2024 |
2024 |
Τῇ Κυριακῇ | Τῌ ΚΘʹ ΣΕΠΤΕΜΒΡΙΟΥ |
On Sunday | September 29 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Κυριακῇ Δεκάτῃ Τετάρτῃ |
Fourteenth Sunday |
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to the Corinthians. |
Βʹ Κορ 1:21 – 24. 2:1 – 4 |
2 Cor. 1:21 – 24; 2:1 – 4 |
Ἀδελφοί, ὁ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός, ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν. Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον. οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε. Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ ἐλθεῖν πρὸς ὑμᾶς. εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ; καὶ ἔγραψα ὑμῖν τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ἔχω ἀφ᾿ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν. ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε, ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς. |
Brethren, it is God who establishes us with you in Christ, and has commissioned us; he has put his seal upon us and given us his Spirit in our hearts as a guarantee. But I call God to witness against me — it was to spare you that I refrained from coming to Corinth. Not that we lord it over your faith; we work with you for your joy, for you stand firm in your faith. For I made up my mind not to make you another painful visit. For if I cause you pain, who is there to make me glad but the one whom I have pained? And I wrote as I did, so that when I came I might not suffer pain from those who should have made me rejoice, for I felt sure of all of you, that my joy would be the joy of you all. For I wrote you out of much affliction and anguish of heart and with many tears, not to cause you pain but to let you know the abundant love that I have for you. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Κυριακῇ Δευτέρᾳ τοῦ Λουκᾶ |
Second Sunday of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 6:31 – 36 |
Lk. 6:31 – 36 |
Εἶπεν ὁ Κύριος· Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως. καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπολάβωσι τὰ ἴσα. πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανείζετε μηδὲν ἀπελπίζοντες, καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστί. |
The Lord said, “And as you wish that men would do to you, do so to them. If you love those who love you, what credit is that to you? For even sinners love those who love them. And if you do good to those who do good to you, what credit is that to you? For even sinners do the same. And if you lend to those from whom you hope to receive, what credit is that to you? Even sinners lend to sinners, to receive as much again. But love your enemies, and do good, and lend, despairing of no man; and your reward will be great, and you will be sons of the Most High; for he is kind to the ungrateful and the selfish. Be merciful, even as your Father is merciful.” [RSV] |
__________ |
__________ |
|
|
Τὰ Ἀναγνώσματα τοῦ Μηνολογίου |
The Readings for the Commemoration |
Ὁ Ἀπόστολος |
The Epistle |
Τοῦ Ὁσίου. |
For the Devout Man. |
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Letter to the Galatians. |
Γαλ 5:22 – 26; 6:1 – 2 |
Gal. 5:22 – 26; 6:1 – 2 |
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶμεν. μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες. Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. |
Brethren, the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faithfulness, gentleness, self-control; against such there is no law. And those who belong to Christ Jesus have crucified the flesh with its passions and desires. If we live by the Spirit, let us also walk by the Spirit. Let us have no self-conceit, no provoking of one another, no envy of one another. Brethren, if a man is overtaken in any trespass, you who are spiritual should restore him in a spirit of gentleness. Look to yourself, lest you too be tempted. Bear one another’s burdens, and so fulfill the law of Christ. [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΚΘʹ τοῦ αὐτοῦ μηνός μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Κυριακοῦ τοῦ Ἀναχωρητοῦ. |
On September 29, we commemorate our devout father Kyriakos the Anchorite. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων ἑκατὸν πεντήκοντα Μαρτύρων τῶν ἐν Παλαιστίνη· καὶ τῶν ἁγίων Μαρτύρων Τρύφωνος, Τροφίμου, καὶ Δορυμέδοντος· καὶ τῆς ἁγίας Μάρτυρος Πετρωνίας. |
On this day we also commemorate the 150 holy Martyrs in Palestine; and also the holy Martyrs Tryphon, Trophimus, and Dorymedon; and the holy Martyr Petronia. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Μάρτυρος Γουδελίας. |
On this day we also commemorate the holy Martyr Gudelia. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύρων Κασδόου καὶ Κασδόας. |
On this day we also commemorate the holy Martyrs Casdous and Casdoa. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων Μαρτύων Δάδα καὶ Γοβδελαᾶ, υἱοῦ Σαβωρίου βασιλέως Περσῶν. |
On this day we also commemorate the holy Martyrs Dada and Gobdelaas, the son of Sapor, King of Persia. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By their holy intercessions, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |