2024 |
2024 |
Τῇ Δευτέρᾳ | Τῌ ΙΔʹ ΟΚΤΩΒΡΙΟΥ |
On Monday | October 14 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Δευτέρᾳ τῆς ΙΖʹ Ἑβδομάδος |
Monday of the 17th Week |
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Ephesians. |
Εφ 1:22 – 23; 2:1 – 3 |
Eph. 1:22 – 23; 2:1 – 3 |
Ἀδελφοί, πάντα ὑπέταξεν ὁ Θεὸς ὑπὸ τοὺς πόδας τοῦ Υἱοῦ αὐτοῦ, καὶ αὐτὸν ἔδωκε κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶ τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου. Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί. |
Brethren, God has put all things under his son’s feet and has made him the head over all things for the church, which is his body, the fullness of him who fills all in all. And you he made alive, when you were dead through the trespasses and sins in which you once walked, following the course of this world, following the prince of the power of the air, the spirit that is now at work in the sons of disobedience. Among these we all once lived in the passions of our flesh, following the desires of body and mind, and so we were by nature children of wrath, like the rest of mankind. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Δευτέρᾳ τῆς Εʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Monday of the 5th Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 9:18 – 22 |
Lk. 9:18 – 22 |
Τῷ καιρῷ ἐκείνῳ, ἐγένετο ἐν τῷ εἶναι τὸν Ἰησοῦν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; οἱ δὲ ἀποκριθέντες εἶπον· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. εἶπε δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα μὲ λέγετε εἶναι; ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε· τὸν Χριστὸν τοῦ Θεοῦ. Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο, εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. |
At that time, it happened that as he was praying alone the disciples were with him; and he asked them, “Who do the people say that I am?” And they answered, “John the Baptist; but others say, Elijah; and others, that one of the old prophets has risen.” And he said to them, “But who do you say that I am?” And Peter answered, “The Christ of God.” But he charged and commanded them to tell this to no one, saying, “The Son of man must suffer many things, and be rejected by the elders and chief priests and scribes, and be killed, and on the third day be raised.” [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
Μνήμη τῶν Ἁγ. Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου· καὶ τοῦ Ὁσίου Κοσμᾶ τοῦ Ποιητοῦ |
Memory of the Holy Martyrs Nazarius, Gervasios, Protasius, and Celsus; and St. Cosmas the Hymnographer |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῶν Μαρτύρων. |
For the Martyrs. |
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Ephesians. |
Εφ 6:10 – 17 |
Eph. 6:10 – 17 |
Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. |
Brethren, be strong in the Lord and in the strength of his might. Put on the whole armor of God, that you may be able to stand against the wiles of the devil. For we are not contending against flesh and blood, but against the principalities, against the powers, against the world rulers of this present darkness, against the spiritual hosts of wickedness in the heavenly places. Therefore take the whole armor of God, that you may be able to withstand in the evil day, and having done all, to stand. Stand, therefore, having girded your loins with truth, and having put on the breastplate of righteousness, and having shod your feet with the equipment of the gospel of peace; with all of these, taking the shield of faith, with which you can quench all the flaming darts of the evil one. And take the helmet of salvation, and the sword of the Spirit, which is the word of God. [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΔʹ τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου καὶ Κελσίου. |
On October 14, we commemorate the holy Martyrs Nazarius, Gervasius, Protasius and Celsius. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ, Ἐπισκόπου Μαϊουμᾶ, τοῦ Ἁγιοπολίτου. |
On this day we commemorate our devout father Cosmas the Hagiopolite and Poet, Bishop of Maiuma. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Σιλβανοῦ. |
On this day we commemorate the holy hieromartyr Silvanus. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Πέτρου τοῦ Αὐσελάμου. |
On this day we commemorate the holy martyr Peter Absalom. |
Οἱ ἅγιοι Τεσσαράκοντα Μάρτυρες, οἱ ἐξ Αἰγύπτου καὶ Παλαιστίνης, ξίφει τελειοῦνται. |
The holy Forty Martyrs of Egypt and Palestine died by the sword. |
Μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Παρασκευῆς τῆς νέας. |
We also commemorate our devout mother Paraskeve the New. |
Μνήμη τοῦ ἐν ἀγίοις Πατρὸς ἡμῶν Ἰγνατίου τοῦ Ἀγγαλιανοῦ, Ἀρχιεπισκόπου Μηθύμνης, τοῦ θαυματουργοῦ . |
We also commemorate our father among the saints Ignatius the miracle-worker, Archbishop of Mithymna. |
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |