Βιβλία - Πηγαί |
Books - Sources |
Μηναῖον - Τῌ ΙϚʹ ΣΕΠΤΕΜΒΡΙΟΥ |
Menaion - September 16 |
Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Εὐφημίας |
Memory of the Holy Great-martyr Euphemia |
__________ |
__________ |
|
|
ΟΡΘΡΟΣ |
MATINS |
ΧΟΡΟΣ |
CHOIR |
Ἦχος αʹ. |
Mode 1. |
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. |
God is the Lord, and He revealed Himself to us. Blessed is he who comes in the name of the Lord. [SAAS] |
Στίχ. αʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. |
Verse 1: Give thanks to the Lord and call upon His holy name. |
Στίχ. βʹ. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. |
Verse 2: All the nations surrounded me, but in the name of the Lord I defended myself against them. |
Στίχ. γʹ. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. |
Verse 3: And this came about from the Lord, and it is wonderful in our eyes. |
Ἀπολυτίκιον. Τοῦ Σταυροῦ. |
Apolytikion. For the Cross. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. [GOA] |
Δόξα. Τῆς Ἁγίας. |
Glory. For the Holy Woman. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. You were so beautiful. |
|
Τὴν ὡραιότητα. |
Τῷ θείῳ ἔρωτι, λαμπρῶς ἀθλήσασα, εἰς ὀσμὴν ἔδραμες, Χριστοῦ πανεύφημε, οἷα νεᾶνις παγκαλής, καὶ Μάρτυς πεποικιλμένη· ὅθεν είσελήλυθας, είς παστάδα ούράνιον, κόσμῳ διανέμουσα, ἰαμάτων χαρίσματα, καὶ σῴζουσα τοὺς σοὶ ἐκβοῶντας· χαίροις θεόφρον Εὐφημία. |
Competing brilliantly out of your love for God, * you ran and thus attained the fragrant scent of Christ, * as a most beautiful young lady and Martyr, adorned and renowned. * You entered the heavenly * bridal chamber most worthily, * and from there you give the world * cures and healing by grace divine. * You rescue those who sing and salute you: * Rejoice! Godly-minded Euphemia! [SD] |
Καὶ νῦν. |
Both now. |
Ἀπολυτίκιον. Τοῦ Σταυροῦ. |
Apolytikion. For the Cross. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. [GOA] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ· Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours is the dominion, and Yours is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ· Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Κάθισμα Αʹ. |
Kathisma I. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Mode 4. You who were lifted. |
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, στέφος τῆς ἀθλήσεως, παρʼ αὐτοῦ δεξαμένη. Ἀλλʼ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου. |
Truly loving Christ the Bridegroom, O Martyr, * you kept your lamp lit and prepared to receive Him, * and thus you shone with virtues, O Euphemia. * Therefore you received from Him * crowns for winning your contest * and entered the wedding feast with Him, all-lauded Martyr. * From every danger free us who with faith * observe the feast of your all-holy memory. [SD] |
Δόξα· καὶ νῦν. |
Glory. Both now. |
Ἦχος δʹ. Αὐτόμελον. |
Mode 4. Automelon. |
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει σου τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον. |
You who were lifted on the cross voluntarily, * O Christ our God, bestow Your tender compassions * upon Your new community to which You gave Your name. * Cause our faithful emperors to be glad in Your power, * granting them the victories against their adversaries. * And for an ally, Lord, may they have You, * peace as their armor, the trophy invincible. [SD] |
Κάθισμα Βʹ. |
Kathisma II. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Mode 4. N/M (You who were lifted.) |
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Οἱ ἀγῶνές σου Σεμνὴ καὶ ὁ στέφανος, οἱ ἱδρῶτές σου ἁγνὴ καὶ τὰ θαύματα, τοῦ διαβόλου ᾔσχυναν τὰ τρόπαια· Χριστὸν γὰρ τὸν νυμφίον σου, ἐκ καρδίας ποθοῦσα, οὐ μάστιγας οὐ θανατον, διʼ αὐτὸν ἐπτοήθης· ἀλλʼ ἀνετέθης ὅλῃ τῷ Θεῷ, τῆς εὐσεβείας φοροῦσα τὸν στέφανον. |
O pure and modest maiden, your contests, and your crown, your sweat and your miracles have cast down the devil’s trophies. for you longed for Christ your Bridegroom with all your heart, and you were not frightened by torture and death for His sake, but you gave yourself wholly to God, wearing the crown of the true Faith. [un] |
Δόξα· καὶ νῦν. Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Glory. Both now. Mode 4. You who were lifted. |
|
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Ἐν Παραδείσῳ με δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ Κρανίῳ πάλιν ἐξανέστησας Χριστέ, ξύλῳ ἰασάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ με, θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοι ζωήν. Δόξα τῇ θείᾳ σταυρώσει σου Κύριε. |
I had a fatal fall in Eden by heeding * the poison counsel of the murderous devil. * But then You resurrected me on Calvary, O Christ. * By a tree you healed the curse of the tree, O my Savior, and you killed the serpent fiend who had killed me by deception. And You have given me eternal life. Glory to Your holy crucifixion, O Lord my God! [GOASD] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ψαλμὸς Nʹ (50). |
Psalm 50 (51). |
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ απὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἰερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους. |
Have mercy on me, O God, according to Your great mercy; and according to the abundance of Your compassion, blot out my transgression. Wash me thoroughly from my lawlessness and cleanse me from my sin. For I know my lawlessness, and my sin is always before me. Against You only have I sinned and done evil in Your sight; that You may be justified in Your words, and overcome when You are judged. For behold, I was conceived in transgressions, and in sins my mother bore me. Behold, You love truth; You showed me the unknown and secret things of Your wisdom. You shall sprinkle me with hyssop, and I will be cleansed; You shall wash me, and I will be made whiter than snow. You shall make me hear joy and gladness; my bones that were humbled shall greatly rejoice. Turn Your face from my sins, and blot out all my transgressions. Create in me a clean heart, O God, and renew a right spirit within me. Do not cast me away from Your presence, and do not take Your Holy Spirit from me. Restore to me the joy of Your salvation, and uphold me with Your guiding Spirit. I will teach transgressors Your ways, and the ungodly shall turn back to You. Deliver me from bloodguiltiness, O God, the God of my salvation, and my tongue shall greatly rejoice in Your righteousness. O Lord, You shall open my lips, and my mouth will declare Your praise. For if You desired sacrifice, I would give it; You will not be pleased with whole burnt offerings. A sacrifice to God is a broken spirit, a broken and humbled heart God will not despise. Do good, O Lord, in Your good pleasure to Zion, and let the walls of Jerusalem be built; then You will be pleased with a sacrifice of righteousness, with offerings and whole burnt offerings; then shall they offer young bulls on Your altar. [SAAS] |
Κοντάκιον. |
Kontakion. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος δʹ. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. |
Mode 4. N/M (You who were lifted.) |
|
|
Ἐν τῇ ἀθλήσει σου καλῶς ἠγωνίσω, καὶ μετὰ θάνατον ἡμᾶς ἁγιάζεις, ταῖς τῶν θαυμάτων βλύσεσι Πανεύφημε· ὅθεν σου τὴν κοίμησιν, τὴν ἁγίαν τιμῶμεν, πίστει παριστάμενοι, τῷ σεπτῷ σου λειψάνῳ, ἵνα ῥυσθῶμεν νόσων ψυχικῶν, καὶ τῶν θαυμάτων τὴν χάριν ἀντλήσωμεν. |
All praised Euphemia, ⁄ you completed your struggle well! ⁄ Even after death, you pour out healing on us for our sanctification. ⁄ We stand beside your venerable relics to honor your holy dormition ⁄ that we may be delivered in faith ⁄ from the weaknesses of our nature ⁄⁄ and profit by the grace of your miracles! [OCA] |
Ὁ Οἶκος. |
Oikos. |
Τῆς πανευφήμου ὁ ναός, Παράδεισος ἐδείχθη, ἐν μέσῳ κεκτημένος, φυτὸν ἀθανασίας, τὸ σῶμα ταύτης τὸ σεπτόν. Τούτου οἱ τρυγῶντες καρποὺς τοὺς εὐθαλεῖς, συντόμως ἁγιάζονται· ὁρῶντες δὲ θαυμάζουσιν, ὅτι πῶς τὸ νεκρὸν σῶμα, ὥσπερ ζῶν, ἀναβλυστάνει τὰ αἵματα, μυρίζοντα πάντας. Διὸ μετὰ σπουδῆς δεῦτε πάντες σὺν ἐμοὶ τῷ ταπεινῷ· καὶ καθαρθέντες μολυσμοῦ παντός, περιπτυξώμεθα τοῦτο, καὶ τῶν θαυμάτων τὴν χάριν ἀντλήσωμεν. |
The church of the all-famed Euphemia has become a Garden of Paradise, for it has in its midst a tree of immortality, namely her holy body. Whoever enjoys its luscious fruit is quickly sanctified. They marvel when they see that a dead body pours out blood, as if alive, spreading a fragrance on all. So, everyone, eagerly come with me, the lowly one, and let us be cleansed of every stain, and let us embrace it, and profit by the grace of her miracles. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τοῦ Συναξαρίου. |
Stand for the reading of the Synaxarion. |
Συναξάριον |
Synaxarion |
Τοῦ Μηναίου. |
From the Menaion. |
Τῇ ΙϚʹ τοῦ αὐτοῦ μηνός μνήμη τῆς ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. |
On September 16, we commemorate the holy Great-martyr and all-praised Euphemia. |
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς ἁγίας Μάρτυρος Μελιτινῆς. |
On this day we commemorate the holy martyr Melitene. |
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν. |
By the intercessions of Your Saints, O God, have mercy on us. Amen. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ ηʹ. Ὁ Εἱρμός. Ἦχος πλ. δʹ. |
Ode viii. Heirmos. Mode pl. 4. |
|
Τὸν Βασιλέα τῶν οὐρανῶν. |
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. |
We praise and we bless and we worship the Lord. |
Τὸν Βασιλέα τῶν οὐρανῶν ὂν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. |
O praise and bless Him * who by the armies of Angels * is extolled as King of the heavens, * supremely exalting Him unto all the ages. [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν Θʹ Ὠδήν. |
Stand for the singing of Ode ix. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς ἐν ὕμνοις τιμῶντες μεγαλύνωμεν. |
Let us honor and magnify in song the Theotokos and the Mother of the light. |
ΧΟΡΟΣ |
CHOIR |
ᾨδὴ θʹ. |
Ode ix. |
Μεγαλυνάριον. Ἦχος πλ. δʹ. |
The Magnificat. Mode pl. 4. |
Στίχ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου. |
Verse: My soul magnifies the Lord, and my spirit has rejoiced in God my Savior. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδού γάρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. |
Verse: For He has regarded the lowly state of His maidservant; for behold, henceforth all generations will call me blessed. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καί το ἔλεος αὐτοῦ εἰς γενεάν, καὶ γενεὰν τοῖς φοβουμένοις αὐτόν. |
Verse: For He who is mighty has done great things for me, and holy is His name. And His mercy is on those who fear Him from generation to generation. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἐποίησε κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηφάνους διανοίᾳ καρδίας αὐτῶν. |
Verse: He has shown strength with His arm; He has scattered the proud in the imagination of their hearts. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. |
Verse: He has put down the mighty from their thrones, and exalted the lowly. He has filled the hungry with good things, and the rich He has sent away empty. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Στίχ. Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους, καθὼς ἐλάλησε πρὸς τοὺς Πατέρας ἡμῶν, τῷ Ἀβραάμ, καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. |
Verse: He has helped His servant Israel, in remembrance of His mercy, as He spoke to our fathers, to Abraham and to his seed forever. [NKJV] |
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
Ὁ Εἱρμός. Ἦχος πλ. δʹ. |
Heirmos. Mode pl. 4. |
|
Σὲ τὴν ἀπειρόγαμον. |
Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν. |
With unceasing hymns of praise we glorify and magnify you, * the unwedded Mother of the Most High God; * by a word you gave birth to the true God inexplicably, * and you are higher than the immaculate angelic hosts. [SD] |
Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν. |
It is truly right to bless you, Theotokos, ever blessed, most pure, and Mother of our God. Greater in honor than the Cherubim, and in glory greater beyond compare than the Seraphim; you without corruption gave birth to God the Word, and are truly Theotokos. You do we magnify. [GOASD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἔτι καὶ ἔτι ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν. |
Again and again in peace let us pray to the Lord. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΙΕΡΕΥΣ |
PRIEST |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ· Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σὲ αἰνοῦσι πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν καὶ σοὶ τὴν δόξαν ἀναπέμπουσι, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For all the powers of heaven praise You, and to You they offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ· Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Ἐξαποστειλάρια. |
Exaposteilaria. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος βʹ. Τῶν Μαθητῶν ὁρώντων σε. |
Mode 2. With the disciples. |
|
Τῶν Μαθητῶν ὁρώντων σε. |
Τῆς πανευφήμου Μάρτυρος Εὐφημίας, τὴν μνήμην συνελθόντες ἀνευφημοῦμεν· αὕτη γὰρ τὸν ὅρον ὀρθοδοξίας, ἐκ τῶν Πατέρων εἴληφε, καὶ τοῦτον διατηροῦσα, τοὺς ὀρθοδόξους λαμπρύνει. |
Today we have assembled to praise and honor * the mem’ry of illustrious Euphemia. * For, since she held on to the definition * of true and Orthodox belief, * which she received from the Fathers, * she made the Orthodox famous. [SD] |
Ἕτερον. |
Another. |
Ἦχος βʹ. Τῶν Μαθητῶν ὁρώντων σε. |
Mode 2. With the disciples. |
|
Τῶν Μαθητῶν ὁρώντων σε. |
Σταυρός, τοῦ κόσμου πέφυκε σωτηρία· Σταυρός, Ἁγίων πάντων ἡ βακτηρία, Σταυρός, Βασιλέων τὸ στερέωμα· Σταυρός, πιστῶν ὀχύρωμα, Σταυρός, ἀνθρώπων ἡ ῥῶσις, Σταυρός, δαιμόνων ἡ πτῶσις. |
The Cross, which we exalt, is the world’s salvation. * The Cross, which we revere, is the staff of all Saints. * The Cross, the mighty fortress of believers all. * The Cross, the strength of Emperors. * The Cross, upbuilding of mankind. * The Cross, the downfall of demons. [SD] |
Οἱ Αἶνοι. Ἦχος γʹ. |
Lauds. Mode 3. |
Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν· αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Let everything that breathes praise the Lord. Praise the Lord from the heavens, praise Him in the highest. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Σοὶ πρέπει ὕμνος τῷ Θεῷ. |
Praise Him, all you His angels; praise Him, all you His hosts. It is fitting to sing a hymn to You, O God. [SAAS] |
Δείξε Στιχολογίαν |
Show Stichologia |
Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς. |
Praise Him, sun and moon; praise Him, all you stars and light. |
Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν. Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου. |
Praise Him, you heavens of heavens, and you waters above the heavens. Let them praise the Lord’s name. |
Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. |
For He spoke, and they were made; He commanded, and they were created. |
Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται. |
He established them forever and unto ages of ages; He set forth His ordinance, and it shall not pass away. |
Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς, δράκοντες καὶ πᾶσαι ἄβυσσοι. |
Praise the Lord from the earth, you dragons and all the deeps. |
Πῦρ, χάλαζα, χιών, κρύσταλλος, πνεῦμα καταιγίδος, τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ. |
Fire and hail, snow and ice, stormy wind, which perform His word. |
Τὰ ὄρη καὶ πάντες οἱ βουνοί, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. |
Mountains and all the hills, fruitful trees and all cedars. |
Τὰ θηρία καὶ πάντα τὰ κτήνη, ἑρπετὰ καὶ πετεινὰ πτερωτά. |
Wild animals and all cattle, creeping things and flying birds. |
Βασιλεῖς τῆς γῆς καὶ πάντες λαοί, ἄρχοντες καὶ πάντες κριταὶ γῆς. |
Kings of the earth and all peoples, princes and all judges of the earth. |
Νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι μετὰ νεωτέρων· αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου. |
Young men and maidens, elders with younger, let them praise the Lord’s name, for His name alone is exalted. |
Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ. καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ. |
His thanksgiving is in earth and heaven. And He shall exalt the horn of His people. |
Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ, τοῖς υἱοῖς Ἰσραήλ, λαῷ ἐγγίζοντι αὐτῷ. |
A hymn for all His saints, for the children of Israel, a people who draw near to Him. |
Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων. |
Sing to the Lord a new song, His praise in the assembly of His holy ones. |
Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν, καὶ οἱ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν. |
Let Israel be glad in Him who made him, and let the children of Zion greatly rejoice in their King. |
Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ. |
Let them praise His name with dance; with tambourine and harp let them sing to Him. |
Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὐτοῦ καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ. |
For the Lord is pleased with His people, and He shall exalt the gentle with salvation. |
Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. |
The holy ones shall boast in glory, and they shall greatly rejoice on their beds. |
Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. |
The high praise of God shall be in their mouth and a two-edged sword in their hand. |
Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς. |
To deal retribution to the nations, reproving among the peoples. |
Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς. |
To shackle their kings with chains and their nobles with fetters of iron. |
Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον· δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ. |
To fulfill among them the written judgment: this glory have all His holy ones. |
Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἐν στερεώματι τῆς δυνάμεως αὐτοῦ. |
Praise God in His saints; praise Him in the firmament of His power. |
Κρύψε Στιχολογίαν |
Hide Stichologia |
|
|
Ἰδιόμελα. Τῆς Ἁγίας. |
Idiomela. For the Holy Woman. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἰδιόμελον. Ἦχος γʹ. |
Idiomelon. Mode 3. |
Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ. |
Praise Him for His mighty acts; praise Him according to the abundance of His greatness. [SAAS] |
Ἀθλητικὴν πανήγυριν πιστοί, θεοφρόνως τελουμένην θεώμενοι, τῷ θαυμαστῷ ἐν βουλαῖς Θεῷ ἡμῶν, εὐχαριστήριον ὕμνον μελῳδήσωμεν· τὸ γὰρ ἀόρατον κράτος, τῆς ἐναντίας δυνάμεως, ἐν γυναικείᾳ φύσει κατηγωνίσατο, τὴν θεῖαν ἑαυτοῦ δύναμιν ἐν ἀσθενείᾳ, τελειώσας τῆς Καλλιμάρτυρος. Ταῖς αὐτῆς πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν. |
As we observe an athletic festival being celebrated with God in mind, O believers, let us sing a hymn of gratitude to our God, who is wondrous in His counsels. For He defeated the unseen power of the hostile force, by means of the feminine; He made His own power perfect in the weakness of the excellent Martyr Euphemia. At her intercession, save our souls. [SD] |
Ἰδιόμελον. Ἦχος γʹ. |
Idiomelon. Mode 3. |
Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ. |
Praise Him with the sound of trumpet; praise Him with the harp and lyre. [SAAS] |
Ἀθλητικὴν πανήγυριν πιστοί, θεοφρόνως τελουμένην θεώμενοι, τῷ θαυμαστῷ ἐν βουλαῖς Θεῷ ἡμῶν, εὐχαριστήριον ὕμνον μελῳδήσωμεν· τὸ γὰρ ἀόρατον κράτος, τῆς ἐναντίας δυνάμεως, ἐν γυναικείᾳ φύσει κατηγωνίσατο, τὴν θεῖαν ἑαυτοῦ δύναμιν ἐν ἀσθενείᾳ, τελειώσας τῆς Καλλιμάρτυρος. Ταῖς αὐτῆς πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν. |
As we observe an athletic festival being celebrated with God in mind, O believers, let us sing a hymn of gratitude to our God, who is wondrous in His counsels. For He defeated the unseen power of the hostile force, by means of the feminine; He made His own power perfect in the weakness of the excellent Martyr Euphemia. At her intercession, save our souls. [SD] |
Ἰδιόμελον. Ἦχος γʹ. |
Idiomelon. Mode 3. |
Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ. |
Praise Him with timbrel and dance; praise Him with strings and flute. [SAAS] |
Ἀληθείας κρατῆρα, ἐξ οἰκείων αἱμάτων ἀθλητικῶν, ἡ πανεύφημος Μάρτυς Χριστοῦ κερασαμένη, καὶ τοῦτον ἀενάως τῇ Ἐκκλησίᾳ προτιθεμένη, ἐν αὐτῇ τοὺς τῆς εὐσεβείας τροφίμους, σοφίας φωνῇ προτρέπεται λέγουσα· Ἀρύσασθε πόμα, τῆς ἀναστάσεως μαρτύριον, παθῶν καθαρτήριον, εὐσεβῶν δὲ ψυχῶν φυλακτήριον, τῷ Σωτῆρι κράζοντες· ὁ ποτίσας ἡμᾶς τὸν χειμάῤῥουν τῆς τρυφῆς τοῦ πνεύματος, σῶσον τὰς ψυχὰς ἡμῶν. |
The illustrious Martyr of Christ Euphemia, has mixed the wine-bowl of truth with the blood of her contest, and set it out, ever-flowing, before the Church. Now she invites those reared in piety therein, saying with the voice of Wisdom: “Draw for yourselves this drink: the witness to the resurrection, the purging of passions, the safeguard of pious souls; and cry out to the Lord: ‘You gave us drink from the river of the Spirit’s delights; save our souls.’” [SD] |
Ἰδιόμελον. Ἦχος γʹ. |
Idiomelon. Mode 3. |
Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. |
Praise Him with resounding cymbals; praise Him with triumphant cymbals; let everything that breathes praise the Lord. [SAAS] |
Οἱ τῷ αἵματι Χριστοῦ τὰς ψυχὰς σφραγισθέντες, εἰς ἡμέραν ἀπολυτρώσεως, αἷμα ἅγιον, ἐκ μαρτυρικῆς πηγῆς ἀναβλύζον ἡμῖν, μετʼ εὐφροσύνης πνευματικῆς προφητικῶς ἀντλήσωμεν, τῶν ζωηρύτων παθημάτων τοῦ Σωτῆρος, καὶ τῆς ἀϊδίου δόξης μορφωτικόν· διὸ αὐτῷ βοήσωμεν· ὁ ἐνδοξαζόμενος ἐν τοῖς Ἁγίοις σου Κύριε, ταῖς τῆς πανευφήμου σου Ἀθληφόρου πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν. |
We whose souls are sealed with the blood of Christ for the day of redemption, let us, as the Prophet Isaiah says, with spiritual joy draw the holy blood, which gushes from the well of the martyrs for us, and which depicts the Savior’s vivifying Passion and eternal glory. Therefore let us say to Him: “O Lord, who are glorified in Your saints, at the intercession of Your illustrious and victorious Martyr, save our souls.” [SD] |
Δόξα. |
Glory. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος πλ. βʹ. |
Mode pl. 2. |
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένῃ ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα. Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου. |
The virgin and victorious Martyr stood at the right hand of the Savior, and she was decked in the invincibility of virtue and adorned with the oil of purity and the blood of the contest. Holding her lamp, with exultant joy she shouts to Him, “I have run after You for the smell of Your ointments, O Christ God, for I am wounded with Your love. Do not leave me, O heavenly Bridegroom.” At her entreaties, O almighty Savior, send down to us Your mercies. [SD] |
Καὶ νῦν. Τῆς Ἑορτῆς. |
Both now. For the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος γʹ. |
Mode 3. |
Σήμερον τὸ φυτὸν τῆς ζωῆς, ἐκ τῶν τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν· καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τὴν αὐτοῦ πρὸς οὐρανοὺς καταγγέλλει ἀνύψωσιν, διʼ ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται· διὸ εὐχαρίστως βοήσωμεν· Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ διʼ αὐτοῦ συνυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς, ἀξίωσον τοὺς ὑμνοῦντάς σε. |
Today, since the tree of life was discovered in the ground and was raised and lifted up, it verifies the rising of Christ who was crucified on it. As it is elevated in the hands of the clergy, it proclaims His elevation to the heavens, by which our nature, which had fallen on earth, now lives in heaven. Let us therefore sing with gratitude, “O Lord, You were lifted up on the Cross, and through it You lifted us up as well. We entreat You to grant Your heavenly joy to us who sing Your praise.” [SD] |
Ὁ λαὸς ἵσταται διὰ τὴν ἀνάγνωσιν τῆς Δοξολογίας. |
Stand for the reading of the Doxology. |
Δοξολογία (διαβαστά) |
Doxology (read) |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Σοὶ δόξα πρέπει, Κύριε, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
To you belongs glory, O Lord our God, and to you we send up glory, to the Father and the Son and the Holy Spirit, now and forever and to the ages of ages. |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Ἀμήν. |
Amen. |
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν. Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ· Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθʼ ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρᾳ ταύτῃ ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητός εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to God in the highest, and on earth peace, good will to men. We praise you, we bless you, we worship you, we glorify you, and we thank you, for your great glory. Lord, King, Heavenly God, Father Almighty; only-begotten Son, Lord Jesus Christ and Holy Spirit. Lord God, the Lamb of God, the Son of the Father, who take away the sin of the world, have mercy on us, you who take away the sins of the world. Accept our supplication, you who sit at the right of the Father, and have mercy on us. For you are the only Holy One, you are the only Lord, Jesus Christ, to the glory of God the Father. Amen. Every day I shall bless you, and I shall praise your name forever, and unto the ages of ages. Lord, you have become for us a refuge from generation to generation. I have said: Lord, have mercy on me, heal my soul, for I have sinned against you. Lord, to you I have fled; teach me to do your will, for you are my God. For with you is the fountain of life; in your light we shall see light. Extend your mercy to those who know you. Grant, O Lord, that in this day we may be kept without sin. Blessed are you, O Lord, the God of our Fathers, and praised and glorified is your name unto the ages. Amen. Let your mercy, Lord, come upon us, just as we have hoped in you. Blessed are you, O Lord, teach me your commandments. Blessed are you, O Master, make me understand your commandments. Blessed are you, O Holy One, enlighten me with your commandments. Lord, your mercy remains forever, do not turn away from the works of your hands. To you belongs praise, to you belongs a hymn, to you belongs glory, to the Father and the Son and the Holy Spirit, now and ever and to the ages of ages. Amen. |
ΤΑ ΠΛΗΡΩΤΙΚΑ |
LITANY OF COMPLETION |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Πληρώσωμεν τὴν ἑωθινὴν δέησιν ἡμῶν τῷ Κυρίῳ. |
Let us complete our morning prayer to the Lord. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι. |
Help us, save us, have mercy on us, and protect us, O God, by Your grace. |
ΧΟΡΟΣ· Κύριε, ἐλέησον. |
CHOIR: Lord, have mercy. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὴν ἡμέραν πᾶσαν τελείαν, ἁγίαν, εἰρηνικὴν καὶ ἀναμάρτητον παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That the whole day may be perfect, holy, peaceful, and sinless, let us ask the Lord. |
ΧΟΡΟΣ (μεθʼ ἑκάστην δέησιν) |
CHOIR (after each petition) |
Παράσχου, Κύριε. |
Grant this, O Lord. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For an angel of peace, a faithful guide, a guardian of our souls and bodies, let us ask the Lord. |
Συγγνώμην καὶ ἄφεσιν τῶν ἁμαρτιῶν καὶ τῶν πλημμελημάτων ἡμῶν παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For pardon and remission of our sins and transgressions, let us ask the Lord. |
Τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν καὶ εἰρήνην τῷ κόσμῳ παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
For that which is good and beneficial for our souls, and for peace for the world, let us ask the Lord. |
Τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς ἡμῶν ἐν εἰρήνῃ καὶ μετανοίᾳ ἐκτελέσαι παρὰ τοῦ Κυρίου αἰτησώμεθα. |
That we may complete the remaining time of our life in peace and repentance, let us ask the Lord. |
Χριστιανὰ τὰ τέλη τῆς ζωῆς ἡμῶν, ἀνώδυνα, ἀνεπαίσχυντα, εἰρηνικὰ καὶ καλὴν ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματος τοῦ Χριστοῦ αἰτησώμεθα. |
And let us ask for a Christian end to our life, peaceful, without shame and suffering, and for a good defense before the awesome judgment seat of Christ. |
Τῆς παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, δεσποίνης ἡμῶν, Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας μετὰ πάντων τῶν ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα. |
Remembering our all-holy, immaculate, most blessed, and glorious Lady, the Theotokos and ever-virgin Mary, with all the saints, let us commend ourselves and one another and our whole life to Christ our God. |
ΧΟΡΟΣ· Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι Θεὸς ἐλέους, οἰκτιρμῶν, καὶ φιλανθρωπίας ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For You are the God of mercy and compassion and love for humankind, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ· Ἀμήν. |
CHOIR: Amen. |
ΙΕΡΕΥΣ· Εἰρήνη πᾶσι. |
PRIEST: Peace be with all. |
ΧΟΡΟΣ· Καὶ τῷ πνεύματί σου. |
CHOIR: And with your spirit. |
ΔΙΑΚΟΝΟΣ |
DEACON |
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν. |
Let us bow our heads to the Lord. |
ΧΟΡΟΣ· Σοί, Κύριε. |
CHOIR: To You, O Lord. |
ΙΕΡΕΥΣ (χαμηλοφώνως) |
PRIEST (in a low voice) |
Κύριε ἅγιε, ὁ ἐν ὑψηλοῖς κατοικῶν καὶ τὰ ταπεινὰ ἐφορῶν καὶ τῷ παντεφόρῳ σου ὄμματι ἐπιβλέπων ἐπὶ πᾶσαν τὴν κτίσιν, σοὶ ἐκλίναμεν τὸν αὐχένα τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ δεόμεθά σου, ἅγιε ἁγίων· Ἔκτεινον τὴν χεῖρά σου τὴν ἀόρατον ἐξ ἁγίου κατοικητηρίου σου καὶ εὐλόγησον πάντας ἡμᾶς· καὶ εἴ τι ἡμάρτομεν ἑκουσίως ἢ ἀκουσίως, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Θεὸς συγχώρησον, δωρούμενος ἡμῖν τὰ ἐγκόσμια καὶ ὑπερκόσμια ἀγαθά σου. |
Holy Lord, who dwell in the highest and look upon the humble and observe all creation with Your all-seeing eye, to You we bow the neck of soul and body, and we pray You, Holy of holies: Extend Your invisible hand from Your holy heavens and bless us all. And as good and benevolent God, forgive us any misdeeds we committed voluntarily or involuntarily, and grant us Your blessings in this world and in the next. |
ΙΕΡΕΥΣ (ἐκφώνως) |
PRIEST (aloud) |
Σὸν γάρ ἐστι τὸ ἐλεεῖν καὶ σώζειν ἡμᾶς, ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Yours it is to show mercy and to save us, O our God, and to You we offer up glory, to the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ· Ἀμήν. |
CHOIR: Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀπόστιχα. Τοῦ Σταυροῦ. |
Aposticha. For the Cross. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος πλ. βʹ. Τριήμερος ἀνέστης. |
Mode pl. 2. N/M (O Christ, as it is written.) |
|
Τριήμερος ἀνέστης. |
Οὗ ἔστησαν οἱ πόδες Χριστοῦ, τὸν τόπον προσκυνήσωμεν, ἀνυψοῦντες, τὸν τρισόλβιον Σταυρόν, ἐν ᾧ κατεκενώθῃ, τὸ αἷμα τοῦ Δεσπότου, τὸ βλύσαν κόσμῳ τὴν ἀνάστασιν. |
We bow down before the place ⁄ where Christ’s feet have stood, ⁄ exalting the thrice-blessed Cross ⁄ on which the blood of the Master poured forth, ⁄⁄ pouring forth Resurrection to the world! [OCA] |
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. |
Verse: Exalt the Lord our God, and worship at the footstool of His feet; for He is holy. [SAAS] |
Νεκρώσαντες τὰ πάθη σαρκός, καὶ πνεύματος θεόφρονες, ἐπειχθῶμεν, ὑψωθῆναι ἀπὸ γῆς, οὐράνιον πρὸς λῆξιν, Σταυροῦ τῇ ἀνυψώσει, συσταυρωθέντες τῷ Δεσπότῃ Χριστῷ. |
Having put to death the passions of the flesh by the spirit, ⁄ having crucified ourselves with Christ the Master, ⁄ let us, divinely wise ones, ⁄ strive to elevate ourselves through the elevation of the Cross ⁄⁄ to the heavenly rest! [OCA] |
Στίχ. Ὁ δὲ Θεὸς βασιλεὺς ἡμῶν πρὸ αἰώνων, εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. |
Verse: God is our King before the ages; He worked salvation in the midst of the earth. [SAAS] |
Ζωήρυτος ἐκ θείας πλευρᾶς, πηγὴ σαφῶς ἐξέβλυσε, τοῦ Σωτῆρος, καταρδεύουσα ψυχάς, τῶν πίστει προσκυνούντων, τὸ θεῖον πάθος τούτου, καὶ τὸν Σταυρὸν καὶ τὴν ἀνάστασιν. |
A life-bearing source has openly sprung forth ⁄ from the divine side of the Savior, ⁄ giving drink to the souls of those who worship in faith ⁄⁄ His divine passion, Cross and Resurrection! [OCA] |
Δόξα. Τῆς Ἁγίας. |
Glory. For the Holy Woman. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Σήμερον χοροὶ Πατέρων Πανεύφημε, συναθροισθέντες διὰ Χριστόν, τὸν τόμον σοι προσάγουσι τῆς ὀρθοδόξου πίστεως· ὅν περ λαβοῦσα ἐν ταῖς τιμίαις σου χερσί, φυλάττεις μέχρι τέλους· ὅθεν καὶ βροτῶν χοροστασίαι συνελθόντες, τὴν σὴν ἄθλησιν γεραίρομεν, βοῶντες εὐσεβῶς· Χαίροις πανεύφημε, ἡ τὴν ὀρθόδοξον καὶ Πατροπαράδοτον πίστιν, ἄτρωτον φυλάξασα, χαίροις ἡ πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν. |
The choirs of the Fathers have assembled today, for the sake of Christ; and they bring you the Tome of the Orthodox Faith, O all-famed Euphemia. You have taken it into your honorable hands, and you preserve it till the end. We also, the choirs of mortals, have come together, to honor your contest, and piously we sing to you: Rejoice, O all-famed one, for you kept the Orthodox Faith, which was delivered to us by the Fathers, free of harm. Rejoice, O Martyr, who intercede on behalf of our souls. [SD] |
Καὶ νῦν. Τῆς Ἑορτῆς. |
Both now. For the Feast. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Σήμερον ὡς ἀληθῶς, ἡ ἁγιόφθογγος ῥῆσις τοῦ Δαυῒδ πέρας εἴληφεν· ἰδοὺ γὰρ ἐμφανῶς, τὸ τῶν ἀχράντων ποδῶν σου προσκυνοῦμεν ὑποπόδιον· καὶ ἐν τῇ τῶν πτερύγων σου ἐλπίζοντες σκιᾷ, πανοικτίρμον βοῶμέν σοι· Σημειωθήτω ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, καὶ ἀνύψωσον τοῦ ὀρθοδόξου λαοῦ σου τὸ κέρας, τῇ τοῦ τιμίου Σταυροῦ σου ἀνυψώσει, Χριστὲ πολυέλεε. |
Today, what David said in the holy Psalm has truly come to pass. Lo and behold, we are worshiping at the footstool of Your immaculate feet. And now, we who are hopeful in the shadow of Your wings, cry out to You, all-compassionate Lord: Let the light of Your face be stamped on us! Exalt the horn of Your Orthodox people, by the exaltation of Your holy Cross, O very merciful Christ. [SD] |
ΙΕΡΕΥΣ |
PRIEST |
Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· τοῦ ἀναγγέλλειν τῷ πρωΐ τὸ ἔλεός σου καὶ τὴν ἀλήθειάν σου κατὰ νύκτα. |
It is good to give thanks to the Lord and to sing to Your name, O Most High, to proclaim Your mercy in the morning and Your truth at night. [SAAS] |
ΑΝΑΓΝΩΣΤΗΣ |
READER |
Τρισάγιον. |
Trisagion Prayers. |
Ἅγιος ὁ Θεός, ἅγιος Ἰσχυρός, ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (3) |
Holy God, Holy Mighty, Holy Immortal, have mercy on us. (3) |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. |
