2024 |
2024 |
Τῇ Πέμπτῃ | Τῌ ΙΘʹ ΣΕΠΤΕΜΒΡΙΟΥ |
On Thursday | September 19 |
|
|
---------- |
---------- |
|
|
Τὰ Ἀναγνώσματα τῆς Σειρᾶς |
The Readings from the Regular Cycle |
Ὁ Ἀπόστολος |
The Epistle |
Τῇ Πέμτῃ τῆς ΙΓʹ Ἑβδομάδος |
Thursday of the 13th Week |
Πρὸς Κορινθίους Βʹ Ἐπιστολῆς Παύλου τὸ ἀνάγνωσμα. |
The reading is from Paul’s Second Letter to the Corinthians. |
Βʹ Κορ 10:7 – 18 |
2 Cor. 10:7 – 18 |
Ἀδελφοί, εἴ τις πέποιθεν ἑαυτῷ Χριστοῦ εἶναι, τοῦτο λογιζέσθω πάλιν ἀφ᾿ ἑαυτοῦ, ὅτι καθὼς αὐτὸς Χριστοῦ, οὕτω καὶ ἡμεῖς Χριστοῦ. ἐάν τε γὰρ καὶ περισσότερόν τι καυχήσωμαι περὶ τῆς ἐξουσίας ἡμῶν, ἧς ἔδωκεν ὁ Κύριος ἡμῖν εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν ὑμῶν, οὐκ αἰσχυνθήσομαι, ἵνα μὴ δόξω ὡς ἂν ἐκφοβεῖν ὑμᾶς διὰ τῶν ἐπιστολῶν. ὅτι αἱ μὲν ἐπιστολαί, φησί, βαρεῖαι καὶ ἰσχυραί, ἡ δὲ παρουσία τοῦ σώματος ἀσθενὴς καὶ ὁ λόγος ἐξουθενημένος. τοῦτο λογιζέσθω ὁ τοιοῦτος, ὅτι οἷοί ἐσμεν τῷ λόγῳ δι᾿ ἐπιστολῶν ἀπόντες, τοιοῦτοι καὶ παρόντες τῷ ἔργῳ. Οὐ γὰρ τολμῶμεν ἐγκρῖναι ἢ συγκρῖναι ἑαυτούς τισι τῶν ἑαυτοὺς συνιστανόντων· ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς ἑαυτοὺς μετροῦντες καὶ συγκρίνοντες ἑαυτοὺς ἑαυτοῖς οὐ συνιοῦσιν. ἡμεῖς δὲ οὐχὶ εἰς τὰ ἄμετρα καυχησόμεθα, ἀλλὰ κατὰ τὸ μέτρον τοῦ κανόνος οὗ ἐμέρισεν ἡμῖν ὁ Θεὸς μέτρου, ἐφικέσθαι ἄχρι καὶ ὑμῶν. οὐ γὰρ ὡς μὴ ἐφικνούμενοι εἰς ὑμᾶς ὑπερεκτείνομεν ἑαυτούς· ἄχρι γὰρ καὶ ὑμῶν ἐφθάσαμεν ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, οὐκ εἰς τὰ ἄμετρα καυχώμενοι ἐν ἀλλοτρίοις κόποις, ἐλπίδα δὲ ἔχοντες, αὐξανομένης τῆς πίστεως ὑμῶν, ἐν ὑμῖν μεγαλυνθῆναι κατὰ τὸν κανόνα ἡμῶν εἰς περισσείαν, εἰς τὰ ὑπερέκεινα ὑμῶν εὐαγγελίσασθαι, οὐκ ἐν ἀλλοτρίῳ κανόνι εἰς τὰ ἕτοιμα καυχήσασθαι. Ὁ δὲ καυχώμενος ἐν Κυρίῳ καυχάσθω· οὐ γὰρ ὁ ἑαυτὸν συνιστῶν, ἐκεῖνός ἐστι δόκιμος, ἀλλ᾿ ὃν ὁ Κύριος συνίστησιν. |
Brethren, if any one is confident that he is Christ’s, let him remind himself that as he is Christ’s, so are we. For even if I boast a little too much of our authority, which the Lord gave for building you up and not for destroying you, I shall not be put to shame. I would not seem to be frightening you with letters. For they say, “His letters are weighty and strong, but his bodily presence is weak, and his speech of no account.” Let such people understand that what we say by letter when absent, we do when present. Not that we venture to class or compare ourselves with some of those who commend themselves. But when they measure themselves by one another, and compare themselves with one another, they are without understanding. But we will not boast beyond limit, but will keep to the limits God has apportioned us, to reach even to you. For we are not overextending ourselves, as though we did not reach you; we were the first to come all the way to you with the gospel of Christ. We do not boast beyond limit, in other men’s labors; but our hope is that you may be greatly enlarged, so that we may preach the gospel in lands beyond you, without boasting of work already done in another’s field. “Let him who boasts, boast of the Lord.” For it is not the man who commends himself that is accepted, but the man whom the Lord commends. [RSV] |
Τὸ Εὐαγγέλιον |
The Gospel |
Τῇ Πέμπτῃ τῆς Αʹ Ἑβδομάδος τοῦ Λουκᾶ |
Thursday of the 1st Week of Luke |
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. |
The reading is from the holy Gospel according to Luke. |
Λκ 4:16 – 22 |
Lk. 4:16 – 22 |
Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Ναζαρέτ, οὗ ἦν τεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, καὶ ἀνέστη ἀναγνῶναι. καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἡσαΐου τοῦ προφήτου, καὶ ἀναπτύξας τὸ βιβλίον εὗρε τὸν τόπον οὗ ἦν γεγραμμένον· Πνεῦμα Κυρίου ἐπ᾿ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρῦξαι ἐνιαυτὸν Κυρίου δεκτόν. καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων ἐν τῇ συναγωγῇ οἱ ὀφθαλμοὶ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ. |
At that time, Jesus came to Nazareth, where he had been brought up; and he went to the synagogue, as his custom was, on the sabbath day. And he stood up to read; and there was given to him the book of the prophet Isaiah. He opened the book and found the place where it was written, “The Spirit of the Lord is upon me, because he has anointed me to preach good news to the poor. He has sent me to proclaim release to the captives and recovering of sight to the blind, to set at liberty those who are oppressed, to proclaim the acceptable year of the Lord.” And he closed the book, and gave it back to the attendant, and sat down; and the eyes of all in the synagogue were fixed on him. And he began to say to them, “Today this scripture has been fulfilled in your hearing.” And all spoke well of him, and wondered at the gracious words which proceeded out of his mouth. [RSV] |
__________ |
__________ |
|
|
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙΘʹ τοῦ αὐτοῦ μηνός μνήμη τῶν ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου, καὶ Δορυμέδοντος. |
On September 19, we commemorate the holy martyrs Trophimus, Sabbatius and Dorymedon. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
__________ |
__________ |
|
|
Κανόνας Νηστείας |
Fasting Rule |
Κατάλυσις εἰς πάντα. |
Fast Free: All foods allowed. |