2024 |
2024 |
Τῷ Σαββάτῳ | Τῌ Βʹ ΝΟΕΜΒΡΙΟΥ |
On Saturday | November 2 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῷ Σαββάτῳ τῆς ΙΘʹ Ἑβδομάδος |
Saturday of the 19th Week |
Πρὸς Κορινθίους Αʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s First Letter to the Corinthians. |
Αʹ Κορ 15:58; 16:1 – 3 |
1 Cor. 15:58; 16:1 – 3 |
Ἀδελφοί, ἑδραῖοι γίνεσθε, ἀμετακίνητοι, περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε, εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστι κενὸς ἐν Κυρίῳ. Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας οὕτω καὶ ὑμεῖς ποιήσατε. κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ᾿ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἂν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται. ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι᾿ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ. |
Brethren, be steadfast, immovable, always abounding in the work of the Lord, knowing that in the Lord your labor is not in vain. Now concerning the contribution for the saints: as I directed the churches of Galatia, so you also are to do. On the first day of every week, each of you is to put something aside and store it up, as he may prosper, so that contributions need not be made when I come. And when I arrive, I will send those whom you accredit by letter to carry your gift to Jerusalem. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῷ Σαββάτῳ τῆς Ζʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Saturday of the 7th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 9:1 – 6 |
Lk. 9:1 – 6 |
Τῷ καιρῷ ἐκείνῳ, συγκαλεσάμενος ὁ Ἰησοῦς τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν· καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας, καὶ εἶπε πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδους μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾿ αὐτούς. ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ. |
At that time, Jesus called his twelve disciples together and gave them power and authority over all demons and to cure diseases, and he sent them out to preach the kingdom of God and to heal. And he said to them, “Take nothing for your journey, no staff, nor bag, nor bread, nor money; and do not have two tunics. And whatever house you enter, stay there, and from there depart. And wherever they do not receive you, when you leave that town shake off the dust from your feet as a testimony against them.” And they departed and went through the villages, preaching the gospel and healing everywhere. [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῶν Μαρτύρων. |
For the Martyrs. |
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Hebrews. |
Εβρ 12:1 – 10 |
Heb. 12:1 – 10 |
Ἀδελφοί, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, ὄγκον ἀποθέμενοι πάντα καὶ τὴν εὐπερίστατον ἁμαρτίαν, δι᾽ ὑπομονῆς τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα, ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν. ἀναλογίσασθε γὰρ τὸν τοιαύτην ὑπομεμενηκότα ὑπὸ τῶν ἁμαρτωλῶν εἰς αὐτὸν ἀντιλογίαν, ἵνα μὴ κάμητε ταῖς ψυχαῖς ὑμῶν ἐκλυόμενοι. Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι, καὶ ἐκλέλησθε τῆς παρακλήσεως, ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται· υἱέ μου, μὴ ὀλιγώρει παιδείας Κυρίου, μηδὲ ἐκλύου ὑπ᾽ αὐτοῦ ἐλεγχόμενος. ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. εἰ παιδείαν ὑπομένετε, ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός· τίς γάρ ἐστιν υἱὸς ὃν οὐ παιδεύει πατήρ; εἰ δὲ χωρίς ἐστε παιδείας, ἧς μέτοχοι γεγόνασι πάντες, ἄρα νόθοι ἐστὲ καὶ οὐχ υἱοί. εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα· οὐ πολλῷ μᾶλλον ὑποταγησόμεθα τῷ πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν; οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον, ὁ δὲ ἐπὶ τὸ συμφέρον, εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ. |
Brethren, since we are surrounded by so great a cloud of witnesses, let us also lay aside every weight, and sin that easily distracts, and let us run with perseverance the race that is set before us, looking to Jesus the pioneer and perfecter of our faith, who instead of the joy that was set before him endured the cross, despising the shame, and is seated at the right hand of the throne of God. Consider him who endured from sinners such hostility against himself, so that you may not grow weary or fainthearted. In your struggle against sin you have not yet resisted to the point of shedding your blood. And have you forgotten the exhortation which addresses you as sons? “My son, do not regard lightly the discipline of the Lord, nor lose courage when you are punished by him. For the Lord disciplines him whom he loves, and chastises every son whom he receives.” It is for discipline that you have to endure. God is treating you as sons; for what son is there whom his father does not discipline? If you are left without discipline, in which all have participated, then you are illegitimate children and not sons. Besides this, we have had earthly fathers to discipline us and we respected them. Shall we not much more be subject to the Father of spirits and live? For they disciplined us for a short time at their pleasure, but he disciplines us for our good, that we may share his holiness. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῶν Μαρτύρων. |
For the Martyrs. |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 21:12 – 19 |
Lk. 21:12 – 19 |
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσιν γὰρ ἐφʼ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν. |
The Lord said to his disciples, “Beware of men; for they will lay their hands on you and persecute you, delivering you up to the synagogues and prisons, and you will be brought before kings and governors for my name’s sake. This will be a time for you to bear testimony. Settle it therefore in your minds, not to meditate beforehand how to answer; for I will give you a mouth and wisdom, which none of your adversaries will be able to withstand or contradict. You will be delivered up even by parents and brothers and kinsmen and friends, and some of you they will put to death; you will be hated by all for my name’s sake. But not a hair of your head will perish. By your endurance you will gain your souls.” [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ Βʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῆς ἀθλήσεως τῶν ἁγίων Μαρτυρων Ἀκινδύνου, Πηγασίου, Ἀφθονίου, Ἐλπιδηφόρου, καὶ Ἀνεμποδίστου. |
On November 2 we commemorate the contest of the holy Martyrs Acindynos, Pegasios, Aphthonios, Elpidophoros, and Anempodistos. |
Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἀπὸ τῆς Συγλήτου βουλῆς Ἅγιοι, ξίφει τελειοῦνται. |
On this day we also commemorate the two holy Senators who died by the sword. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Εὐδοξίου, Ἀγαπίου καὶ λοιπῶν Ἁγίων ὀκτώ. |
On this day we also commemorate the holy Martyrs Evdoxios, Agapios, and the holy eight others. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαρκιανοῦ τοῦ ἐν τῇ Κύρῳ. |
On this day we also commemorate our devout father St. Marcian of Cyrus. |
Αἱ ἅγιαι Μάρτυρες Κυριακή, Δομνίνα καὶ Δόμνα ξίφει τελειοῦνται. |
The holy women Martyrs Kyriaki, Domnina, and Domna died by the sword. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |