2024 |
2024 |
Τῇ Παρασκευῇ | Τῌ Ηʹ ΝΟΕΜΒΡΙΟΥ |
On Friday | November 8 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Παρασκευῇ τῆς Κʹ Ἑβδομάδος |
Friday of the 20th Week |
Πρὸς Φιλιππισίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Philippians. |
Φιλ 3:8 – 19 |
Phil. 3:8 – 19 |
Ἀδελφοί, τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν. οὐχ ὅτι ἤδη ἔλαβον ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ ᾧ καὶ κατελήφθην ὑπὸ τοῦ Χριστοῦ Ἰησοῦ. ἀδελφοί, ἐγὼ ἐμαυτὸν οὔπω λογίζομαι κατειληφέναι· ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. ὅσοι οὖν τέλειοι, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Συμμιμηταί μου γίνεσθε, ἀδελφοί, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς. πολλοὶ γὰρ περιπατοῦσιν, — οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ Θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες! |
Brethren, I have suffered the loss of all things, and count them as refuse, in order that I may gain Christ, and be found in him, not having a righteousness of my own, based on law, but that which is through the faith of Christ, the righteousness from God that depends on faith; that I may know him and the power of his resurrection, and may share his sufferings, becoming like him in his death, that if possible I may attain that resurrection from the dead. Not that I have already obtained this or am already perfect; but I press on to make it my own, because Christ Jesus has made me his own. Brethren, I do not consider that I have made it my own; but one thing I do, forgetting what lies behind and straining forward to what lies ahead, I press on toward the goal for the prize of the upward call of God in Christ Jesus. Let those of us who are mature be thus minded; and if in anything you are otherwise minded, God will reveal that also to you. Only let us hold true to what we have attained. Brethren, join in imitating me, and mark those who so live as you have an example in us. For many, of whom I have often told you and now tell you even with tears, live as enemies of the cross of Christ. Their end is destruction, their god is the belly, and they glory in their shame, with minds set on earthly things. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Παρασκευῇ τῆς Ηʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Friday of the 8th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 13:31 – 35 |
Lk. 13:31 – 35 |
Τῷ καιρῷ ἐκείνῳ, προσῆλθόν τινες Φαρισαῖοι τῷ Ἰησοῦ λέγοντες· ἔξελθε καὶ πορεύου ἐντεῦθεν, ὅτι Ἡρῴδης θέλει σε ἀποκτεῖναι. καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἴπατε τῇ ἀλώπεκι ταύτῃ· ἰδοὺ ἐκβάλλω δαιμόνια καὶ ἰάσεις ἐπιτελῶ σήμερον καὶ αὔριον, καὶ τῇ τρίτῃ τελειοῦμαι· πλὴν δεῖ με σήμερον καὶ αὔριον καὶ τῇ ἐχομένῃ πορεύεσθαι, ὅτι οὐκ ἐνδέχεται προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλήμ. Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτέννουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! ποσάκις ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου ὃν τρόπον ὄρνις τὴν ἑαυτῆς νοσσιὰν ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε! ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. λέγω δὲ ὑμῖν ὅτι οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ ὅτε εἴπητε· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
At that time, some Pharisees came to Jesus and said to him, “Get away from here, for Herod wants to kill you.” And he said to them, “Go and tell that fox, ‘Behold, I cast out demons and perform cures today and tomorrow, and the third day I finish my course. Nevertheless I must go on my way today and tomorrow and the day following; for it cannot be that a prophet should perish away from Jerusalem.’ O Jerusalem, Jerusalem, killing the prophets and stoning those who are sent to you! How often would I have gathered your children together as a hen gathers her brood under her wings, and you would not! Behold, your house is forsaken. And I tell you, you will not see me until the time comes when you say, ‘Blessed is he who comes in the name of the Lord!’” [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
2024 |
2024 |
Τῌ Ηʹ ΝΟΕΜΒΡΙΟΥ |
November 8 |
Ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ |
The Synaxis in Honor of the Chief Commanders Michael and Gabriel |
Τὰ Ἀναγνώσματα τοῦ Χθεσινοῦ Ἑσπερινοῦ |
The Readings from Vespers the Previous Evening |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ιησ 5, 13 – 15 |
Jos 5:13 – 15 |
Ἐγένετο, ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχώ, ἀναβλέψας τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδεν ἄνθρωπον ἐστηκότα ἐναντίον αὐτοῦ, καὶ ἡ ῥομφαία αὐτοῦ ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ, καὶ προσελθὼν Ἰησοῦς, εἶπεν αὐτῷ. Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Ὁ δὲ εἶπεν αὐτῷ. Ἐγὼ Ἀρχιστράτηγος δυνάμεως Κυρίου, νυνὶ παραγέγονα, καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ· Δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; Καὶ εἶπεν ὁ Ἀρχιστράτηγος Κυρίου πρὸς Ἰησοῦν· Λύσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφʼ οὗ σὺ ἔστηκας ἐπ αὐτοῦ, ἅγιός ἐστι· καὶ ἐποίησεν Ἰησοῦς οὕτως. |
Then it came to pass, when Joshua was at Jericho, he looked up and saw a man standing before him with a sword drawn in his hand. So Joshua came near and said to him, “Are you for us or on the side of our adversaries?” He said to him, “I am now come, the chief captain of the host of the Lord.” Then Joshua fell on his face upon the earth and said to him, “O Master, what do you command your servant?” The chief captain of the Lord said to Joshua, “Loose the shoe from your feet; for the place on which you stand is holy.” [SAAS] |
Κρ 6, 6, 11 – 24 |
Jdg 6:2a, 6b, 11 – 24 |
Ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ κατίσχυσε Μαδιὰμ ἐπὶ τοὺς υἱοὺς Ἰσραήλ, καὶ αὐτοὶ ἐβόησαν πρὸς τὸν Θεόν. Καὶ ἰδοὺ Ἄγγελος Κυρίου παρεγένετο, καὶ ἐκάθισεν ὑπὸ τὴν δρῦν, τὴν οὖσαν ἐν Ἐφραθᾶ, τὴν τοῦ Ἰωάς· καὶ Γεδεὼν ὁ υἱὸς αὐτοῦ ἐῤῥάβδιζε πυροὺς ἐν ληνῷ, καὶ ἔσπευδε τοῦ ἐκφυγεῖν ἀπὸ προσώπου Μαδιάμ. Καὶ ὤφθη αὐτῷ Ἄγγελος Κυρίου, καὶ εἶπε πρὸς αὐτόν· Κύριος μετὰ σοῦ δυνατὸς τῇ ἰσχύϊ. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Ἐν ἐμοί, Κύριέ μου, καὶ εἰ ἔστι Κύριος μεθʼ ἡμῶν, ἵνα τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστι πάντα τὰ θαυμάσια αὐτοῦ, ὅσα διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν, λέγοντες· Οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς Κύριος; καὶ νῦν ἀπώσατο ἡμᾶς, καὶ παρέδωκεν ἡμᾶς, ἐν χειρὶ Μαδιάμ. Καὶ ἐπέβλεψε πρὸς αὐτὸν ὁ Ἄγγελος Κυρίου, καὶ εἶπεν αὐτῷ· Πορεύου ἐν τῇ ἰσχύϊ σου ταύτῃ, καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ, ἰδοὺ ἐξαπέστειλά σε. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Ἐν ἐμοί, Κύριε, ἐν τίνι σώσω τὸν Ἰσραήλ; Ἰδοὺ ἡ χιλιάς μου ταπεινοτέρα ἐν Μανασσῇ, καὶ ἐγὼ εἰμι μικρότερος ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἄγγελος Κυρίου· Κύριος ἔσται μετὰ σοῦ, καὶ πατάξεις τὸν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα. Καὶ εἶπε πρὸς αὐτὸν Γεδεών· Εἰ εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ,τι σὺ λαλεῖς μέτʼ ἐμοῦ, μὴ δὴ χωρισθῇς ἐντεῦθεν, ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ οἴσω τὴν θυσίαν μου, καὶ θύσω ἐνώπιόν σου. Καὶ εἶπεν· Ἐγὼ εἰμι, καθήσομαι ἕως τοῦ ἐπιστρέψαι σε. Καὶ Γεδεὼν εἰσῆλθε, καὶ ἐποίησεν ἔριφον αἰγῶν, καὶ οἰφὶ ἀλεύρου ἄζυμα· καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ, καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ, καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν δρῦν, καὶ προσήγγισε. Καὶ εἶπε πρὸς αὐτὸν ὁ ἄγγελος Κυρίου. Λάβε τὰ κρέα καὶ τοὺς ἄρτους τοὺς ἀζύμους, καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην, καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε, καὶ ἐποίησεν οὕτω. Καὶ ἐξέτεινεν ὁ Ἄγγελος Κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῇ ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἥψατο τῶν κρεῶν, καὶ τῶν ἀζύμων, καὶ ἀνήφθη πῦρ ἐκ τῆς πέτρας, καὶ κατέφαγε τὰ κρέα καὶ τοὺς ἀζύμους, καὶ ὁ Ἄγγελος Κυρίου ἀπῆλθεν ἀπʼ ὀφθαλμῶν αὐτοῦ. Καὶ εἶδε Γεδεών, ὅτι Ἀγγελος Κυρίου ἐστί, καὶ εἶπε Γεδεών·Οἴμοι Κύριε, Κύριε! ὅτι εἶδον τὸν Ἄγγελον Κυρίου πρόσωπον πρὸς πρόσωπον. Καὶ εἶπεν αὐτῷ Κύριος. Εἰρήνη σοι, μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς. Καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐκάλεσεν αὐτό, Εἰρήνη Κυρίου, ἕως τῆς ἡμέρας ταύτης. |
It came to pass in that day that the hand of Midian prevailed against Israel, and the sons of Israel cried out to the Lord. Now the Angel of the Lord came and sat under the terebinth tree in Ephrathah which belonged to Joash the father of Esdri, while his son Gideon threshed wheat in the winepress in order to hide from the presence of the Midianites. And the Angel of the Lord appeared to him and said to him, “The Lord is with you, mighty one of the armies!” Gideon said to Him, “It is I, my Lord? If the Lord is with us, why then have these evils come upon us? And where are all His miracles which our fathers told us about, saying, ‘Did not the Lord bring us up from Egypt?’ But now the Lord has driven us out and delivered us into the hands of the Midianites.” Then the Angel of the Lord turned to him and said, “Go with this strength of yours, and you shall save Israel from the hand of the Midianites. Indeed, I have sent you.” And Gideon said to Him, “Be gracious with me, my Lord, for how can I save Israel? My thousand is weakened in Manasseh, and I am the smallest in my father’s house.” And the Angel of the Lord said to him, “The Lord will be with you, and you shall strike the Midianites as one man.” Then Gideon said to Him, “If now I have found mercy in Your sight, then You shall do everything for me today that You have told me. Do not leave here, I pray, until I come to You and I will bring out my offering and set it before You.” And He said, “I am. I will wait until you come back.” So Gideon went in and prepared a goat kid, and unleavened bread from an ephah of flour. He put the meat in a basket, and he put the broth in a pot; and he brought them out to Him under the terebinth tree and approached. The Angel of God said to him, “Take the meat and the unleavened bread and lay them on this rock, and pour out the broth.” And he did so. Then the Angel of the Lord stretched out the end of the staff that was in his hand and touched the meat and the unleavened bread; and fire rose out of the rock and consumed the meat and the unleavened bread. And the Angel of the Lord departed out of his sight. Now Gideon perceived this was the Angel of the Lord. So Gideon said, “O Lord, my Lord! For I have seen the Angel of the Lord face to face.” Then the Lord said to him, “Peace be with you; do not fear, you shall not die.” So Gideon built an altar there to the Lord, and called it the Peace of the Lord. [SAAS] |
Δν 10, 1 – 21 |
Dan 10:1 – 21 |
Ἐν ἔτει τρίτῳ Κύρου τοῦ βασιλέως Περσῶν, λόγος ἀπεκαλύφθη τῷ Δανιήλ, οὗ τὸ ὄνομα ἐπεκλήθη Βαλτάσαρ, καὶ ἀληθινὸς ὁ λόγος, καὶ δύναμις μεγάλη, καὶ σύνεσις ἐδόθη αὐτῷ ἐν ὀπτασίᾳ. Ἐν ταῖς ἡμέραις ἐκείναις, ἐγὼ Δανιὴλ ἤμην πενθῶν τρεῖς ἑβδομάδας ἡμερῶν. Καὶ ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον καὶ κρέας καὶ οἶνος οὐκ εἰσῆλθεν ἐν τῷ στόματί μου, καὶ ἄλειμμα οὐκ ἠλειψάμην, ἕως πληρώσεως τριῶν ἑβδομάδων ἡμερῶν. Καὶ ἐν ἡμέρᾳ εἰκοστῇ τετάρτῃ τοῦ μηνὸς τοῦ πρώτου, ἐν τῷ τρίτῳ ἔτει, ἐγω ἤμην ἐχόμενα τοῦ ποταμοῦ τοῦ μεγάλου, οὗτός ἐστι Τίγρις. Καὶ ἦρα τοὺς ὀφθαλμούς μου, καὶ εἶδον, καὶ ἰδοὺ ἀνὴρ εἷς, ἐνδεδυμένος βαδδίν, καὶ ἡ ὀσφὺς αὐτοῦ περιεζωσμένη χρυσίῳ Ὠφάζ· καὶ τὸ σῶμα αὐτοῦ ὡσεὶ Θαρσίς, καὶ τὸ πρόσωπον αὐτοῦ ὡσεὶ ὅρασις ἀστραπῆς, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βραχίονες αὐτοῦ καὶ τὰ σκέλη, ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ, ὡς φωνὴ ὄχλου. Καὶ εἶδον ἐγὼ Δανιὴλ μόνος τὴν ὀπτασίαν, καὶ οἱ ἄνδρες οἱ μέτʼ ἐμοῦ οὐκ εἶδον, ἀλλʼ ἢ ἔκστασις μεγάλη ἐπέπεσεν ἐπʼ αὐτούς, καὶ ἔφυγον ἐν φόβῳ. Καὶ ἐγὼ ὑπελείφθην μόνος, καὶ εἶδον τὴν ὀπτασίαν τὴν μεγάλην ταύτην, καὶ οὐχ ὑπελείφθη ἐν ἐμοὶ ἰσχύς, καί ἡ δόξα μου μετεστράφη εἰς διαφθοράν, καὶ οὐκ ἐκράτησα ἰσχύος. Καὶ ἤκουσα τὴν φωνὴν τῶν λόγων αὐτοῦ, καὶ ἐν τῷ ἀκοῦσαί με φωνὴν ῥημάτων αὐτοῦ ἤμην κατανενυγμένος ἐπὶ πρόσωπόν μου ἐπὶ τὴν γῆν. Καὶ ἰδοὺ χεὶρ ἁπτομένη μου, καὶ ἤγειρέ με ἐπὶ τὰ γόνατά μου, καὶ ταρσοὺς χειρῶν μου. Καὶ εἶπε πρός με· Δανιήλ, ἀνὴρ ἐπιθυμιῶν, σύνες ἐν τοῖς λόγοις, οἷς ἐγὼ λαλῶ πρὸς σέ, καὶ στῆθι ἐπὶ τῇ στάσει σου, ὅτι νῦν ἀπεστάλην πρὸς σέ, καὶ ἐν τῷ λαλῆσαι αὐτὸν πρός με τὸν λόγον τοῦτον, ἀνέστην ἔντρομος. Καὶ εἶπε πρός με· Μὴ φοβοῦ Δανιήλ, ὅτι ἀπὸ τῆς ἡμέρας τῆς πρώτης, ἧς ἔδωκας τὴν καρδίαν σου συνιέναι, καὶ κακωθῆναι ἔναντι Κυρίου τοῦ Θεοῦ σου ἠκούσθησαν οἱ λόγοι σου, καὶ ἐγὼ ἦλθον ἐν τοῖς λόγοις σου. Καὶ ὁ Ἄρχων τῆς βασιλείας Περσῶν εἱστήκει ἐξεναντίας μου εἴκοσι καὶ μίαν ἡμέραν, καὶ ἰδοὺ Μιχαήλ, εἷς τῶν Ἀρχόντων τῶν πρώτων ἦλθε βοηθῆσαί μοι, καὶ αὐτὸν κατέλιπον ἐκεῖ μετὰ τοῦ Ἄρχοντος βασιλείας Περσῶν. Καὶ ἦλθον συνετίσαι σε ὅσα ἀπαντήσει τῷ λαῷ σου ἐπʼ ἐσχάτων τῶν ἡμερῶν, ὅτι ἔτι ἡ ὅρασις εἰς ἡμέρας. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετʼ ἐμοῦ κατὰ τοὺς λόγους τούτους, ἔδωκα τὸ πρόσωπόν μου ἐπὶ τὴν γῆν, καὶ κατενύγην. Καὶ ἰδοὺ ὡς ὁμοίωσις υἱοῦ ἀνθρώπου ἥψατο τῶν χειλέων μου, καὶ ἤνοιξα τὸ στόμα μου καὶ ἐλάλησα, καὶ εἶπα πρὸς τὸν ἑστῶτα ἐναντίον μου· Κύριε ἐν τῇ ὀπτασίᾳ σου ἐστράφη τὰ ἐντός μου ἐν ἐμοί, καὶ οὐκ ἔσχον ἰσχύν. Καὶ πῶς δυνήσεται ὁ παῖς σου, Κύριε, λαλῆσαι μετὰ τοῦ Κυρίου μου τούτου; καὶ ἀπὸ τοῦ νῦν οὐ στήσεται ἐν ἐμοὶ ἰσχύς, καὶ πνοὴ οὐχ ὑπελείφθη ἐν ἐμοί. Καὶ προσέθετο, καὶ ἥψατό μου ὡς ὅρασις ἀνθρώπου, καὶ ἐνίσχυσέ με καὶ εἶπέ μοι· Μὴ φοβοῦ ἀνὴρ ἐπιθυμιῶν, εἰρήνη σοι, ἀνδρίζου καὶ ἴσχυε. Καὶ ἐν τῷ λαλῆσαι αὐτὸν μετʼ ἐμοῦ, ἴσχυσα καὶ εἶπα. Λαλείτω ὁ Κύριός μου, ὅτι ἐνίσχυσάς με. Καὶ εἶπεν· Εἰ οἶδας ὅτι ἦλθον πρὸς σὲ; καὶ νῦν ἐπιστρέψω τοῦ πολεμῆσαι μετὰ τοῦ Ἄρχοντος Περσῶν, καὶ ἐγὼ ἐξεπορευόμην, καὶ ὁ Ἄρχων τῶν Ἑλλήνων ἤρχετο. Ἀλλʼ ἢ ἀναγγελῶ σοι τὸ ἐντεταγμένον ἐν γραφῇ ἀληθείας καὶ οὐκ ἔστιν εἷς ἀντεχόμενος μετʼ ἐμοῦ περὶ τούτων, ἀλλʼ ἢ Μιχαὴλ ὁ ἄρχων ὑμῶν. |
In the third year of Cyrus king of the Persians, a word was revealed to Daniel, whose name was called Belteshazzar. The word was true, and great power and understanding were given to him in the vision. In those days, I, Daniel, was mourning three full weeks. I ate no desirable food, and no meat or wine entered my mouth, nor did I anoint myself, until three whole weeks were fulfilled. Then on the twenty-fourth day of the first month, I was beside the great river, that is, the Tigris. I lifted my eyes and looked, and behold, there was a man clothed in fine linen; and his waist was girded with gold of Uphaz. His body was like beryl, and his face like the appearance of lightning. His eyes were like lamps of fire, and his arms and legs like the appearance of shining brass. The sound of his words was like the voice of a multitude. I, Daniel, alone saw the vision, for the men with me did not see the vision; but a great astonishment fell upon them, and they fled in fear. So I was left alone and saw this great vision, but no strength remained in me; for my splendor was turned into corruption, and I retained no strength. Yet I heard the sound of his words; and when I heard him, I was deeply troubled with my face on the ground. Suddenly, a hand touched me and raised me up on my knees. He said to me, “O Daniel, a man of desires, understand the words I speak to you and stand upright, for now I have been sent to you.” So when he spoke this word to me, I stood trembling. Then he said to me, “Do not fear, Daniel, for from the first day you set your heart to understand and to afflict yourself before your God, your words were heard; and I came because of your words. But the prince of the Persian kingdom withstood me twenty-one days, and behold, Michael, one of the chief princes, came to help me; for I was left there with the ruler of the Persian kingdom. Now I have come to make you understand what will happen to your people in the last days, for the vision is for days yet to come.” When he had spoken these words to me, I turned my face toward the ground and was deeply troubled. Again suddenly, one having the likeness of a son of man touched my lips, and I opened my mouth and spoke, and said to the one standing before me, “My lord, because of your vision, my insides churned within me so I have no strength. For how can your servant, my lord, speak with my lord of this? As for me, no strength now remains in me, nor is any breath left in me.” Then again, the one like the appearance of a man touched me and strengthened me. He said to me, “O man of desires, peace be to you; be courageous and strong.” So when he spoke with me, I was strengthened and said, “Let my lord speak, for you have strengthened me.” Then he said, “Do you know why I have come to you? But now I will return to the war against the ruler of the Persians, and I will go forth, and the ruler of the Greeks will come. But I will tell you what is noted in the Scripture of Truth – and there is no one loyal to me concerning this, except Michael your prince.” [SAAS] |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῶν Ἀσωμάτων. |
For the Angels. |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
Εβρ 2:2 – 10 |
Heb. 2:2 – 10 |
Ἀδελφοί, εἰ ὁ δι᾽ ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν, πῶς ἡμεῖς ἐκφευξόμεθα τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη, συνεπιμαρτυροῦντος τοῦ Θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ Πνεύματος Ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν. Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν, διεμαρτύρατο δέ πού τις λέγων· τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; ἠλάττωσας αὐτὸν βραχύ τι παρ᾽ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν, πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· ἐν γὰρ τῷ ὑποτάξαι αὐτῷ τὰ πάντα οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον. νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα· τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. ἔπρεπε γὰρ αὐτῷ, δι᾽ ὃν τὰ πάντα καὶ δι᾽ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα, τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι. |
Brethren, if the message declared by angels was valid and every transgression or disobedience received a just retribution, how shall we escape if we neglect such a great salvation? It was declared at first by the Lord, and it was attested to us by those who heard him, while God also bore witness by signs and wonders and various miracles and by gifts of the Holy Spirit distributed according to his own will. For it was not to angels that God subjected the world to come, of which we are speaking. It has been testified somewhere, “What is man that you are mindful of him, or the son of man, that you care for him? You made him a little lower than the angels, you have crowned him with glory and honor, putting everything in subjection under his feet.” Now in putting everything in subjection to him, he left nothing outside his control. As it is, we do not yet see everything in subjection to him. But we see Jesus, who was made a little lower than the angels, crowned with glory and honor because of the suffering of death, so that by the grace of God he might taste death for every one. For it was fitting that he, for whom and by whom all things exist, in bringing many sons to glory, should make the pioneer of their salvation perfect through suffering. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῶν Ἀσωμάτων. |
For the Angels. |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 10:16 – 21 |
Lk. 10:16 – 21 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με. Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. Εἶπε δὲ αὐτοῖς· ἐθεώρουν τὸν σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς καὶ εἶπεν· ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις· ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. |
The Lord said to his disciples, “He who hears you hears me, and he who rejects you rejects me, and he who rejects me rejects him who sent me.” The seventy returned with joy, saying, “Lord, even the demons are subject to us in your name!” And he said to them, “I saw Satan fall like lightning from heaven. Behold, I have given you authority to tread upon serpents and scorpions, and over all the power of the enemy; and nothing shall hurt you. Nevertheless do not rejoice in this, that the spirits are subject to you; but rejoice that your names are written in heaven.” In that same hour he rejoiced in the spirit and said, “I thank you, Father, Lord of heaven and earth, that you have hidden these things from the wise and understanding and revealed them to babes; yes, Father, for so it was well-pleasing before you.” [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Ηʹ τοῦ αὐτοῦ μηνὸς ἡ Σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῶν λοιπῶν ἁγίων ἀσωμάτων καὶ οὐρανίων Ταγμάτων. |
On November 8, we hold the Synaxis in honor of Chief Commanders Michael and Gabriel, and the other holy bodiless and celestial Orders. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις οἴνου καὶ ἐλαίου. |
Wine: Wine and oil are allowed. Refrain from meat, fish, dairy, and eggs. |
Εἶναι ἑορτάσιμος ἡμέρα. |
It is a minor feast. |