All-holy Trinity, have mercy on us. Lord, forgive our sins. Master, pardon our transgressions. Holy One, visit and heal our infirmities for Your name’s sake. |
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. |
Lord, have mercy. Lord, have mercy. Lord, have mercy. |
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. |
Glory to the Father and the Son and the Holy Spirit. Both now and ever and to the ages of ages. Amen. |
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου. Ἐλθέτω ἡ βασιλεία σου. Γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. |
Our Father, who art in heaven, hallowed be Thy name. Thy kingdom come, Thy will be done, on earth as it is in heaven. Give us this day our daily bread; and forgive us our trespasses, as we forgive those who trespass against us. And lead us not into temptation, but deliver us from evil. |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
For Thine is the kingdom and the power and the glory, of the Father and the Son and the Holy Spirit, now and ever and to ages of ages. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀπολυτίκιον. Τοῦ Σταυροῦ. |
Apolytikion. For the Cross. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. [GOA] |
Δόξα. Τῆς Ἁγίας. |
Glory. For the Holy Woman. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος γʹ. Τὴν ὡραιότητα. |
Mode 3. You were so beautiful. |
|
Τὴν ὡραιότητα. |
Τῷ θείῳ ἔρωτι, λαμπρῶς ἀθλήσασα, εἰς ὀσμὴν ἔδραμες, Χριστοῦ πανεύφημε, οἷα νεᾶνις παγκαλής, καὶ Μάρτυς πεποικιλμένη· ὅθεν είσελήλυθας, είς παστάδα ούράνιον, κόσμῳ διανέμουσα, ἰαμάτων χαρίσματα, καὶ σῴζουσα τοὺς σοὶ ἐκβοῶντας· χαίροις θεόφρον Εὐφημία. |
Competing brilliantly out of your love for God, * you ran and thus attained the fragrant scent of Christ, * as a most beautiful young lady and Martyr, adorned and renowned. * You entered the heavenly * bridal chamber most worthily, * and from there you give the world * cures and healing by grace divine. * You rescue those who sing and salute you: * Rejoice! Godly-minded Euphemia! [SD] |
Καὶ νῦν. |
Both now. |
Ἀπολυτίκιον. Τοῦ Σταυροῦ. |
Apolytikion. For the Cross. |
Τοῦ Μηναίου - - - |
From Menaion - - - |
Ἦχος αʹ. |
Mode 1. |
Σῶσον, Κύριε, τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα. |
Save, O Lord, Your people and bless Your inheritance, granting victory to the faithful over the enemy, and by Your Cross protecting Your commonwealth. [GOA] |
(Παραλείπεται ἡ ἐκτενής.) |
(The “ektenia” litany has been omitted.) |
ΙΕΡΕΥΣ· Σοφία. |
PRIEST: Wisdom. |
ΑΝΑΓΝΩΣΤΗΣ· Εὐλόγησον. |
READER: Father, bless! |
ΙΕΡΕΥΣ |
PRIEST |
Ὁ ὢν εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. |
Blessed is Christ our God, the One who is, always, now and ever and to the ages of ages. |
ΧΟΡΟΣ· Ἀμήν. |
CHOIR: Amen. |
ΠΡΟΕΣΤΩΣ ἢ ΑΝΑΓΝΩΣΤΗΣ |
HIERARCH or READER |
Στερεώσαι Κύριος ὁ Θεός τὴν ἁγίαν καὶ ἀμώμητον πίστιν τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν σὺν τῇ ἁγίᾳ αὐτοῦ Μεγάλῃ Ἐκκλησίᾳ, τῇ ἱερᾷ ἡμῶν Ἀρχιεπισκοπῇ, [τῇ ἱερᾷ Μητροπόλει ταύτῃ] καὶ τῇ πόλει ταύτῃ εἰς αἰῶνας αἰώνων. |
The Lord God make firm the holy and pure faith of the pious Orthodox Christians, together with the Holy and Great Church of Christ, our Sacred Archdiocese, [this Sacred Metropolis,] and this city, to the ages of ages. |
ΧΟΡΟΣ· Ἀμήν. |
CHOIR: Amen. |
Εἶτα τό· «Δεῦτε προσκυνήσωμεν…» καὶ τὴν Πρώτην Ὥραν. |
Then we begin the First Hour, saying: “Come let us worship…” |
ἤ· |
or: |
Dismissal |
Dismissal |
ΙΕΡΕΥΣ |
PRIEST |
Δόξα σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, δόξα σοι. |
Glory to You, O Christ our God. Glory to You. |
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου, προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων μαρτύρων· τῶν ὁσίων καὶ θεοφόρων πατέρων ἡμῶν· (τοῦ ἁγίου τοῦ ναοῦ)· τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Πανευφήμου Εὐφημίας, ἧς καὶ τὴν μνήμην ἐπιτελοῦμεν· καὶ πάντων τῶν ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός. |
May Christ our true God, through the intercessions of His all-pure and all-immaculate holy Mother, the power of the precious and life-giving Cross, the protection of the honorable, bodiless powers of heaven, the supplications of the honorable, glorious prophet and forerunner John the Baptist, of the holy, glorious, and praiseworthy apostles, of the holy, glorious, and triumphant martyrs, of our righteous and God-bearing fathers, (local patron saint); of the holy and righteous ancestors of God Joachim and Anna, the holy Great-martyr and all-famed Euphemia, whose memory we observe, and of all the saints, have mercy on us and save us, as He is good, benevolent, and merciful God. |
|
|
Conclusion, i.e. “Through the prayers…” |
Conclusion, i.e. “Through the prayers…” |
Διʼ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. |
Through the prayers of our holy fathers, Lord Jesus Christ our God, have mercy on us. |
ΧΟΡΟΣ |
CHOIR |
Ἀμήν. |
Amen. |
|
|