen and received, O Lord. [SAAS] |
Ὅτε ἐκ τοῦ ξύλου. |
Joseph took You down. |
|
Ὅτε ἐκ τοῦ ξύλου. |
Ἵνα τοὺς ἀνθρώπους κοινωνούς, θείας βασιλείας ἐργάσῃ, Σταυρὸν ὑπέμεινας, θάνατον ἑκούσιον, καταδεξάμενος· διὰ τοῦτο δεόμεθα, τῇ σῇ εὐσπλαγχνίᾳ, μετόχους ἀνάδειξον τῆς βασιλείας σου, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τοῦ γλυκυτάτου σου κάλλους, τούτους καταξίωσον, Φιλάνθρωπε. |
You accepted voluntary death * after You endured crucifixion, * O Lord, in order to make * human beings sharers in Your divine kingdom and rule. * Therefore, Savior, we pray to You, * that in Your compassion, * You will make the ones who passed away to You with faith * sharers in Your kingdom, O Master; * count them worthy of Your eternal, * everlasting glory and beatitude. [SD] |
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται. |
Verse: Their souls shall dwell among good things. [SAAS] |
Ὅτε ἐκ τοῦ ξύλου. |
Joseph took You down. |
|
Ὅτε ἐκ τοῦ ξύλου. |
Σῶσαι τὸ σὸν πλάσμα βουληθείς, τῆς οἰκονομίας τὸ ὄντως, βαθὺ μυστήριον, χαίρων ἐξετέλεσας, ὡς ὑπεράγαθος, καὶ τιμῆς ἐξηγόρασας, τὸν σύμπαντα Κόσμον, Αἵματι τιμίῳ σου· διὸ δεόμεθα, πίστει τοὺς πρὸς σὲ μεταστάντας, καὶ τοῦ γλυκυτάτου σου κάλλους, τούτους καταξίωσον Φιλάνθρωπε. |
Wishing to redeem what You had made, * Lord exceeding good, You rejoiced as You executed Your plan * of salvation, which was a profound mystery. * And You offered Your precious Blood * as payment and ransom * for the world. Therefore we entreat You grant to all * who with faith have passed away to You, * that they may enjoy Your sweet beauty, * since You are benevolent, O gracious Lord. [SD] |
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν. |
Verse: And their memorial abides from generation to generation. [SAAS] |
Ὅτε ἐκ τοῦ ξύλου. |
Joseph took You down. |
|
Ὅτε ἐκ τοῦ ξύλου. |
Τρόμῳ, τῷ φρικτῷ καὶ φοβερῷ, θρόνῳ σου Χριστὲ παρεστῶτες, οἱ ἀπʼ αἰῶνος νεκροί, ψῆφον ἀναμένουσι, τὴν σὴν δικαίαν Σωτήρ, καὶ τὴν θείαν ἐκδέχονται δικαιοκρισίαν, τότε φεῖσαι Δέσποτα, Σῶτερ τῶν δούλων σου, πίστει τῶν πρὸς σὲ μεταστάντων, καὶ τῆς ἀϊδίου τρυφῆς σου, καὶ μακαριότητος ἀξίωσον. |
Trembling will the dead of every age * stand before Your frightful and awesome throne and tribunal, O Christ, * waiting for Your righteous verdict, O our Savior and God, * and in anticipation of Your just divine judgment. * Then, O Master and our Savior, spare Your servants, we pray, * all those who in faith have departed * to You, O Lord, and count them worthy * of Your everlasting bliss and blessedness. [SD] |
Δόξα· καὶ νῦν. Θεοτοκίον. |
Glory. Both now. Theotokion. |
Ὅτε ἐκ τοῦ ξύλου. |
Joseph took You down. |
|
Ὅτε ἐκ τοῦ ξύλου. |
Δεῦτε τὴν Μητέρα τοῦ φωτός, ὕμνοις ἀσιγήτοις βοῶντες, πάντες δοξάσωμεν· αὕτη γὰρ ἐκύησε τὴν σωτηρίαν ἡμῶν, καὶ τὸ χαῖρε προσάξωμεν, ὡς μόνῃ τεκούσῃ, πάντων ἀρχαιότατον, τὸν πρὸ αἰώνων Θεόν. Χαίροις ἡ τὴν Εὔαν τεκοῦσα, πάλιν ἀναπλάσαντα. Χαίροις, ἄχραντε Παρθένε ἀπειρόγαμε. |
Let us praise the Mother of the Light * glorifying her, O believers, with our unceasing hymns. * Since she carried our salvation in her womb, let us all * now salute her and say, “Rejoice, * for you only gave birth * to the pre-eternal God, who is more ancient than all. * Unwed and immaculate Virgin, * rejoice, holy Mother of Christ God * Who refashioned our ancestral mother Eve. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Ἀπολυτίκιον τῆς Ἡμέρας. |
Apolytikion for the Day. |
Τῶν Ἁγίων. |
For the Saints. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ἦχος βʹ. |
Mode 2. |
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν. |
O Apostles, Martyrs, Prophets, Hierarchs, Monastics and the Righteous, you finished the race and kept the faith. You speak freely to the Savior. We pray you entreat Him on our behalf, to save our souls, since He is good. [SD] |
Δόξα. Ἕτερον. |
Glory. Another. |
Τοῦ Ὡρολογίου - - - |
From Horologion - - - |
Ἦχος πλ. δʹ. |
Mode pl. 4. |
Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ εἴ τι ἐν βίῳ, ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος, καὶ τοῖς μεταστᾶσι, δοῦναι τὴν ἀνάπαυσιν. |
Remember Your servants, O Lord, since You are good, and forgive them for all their sins in life; for no one is without sin except for You who are able to give rest to those who have passed away. [SD] |
Καὶ νῦν. Θεοτοκίον. |
Both now. Theotokion. |
Τῆς Ὀκτωήχου - - - |
From Octoechos - - - |
Ἦχος βʹ. |
Mode 2. |
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου Φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν. |
Holy Mother of the immaculate Light, we honor you with angelic hymns, and magnify you piously. [SD] |
(Παραλείπεται ἡ ἐκτενής.) |
(The “ektenia” litany has been omitted.) |
ΙΕΡΕΥΣ: Σοφία. |
PRIEST: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ: Εὐλόγησον. |
READER: Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, [this Sacred Metropolis,] and this city, to the ages of ages. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
Εἶτα τό· «Δεῦτε προσκυνήσωμεν…» καὶ τὴν Πρώτην Ὥραν. |
Then we begin the First Hour, saying: “Come let us worship…” |
ἤ· |
or: |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, our God, glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ: Ἀμήν. |
CHOIR: Amen. |
|
|